Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η τελευταία σύγκρουση με τον Σίμωνα και η μετάβαση στην Αντιόχεια

Η νέα δημόσια πρόκληση του Σίμωνος, η μαγική μεταμόρφωση του προσώπου του Φαύστου, η δημόσια απολογία του στην Αντιόχεια και η βάπτισή του από τον Πέτρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 8 από 10

Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, προιόντα τὸν λόγον ἐκθήσομαι ἀπ᾽ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, αὐτὸν μόνον δεῖν λέγειν θεὸν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰώνια κολασθήσεται ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων ἀσεβήσας θεόν. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ τούτους εὐχῇ θεραπεύσας, τὴν ἐκκλησίαν διέλυσεν· εἶθ᾽ οὕτως εἰσελθὼν καὶ τῶν συνήθων ἁλῶν μεταλαβὼν ὕπνωσεν.

Ὄρθρου δὲ πάλιν ὁ Πέτρος ἐξιὼν καὶ ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον στὰς, ἅτε καὶ πολλῶν συνδεδραμηκότων ὄχλων, ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας εἰσεληλυθὼς ἀπ᾽ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστι μετά γε τοῦ Ἐπικουρείου Ἀθηνοδώρου διαλεγομένῳ σοι ἐπελθεῖν, ὡς ἂν πᾶσι τοῖς ὑπὸ σοῦ περὶ μοναρχίας ὑπαγορευομένοις δημοσίᾳ παρὼν αὐτὸς ἀντιλέγοι.

Ταῦτα τοῦ διακόνου λέγοντος ἰδοὺ καὶ ὁ Σίμων σὺν Ἀθηνοδώρῳ καί τισιν ἄλλοις ἑταίροις εἰσῄει, καὶ πρὸ τοῦ τι τὸν Πέτρον ὅλως εἰπεῖν αὐτὸς προλαβὼν ἔμαθον, φησὶν, ὅτι χθὲς ὑπέσχου τῷ Φαύστῳ κατὰ τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ᾽ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίαν ὑφέξει τὴν τιμωρίαν. πρὸ πάντων οὖν ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας μεταπεῖσαι ἄνδρα σοφὸν οὕτω, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν ἐλπίδων καὶ τοῦ θελήματος, ἅτε παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἂν καὶ ἠπάτητο μὴ παρόντος ἐμοῦ ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστωμένων βίβλων. τὰ νῦν δὲ τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα θᾶττόν σου τὴν ὑπόσχεσιν ἀσθενῶς ἔχουσαν διελέγξω. λέγε τοιγαροῦν, ὃ ὑπέσχου. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν ἐθέλοις παραλιπεῖν, αὐτάρκης καὶ οὕτως ἀπόδειξις ὅτι ψευδῆ τὰ ὑπεσχημένα, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί περιμένω σε λέγειν μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν γέροντα τουτονί;

ταῦτα εἰπὼν καὶ τῷ πατρὶ προσβλέψας φησίν· εἰπέ μοι, ἀνδρῶν ἁπάντων ὁ τιμιώτατος, οὐχὶ οὗτος ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς, καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν ἀθάνατον εἰσπραχθήσεται τιμωρίαν;

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ᾽ ἐμοῦ ἀπῄτεις, ὦ Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν· οἶμαί σε ὀργῆς πεπλησμένον διαλεχθῆναι βούλεσθαι. τοῦτο δὲ οὔτε σοι προσήκει ποιεῖν, οὔθ᾽ ἡμῖν οὕτως ἔχοντα ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι· ἀλλ᾽ ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ ὑφ᾽ ἑτέρῳ κρίνοντι τοὺς λόγους δοτέον, καὶ οὕτω πάντως ἀναμφίλογον τἀληθὲς εὑρεθήσεται. ἤρεσε τῷ Σίμωνι τὸ λεχθὲν, καὶ ποιήσειν ὑπέσχετο κατὰ ταῦτα. πλὴν ἀλλὰ δέδοικα, τῷ Φαύστῳ ἔφη, μή πως ἤδη προκατειλημένος τοῖς τοῦ Πέτρου λόγοις οὐ φιλαλήθης γένῃ κριτής.

Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ὡς ἂν δόξω φιλαλήθης εἶναι κριτής. εἰ γὰρ τἀληθῆ βούλει μαθεῖν, τῷ σῷ φρονήματι προείλημμαι μᾶλλον. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὃ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς, ἄκουσον. ἐλέγξειν ὑπέσχου τὸν Πέτρον ἕνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται· ὁ δὲ τὸν ἕνα λέγοντα ἐλέγξαι ἐπαγγελλόμενος, πάντως εὔδηλον ὡς ἐκεῖνος ἀληθεύων, οὐ τὸ αὐτὸ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ἄρα ψεύδεται· εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, ἄντικρυς ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μὴ ἂν ὅτι πολλοὺς αὐτὸς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγώ φημι. τῷ αὐτῷ οὖν σοι πρὸ τῆς ζητήσεως λόγῳ κἀγὼ προκατείλημμαι· καὶ κατὰ τοῦτο περὶ ἐμοῦ σε τὸ παράπαν οὐ δεδοικέναι χρὴ, ἀλλὰ Πέτρον μᾶλλον· τυγχάνω γὰρ αὐτῷ καὶ ἔτι τὰ ἐναντία φρονῶν. μετὰ δὲ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτὴς, πᾶσαν ἀποδυσάμενος πρόληψιν, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.

Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖράς τε ἐπετίθει, καὶ ὑπὲρ αὐτῶν ηὔχετο, καὶ ὁμοῦ πάντες εὐλογήσαμεν τὸν θεόν. ὑπεισέδραμε δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως ἀπὸ Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας ὁ Σίμων ἔξεισιν εὐθέως ὡς τοὺς εἰρημένους ὑποδεξόμενος. ὁ δὲ πατὴρ προσελθὼν τῷ Πέτρῳ εἴ μοι ἐπιτρέπεις, ἔφη, κύριέ μου, πορεύομαι κἀγὼ σὺν αὐτῷ προσαγορεύσων Ἀππίωνά τε καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γενομένους. τυχὸν γὰρ καὶ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω, ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἀληθῶς, ἔφη, κἀγὼ συνορῶ τοῦτο οὑτωσὶ ἔχον.

Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνά τε καὶ Ἀννουβίωνα καὶ προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν καὶ φάσκοντας, καθ᾽ ὅτι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν, εἶτα καὶ τὰ κατὰ τὸν Σίμωνα πυθόμενος εἰς ἐπιζήτησιν αὐτοῦ πέμψειεν, ὅπως καὶ αὐτὸν ὁμοίως κολάσῃ, πρὸς Ἀννουβίωνα καὶ Ἀππίωνα ἔφη· Φαῦστον πρὸς ἡμᾶς ἐλθόντα μετασχεῖν ἁλῶν ποιήσατε σὺν ἡμῖν· ἐγὼ δὲ μῦρόν τι κατασκευάσω, ἵνα δειπνήσας καὶ ἀλειψάμενος τὴν ἐμὴν πᾶσι δόξῃ ἔχειν μορφήν.

Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων φασὶ πρὸς αὐτόν· καὶ τί ἄρα σοι κέρδος ἀπὸ τῆς μηχανῆς ἔσται ταύτης; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν, οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ᾽ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ τινες ἐμὲ καταλιπόντες Πέτρῳ προσπεφοιτήκασιν. Ἀππίων δὲ καὶ Ἀννουβίων κατ᾽ ἰδίαν πάντα τῷ Φαύστῳ διασαφοῦσι, καὶ τὴν ἐπιβουλὴν φράζουσι. καὶ ὁ Φαῦστος οὐκ ἀληθεῖς εἶναι τοὺς λόγους νομίσας, συνδειπνήσας τῷ Σίμωνι μετά γε τῶν ἑταίρων Ἀππίωνός τε καὶ Ἀννουβίωνος ἐκ χειρὸς τοῦ Σίμωνος λαμβάνει τὸ μῦρον, καὶ τὸ ἴδιον ἀλειψάμενος πρόσωπον τὴν τοῦ Σίμωνος εὐθὺς ὑπέδυ μορφήν. πλὴν ἐν μέσῃ γε τῇ νυκτὶ διαναστὰς ὁ Σίμων τὴν ἐπὶ τῆς Ἰουδαίας φυγὴν ἐποιεῖτο.

Ἡμεῖς δέ γε οἱ τῷ Πέτρῳ συνόντες δι᾽ ὅλης νυκτὸς ἀλλήλοις διομιλοῦντες ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες διενυκτερεύσαμεν. ἤδη δέ πως τῆς νυκτὸς ὑπαυγαζομένης ὁ Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς ἔφη· διαπορῶ, τί ἄρα γε τῷ ὑμετέρῳ πατρὶ γέγονε. καὶ λέγοντος ταῦτα ἰδοὺ καὶ ὁ πατὴρ ἧκε, τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον ἤδη καταλαβὼν, ἀθυμοῦντά τε ἰδὼν καὶ προσαγορεύσας ἀπελογήσατο, δι᾽ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ὁ πατὴρ ἐξεπέπληκτο. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ μορφὴν ἐνορῶν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκεν τὸν ὑμέτερον ἀπωθεῖσθε πατέρα καὶ ἀποστρέφεσθε; ἡμεῖς δὲ πρὸς αὐτὸν καὶ ἡ μήτηρ, ὅτι Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος, οὐ, φησίν. ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ γνώριμός ἐστι μόνη· ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος ὁποῖόν ἐστι καθορᾶται· ἐπεὶ μὴ Σίμων ἐστὶν οὗτος, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος ὄντως πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ λέγει· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.

Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς, λέγων· εἰδέναι σε θέλω, κύριέ μου Πέτρε, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχε, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο σπουδάζων ἦν, ἤ σε μισητὸν αὐτοῖς καταστῆσαι, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, ἐφ᾽ ᾧ καὶ τοσοῦτον αὐτοὺς ἠρέθισε κατά σου, ὡς γλίχεσθαι τοὺς ἐκεῖ πάντας τῶν σαρκῶν αὐτῶν θηριωδῶς ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες, ἤλθομεν ἀπαγγεῖλαί σοι. ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθείς τις βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωνος μαθὼν, ὅτι φυγὰς εἰς Ἰουδαίαν ᾤχετο, καὶ αὐτὸς κατὰ ζήτησιν αὐτοῦ ἀπῆλθεν, ἵνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.

Ταῦτα ἀκούσας φησὶ πρὸς τὸν πατέρα Φαῦστον ὁ Πέτρος· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας εἰσεληλυθότων, ὡς ἐκεῖ γεγονὼς ὁ Σίμων ἰσχυρῶς τοὺς ὄχλους παρώξυνε κατ᾽ ἐμοῦ, πλάνον τε καὶ μιαιφόνον, πρὸς δὲ καὶ μάγον καὶ γόητα καὶ τὰ τοιαῦτα καλῶν. νῦν οὖν ἐξαυτῆς ποίησον, ὃ ἐγώ σοι ἐντέλλομαι. καὶ καταλιπὼν Κλήμεντα παρ᾽ ἐμοὶ, προλαβὼν αὐτὸς εἰς τὴν Ἀντιοχέων μετὰ καὶ τῆς γυναικὸς Ματθιδίας ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν· συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οἵ τινες δυνατοὶ ἔσονται ὑπουργῆσαί μου τῷ βουλήματι· μετὰ τούτων ἐν τῇ Ἀντιοχείᾳ γενόμενος, ἐν ὅσῳ τὴν μορφὴν ἔτι Σίμωνος περιφέρεις, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὀξὺς ὢν εἰς τὸ νοῆσαι Φαῦστος οἶδα, ἔφη, κύριέ μου, τί βούλεται τὰ ῥήματα ταῦτα. διὸ μὴ κάμνε. μελήσει γάρ μοι ἐκεῖσε γενομένῳ διατελέσαι τὸ προσταττόμενον. καὶ δῆτα ὑπὸ νύκτα ὁ πατὴρ μεθ᾽ ὧν ἐκέλευσε Πέτρος τῆς πόλεως ἐξορμήσας ἐπὶ τὴν πλησίον Ἀντιόχειαν ἦλθε. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἴρηκε πρὸς τὸ πλῆθος· ἐγὼ Σίμων, ἐγὼ ταῦτα ὑμῖν κηρύσσω καὶ ὁμολογῶ, ἀδίκως καταψεύσασθαι Πέτρου. οὔκ ἐστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ ἔλεγον δέομαι ὑμῶν ἐγὼ αὐτὸς ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς· παύσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν οὗτος ἀπόστολος. διὸ καὶ αὐτὸς ἐγὼ σύμβουλος ὑμῖν τά γε πρὸς σωτηρίαν τὴν ὑμετέραν καθίσταμαι καὶ παραινῶ πείθεσθαι τούτῳ, καὶ πιστεύειν τῷ ὑπ᾽ αὐτοῦ κηρυσσομένῳ θεῷ· ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται, καὶ ὑμεῖς σὺν αὐτῇ. ὅτου δὲ χάριν εἴρηκα ταῦτα, καὶ τοῦτο ὑμᾶς εἰδέναι βούλομαι. ταύτῃ γὰρ τῇ νυκτὶ ἄγγελοί με θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ᾽ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν, ὡς ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης· ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ μοι τὰ κακῶς πεπραγμένα μοι συγχωρηθῆναι.

Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου τοῦ Σίμωνος καὶ Πέτρον εὐλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς τὸν ἐκείνου πόθον μετέθηκε, καὶ πάντες ἐπιθυμεῖν αὐτοῦ δεινῶς ἔλεγον· ἔνιοι δὲ καὶ χαλεπαίνοντες αὐτῷ ἦσαν δῆθεν, οἷά περ αὐτῷ ἐκείνῳ Σίμωνι ὄντι, διὰ τὸ ὑπερβάλλον τῆς περὶ τὸν Πέτρον στοργῆς, καὶ χεῖρας ἐπιβαλεῖν ἐπεχείρουν. καὶ ὃς μὴ παρ᾽ αὐτῶν ἀναιρεθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ἐπικαταλάβῃ ζῶντα, καὶ ἀκμαζούσῃ τῷ πρὸς αὐτὸν πόθῳ τῇ πόλει εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ τούτων ἀκούσας πρὸς τὸ ἐκκλησιάζειν πλείστους ἀγαγὼν, ἐπίσκοπόν τε καταστήσας, καὶ ἰασάμενος πολλοὺς καὶ βαπτίσας, ἡμέρας ἐπιμείνας τρεῖς τῇ Λαοδικείᾳ ἐπὶ τὸν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσε.

Καὶ δὴ τὴν πόλιν καταλαβόντα τὸ πλῆθος συνδραμὸν ἅπαν μετὰ χαρᾶς ὑπεδέξατο ὡς τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ἕνα τε θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας. εἶτα πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ γέρων, ὅτι Πέτρος παρῆν, προσδραμὼν ἑαυτόν τε τῇ γῇ προσκαταβαλὼν τὰ ἐκείνου κατησπάζετο ἴχνη ἀξιῶν τῷ θείῳ τελειωθῆναι βαπτίσματι, ὥστε τὸ ἀρχαῖόν τε τῆς ψυχῆς κάλλος καὶ τὴν μορφὴν τοῦ σώματος ἀπολαβεῖν διὰ τοῦ βαπτίσματος καὶ κοινωνὸς τῶν ἀχράντων γενέσθαι τοῦ Χριστοῦ μυστηρίων. καὶ ὁ Πέτρος κατηχήσας αὐτὸν, εἰρηκώς τε πολλὰ περὶ σωτηρίας, ἐπὶ τέλει δὲ καὶ τοῦτο εἰπὼν, ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῖς μαθηταῖς ἐντελλόμενος, ὁ πιστεύσας, ἔφη, καὶ βαπτισθεὶς, σωθήσεται, καί· κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις· ἐπεί περ ὁ καιρὸς πρὸς ἑσπέραν ἦν, τροφῆς μεταλαβόντας μετὰ τὴν συνήθη εὐχὴν ὁ ὕπνος ἐλάμβανε.

Τῇ δὲ ἐπιούσῃ ὀρθριώτερον πάλιν ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος μετακαλεῖται σὺν ἡμῖν τὸν πατέρα καὶ σήμερον, ὦ ἀδελφοὶ, λέγει, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ἦν ὕδατα πολλά τε καὶ καθαρὰ, καὶ μόνον τὸν πατέρα λαβὼν ἰδίᾳ, κατηχήσας τε πολλὰ καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἄρτον λαβὼν, εὐχαριστήσας τε καὶ εὐλογήσας τῶν ἱερῶν αὐτῷ κοινωνεῖ μυστηρίων. καὶ ἦμεν ὁμοῦ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ νύκτα τε καὶ μεθ᾽ ἡμέραν ἐπί τε τῇ τοῦ πατρὸς διὰ τοῦ θείου πνεύματος ἀναγεννήσει, καὶ τῇ ἀκροάσει τῶν Πέτρου λογίων. χρόνον οὖν τινα ἐπὶ τὸ αὐτὸ διαγαγόντων ἡμῶν, πᾶσι δῆλα κατέστη τὰ καθ᾽ ἡμᾶς, καὶ ἐν τοῖς ἁπάντων ἦμεν στόμασι, καὶ πάντες ἐθαύμαζον ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν ἐμεγάλυνον.

Τῆς φήμης οὖν πανταχόσε διαθεούσης ὁ τῆς Ἀντιοχέων ἡγεμὼν πάντα τὰ συμβεβηκότα ἐπί τε τῷ πατρὶ καὶ τῇ μητρὶ γνοὺς, καὶ ὅτι Καίσαρι κατὰ γένος προσήκουσιν, ἀναφέρει ταῦτα τῷ Τιβερίῳ. καὶ ὁ βασιλεὺς ἀκούσας κελεύει, τὸ τάχος ἀναπεμφθῆναι αὐτοὺς εἰς Ῥώμην. ὃ καὶ γέγονε. καὶ μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας ὁ ἡγεμὼν ἐξ Ἀντιοχείας πρὸς τὸν Καίσαρα Τιβέριον αὐτοὺς ἀποστέλλει. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς ἐξέστη ἐπὶ τούτῳ, καὶ περιφὺς αὐτοῦ τῷ τραχήλῳ θερμῶς ἔκλαιεν. ἐπισχὼν δὲ τοῦ πένθους, πρὸς τὴν σύγκλητον ἀποβλέψας συγχάρητέ μοι, ἔφη, πάντες καὶ κοινὴν ἑορτὴν ποιησώμεθα τὴν ἀνεύρεσιν Φαύστου καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. εἶτα καὶ εὐωχηθεὶς μετ᾽ αὐτῶν καὶ χρήματα πολλὰ χαρισάμενος, ἔτι δὲ καὶ παῖδας καὶ παιδίσκας εἰς ὑπηρεσίαν αὐτοῖς δεδωκὼς, θεραπείᾳ πλείστῃ καὶ τιμῇ περιέβαλεν. οἳ καὶ χρόνον οὔτι βραχὺν ἐν Ῥώμῃ διῆγον, εὐσεβῶς μὲν βιοῦντες καὶ πένησι τὰ ἑαυτῶν χορηγοῦντες καὶ πᾶσαν ἄλλην ἀρετὴν μετερχόμενοι, ἕως ἐν γήρει καλῷ τὰ ἐνταῦθα λιπόντες τὴν Χριστοῦ βασιλείαν ἠλλάξαντο, ἀρχέτυπον βίου καὶ παράδειγμα πρὸς ἀρετὴν ἀκριβέστατον τὸν ἑαυτῶν βίον τῇ Ῥωμαίων παρασχόμενοι πολιτείᾳ.