τὰ ἐν ᾅδῃ ταμιεύει, ψυχῶν χῶρον ὀνομάσας· τὰ δὲ πάντα ἔπλησεν ἀέρος, ἵνα πάντα τὰ ζῷα πρὸς τὸ ζῆν ἀδεῶς ἀναπνέειν ἔχῃ. ὢ τῆς μεγάλης θεοῦ φρονίμου χειρός, τῆς ἐν πᾶσιν πάντα ποιούσης. μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ᾽ αὐτοῦ γεγένηται καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον κατὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ῥάμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι. πόσα δὲ τῆς χέρσου ζῷα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρώματα, βίους, γνώμας, φύσεις, ὄχλον. ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφοράς, μυχοὺς φοβερούς, πηγάς, ποταμούς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους. πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα. τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν;