εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἂν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ ὃ ἂν αὐτοῦ μέρος † λαμπρὸν † γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν θεὸν ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ᾽ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν; εἷς οὖν ἐστιν ὁ ὄντως θεός, ὃς ἐν κρείττονι μορφῇ προκαθέζεται, τοῦ ἄνω τε καὶ κάτω † δις † ὑπάρχων καρδία—καὶ ἀπ᾽ αὐτοῦ, ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ † μόνοις † οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, διικνεῖται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βάθος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ᾽ ἄπειρον τὴν ἀπ᾽ αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν.