Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η αναγνώριση του πατέρα και η αντίκρουση της αστρολογίας

Η συζήτηση του Πέτρου με τον γέροντα Φαύστο για τη θεία πρόνοια έναντι της αστρολογίας, η αναγνώρισή του ως πατέρα του Κλήμεντος και η χαρμόσυνη επανένωση της οικογένειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 7 από 10

Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν, καθίσας αὐτὸς καὶ ἡμᾶς δὲ παρακαθεσθῆναι κελεύσας ὑφηγεῖτο, τίνι λόγῳ προπέμψας ἡμᾶς ἀπὸ τοῦ βαπτίσματος αὐτὸς βραδύνας ἐπῆλθε. τὴν δὲ αἰτίαν ἔλεγεν εἶναι τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησὶν, ἀποστῆναί μου, γέρων τὶς συνῄει περίεργος, κλέπτων ἑαυτὸν καὶ βουλόμενος ὁρᾶν, αὐτὸς μὴ ὁρᾶσθαι. καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγησε, πρὸς τὸ ἰδεῖν τί ἂν καὶ πράττοιμεν εἰς τὸν σκεπεινὸν τόπον γενόμενοι, λάθρα ἐκβὰς ἠκολούθησεν. εἶτα ἐν εὐκαίρῳ τόπῳ μοι προσελθὼν καὶ προσαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν ἐθέλων ᾐδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπήνῃς. νῦν δὲ τὰ δοκοῦντα ἐμοὶ ἀληθῆ λέγω, εἰ βούλει. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν, ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπεί περ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.

Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφῇ πράττοιτε· καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα, καὶ ἐλεήσας ὑμᾶς ἀνέμεινα, ὅπως ἐξιοῦσι προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ᾽ οἷς πέπονθα πεπληροφόρημαι ἀκριβῶν ἐκ πολλοῦ τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχῃ, εἴτε καὶ μὴ, τὰ ἐκ τῆς γενέσεως παθεῖν ἂν ἔχοις. αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν εὐθηνίᾳ πολλὰ καὶ θεοῖς ἔθυον καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐ δεδύνημαι. κἀγὼ πρὸς αὐτόν· καὶ τίνα ἐστὶν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη μοι λέγειν νῦν· ἴσως δὲ ἐπὶ τῷ τέλει ἀκούσῃ, τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πίστεις σοι παρασχεῖν βούλομαι.

Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦθ᾽ οὕτως ἔχειν πεπληροφόρησαι, σεαυτῷ τἀναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς συμβουλεύων ἡμῖν, ὃ γενήσεσθαι πάντως ἀδύνατον; ἀλλ᾽ ἔτι μὴν εἰ γένεσις ὑφέστηκε, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι, γενέσθαι ἀδύνατον. ἀεὶ γὰρ ἂν τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχοι. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν γενέσεως ἐπικρατούσης περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται τῇ καθόλου αὑτῶν ὑποκείμενοι γενέσει.

Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς ἐπισυνῆλθεν ὄχλος. καὶ ὁ Πέτρος εἰς αὐτὸν ἀποβλέψας ἔφη· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφότες καὶ παράγγελμα ἔχοντες γενέσει μὴ προσανέχειν, φημὶ δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο καὶ οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. φημὶ γὰρ, ὅτι κατὰ θεοῦ πρόνοιαν διοικεῖται τὰ πάντα, καὶ ἕκαστος πρὸς ἃ πράττει τιμῆς ἢ κολάσεως τεύξεται. εἴτε δὲ νῦν, εἴτε καὶ αὖθις, οὐδέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἐστὶν αὕτη· τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ πεπηρωμένην ἔχει τὴν χεῖρα, ἢ χωλὸν ἄρα τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα ἰατροῖς οὐ θεραπευθῆναι δυνάμενον οὐδὲ ἀστρολόγοις, ἐπεὶ μηδὲ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν, ἐγὼ τοῦ θεοῦ δεηθεὶς παρέξω τὴν θεραπείαν. τούτου δὲ, ὡς ἐγώ φημι, γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γάρ ἐστι τὸ λέγειν· γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ πρὸς αὐτόν· καὶ πάνυ.

εἰ γὰρ καὶ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων, ὡς σὺ φῂς, γίνονται· τὸ δὲ τοὺς ἀστέρας ταῦτα ποιεῖν ὑπὸ θεοῦ τέτακται, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι πάντως ἄρα καὶ εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν ἐνθέντα τοῖς ἄστροις.

Καὶ ὁ γέρων· ἀληθῶς ἔφης· ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὢν καὶ Ῥώμην πρῶτον οἰκήσας, εἶτα φιλιωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἀκριβῶς ἠπιστάμην, καὶ ἱστορήσας ἀκολούθως τὰς πράξεις ἀποτελεσθείσας αὐτῶν τῇ γενέσει, λόγοις μόνοις οὐκ ἔχω σοι πείθεσθαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα, ποιοῦν μοιχάδας ἰδίων δούλων ἐρώσας καὶ ἐπὶ ξένης ἐν ὕδατι θνησκούσας· ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ τὸν ψόγον φέρειν οὐ δυναμένη, φυγοῦσα ἐν ἀλλοδαπῇ καὶ κοίτης αὐτῷ κοινωνήσασα κατὰ θάλασσαν διεφθάρη.

Κἀγὼ ἀπεκρινάμην· καὶ πῶς ἄρα γινώσκεις, ὅτι ἡ φυγοῦσα, ἐπ᾽ ἀλλοδαπῆς γενομένη τὸν δοῦλον ἔγημε καὶ γήμασα ἐτελεύτησε; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐχ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον· ἀλλὰ μετὰ τὴν ἐκείνης ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς πάντα μοι τὰ κατὰ τὸν αὐτῆς ἔρωτα διηγήσατο, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἐβουλήθη μιᾶναι τὴν κοίτην· καὶ πῶς βουλομένη καὶ αἰδουμένη πάλιν αὐτόν τε καὶ τὸν ψόγον ἡ τάλαινα· οὐκ ἔστι γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα καὶ πάσχειν καὶ ποιεῖν ἠναγκάζετο· ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγε γὰρ αὐτὴν εἰρηκέναι, ὅτι ὄναρ αὐτῇ τις ἐπιστὰς ἐκέλευσεν ἐξ αὐτῆς ἅμα τέκνοις τῆς Ῥωμαίων ἐκβῆναι πόλεως· ὁ δὲ ἀνὴρ σώζεσθαι ταύτην σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα παιδευθησομένους αὐτοὺς εἰς τὰς Ἀθήνας ἐξέπεμψε σὺν μητρὶ καὶ δούλοις· τρίτον δὲ υἱὸν ἔχων παρ᾽ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος ἐν ὀνείρῳ συνεῖναι αὐτῷ ἐπιτρέψαντος· πολλοῦ οὖν παρεληλυθότος χρόνου ὡς οὐκ ἔλαβε γράμματα παρ᾽ αὐτῆς, αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτατον ὄντα ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμνον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν.

καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς Ῥώμης, καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας ἐγενόμεθα μέρη. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἐκεῖνος μὲν ἀθυμῶν ἐτελεύτησεν· ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν τροφὰς ἔκτοτε καὶ εἰς δεῦρο πορίζομαι.

Ταῦτα τοῦ γέροντος εἰπόντος συνιδὼν, ὅτι ὃν ἔλεγε γέροντα οὗτος αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν ὁ πατὴρ ὁ ὑμέτερος, οὐκ ἐβουλήθην αὐτῷ συναντιβαλεῖν, μέχρις ἂν ὑμῖν προσανάθωμαι, πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν δὲ μηνύσας ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί τῷ γέροντι ὄνομα· ὁ δὲ ἔφη· Φαῦστος· τί δὲ τοῖς διδύμοις υἱοῖς· ὁ δὲ ἀπεκρίνατο· Φαυστῖνος καὶ Φαυστινιανός· τί δὲ τῷ τρίτῳ υἱῷ· ὁ δέ· Κλήμης, εἶπε· τί δὲ τῇ τούτων μητρὶ ὄνομα· Ματθιδία, φησίν. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προσανάθωμαι ὑμῖν. πρὸ δὲ τῶν ἁλῶν εἰπεῖν ὑμῖν οὐ δέον ἔκρινα, μήπως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσι. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν θεὸν γενναίως φερέτω τὰ εἰρημένα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατὴρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς εἰρήκατε στοχαζόμενοι.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ μὴ φέρουσα μέγα ἀνέκραγεν· οἴμοι, ἄνερ, ὡς ἀγαπῶν ἡμᾶς κρίσει μὲν αὐτὸς ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες τὸ φῶς ὁρῶμεν καὶ τροφῆς ἄρτι μεταλαμβάνομεν. οὔπω τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης ἰδοὺ καὶ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλήστου χαρᾶς ἐπέχειν ἑαυτοὺς οὐκ ἠδύναντο. καὶ μετ᾽ οὐ πολὺ πρὸς αὐτὸν ἡ μήτηρ· ἔχω σε Φαῦστε τὸν κατὰ πάντα γλυκύτατον. πῶς ἄρα ζῇς, ὃν ὡς τεθνεῶτα μικρῷ πρόσθεν ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν οἱ υἱοὶ Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ὁ ποθεινὸς Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες τὴν ἐκείνου μορφὴν ἀμυδρῶς πως κατεμανθάνομεν.

Ἃ καὶ βλέπων ὁ Πέτρος σὺ εἶ Φαῦστος, εἶπεν, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἐγώ εἰμι, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τοὺς σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· συγγενὴς ὢν Καίσαρος καὶ γενέσθαι κατάφωρος οὐκ ἐθέλων ἐπ᾽ ἄλλῳ τινὶ τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵν᾽ αὐτοῖς ὅστις εἰμὶ μὴ ἐπιγνωσθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τὸν τόπον ἡγούμενοι ταῦτα μαθόντες ἀνακαλέσονται Καίσαρι κεχαρισμένα ποιοῦντες καὶ τὴν τοῦ βίου πάλιν εὐδαιμονίαν μοι περιθήσουσιν, ὅπερ ὅλῃ προθέσει πρότερον ἀπεταξάμην, ἄνευ τῶν ἐμοὶ φιλτάτων τέκνων πολιτεύεσθαι ἢ ζῆν ὅλως μὴ ἀνεχόμενος.

Καὶ ὁ Πέτρος· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἆρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ οὐ ψεύσομαι, ἔφη, πρὸς σέ· ὡς ἀληθῶς ἄρα οὔσης γενέσεως ἐβεβαίουν. ἔχω γὰρ οὐκ ἀμυήτως τοῦ θεωρήματος. πλὴν ἀλλὰ καὶ συνῆν μοι τὶς ἀστρολόγων ἀνὴρ ἄριστος Αἰγύπτιος Ἀννουβίων ὄνομα, ὅστις ἐν ταῖς ἀποδημίαις κατ᾽ ἀρχάς μοι φιλιωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος· οὐκοῦν ἔργῳ πέπεισαι νῦν, ὅτι οὐ συνέστηκε τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ τὸν ἐμὸν ὑπερβαίνοντα νοῦν κατὰ μέρος ἐκθέσθαι σοι, ἵνα παρὰ σοῦ πάλιν τἀληθῆ μάθω καὶ βέβαια. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ τῆς ἀληθείας αὐτοὺς ἐφικνεῖσθαι. ἀλλὰ μή πως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν. ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν· ὡς ὑπονοεῖν με τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι᾽ ἀμαθίαν ψεύδεσθαι μόνην διὰ τὸ μὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἄπεχε, ἔφη, μή πως περὶ ὧν ἀληθεύουσιν ὡς ἐπιτυγχάνοντες καὶ οὐχὶ ὡς ἀκριβοῦντες ἄρα προλέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων· πῶς οὖν ἐστι περὶ τούτου με πιστωθῆναι τὸ εἴτε συνέστηκε τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;

Ἀμφοτέρων οὖν σιωπώντων ἐγὼ Κλήμης ἐπειδὴ τὸ μάθημα, ἔφην, ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ πατήρ μου οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ποιήσασθαι λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἐν Ἀντιοχείᾳ, ἔφη. ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ἐπιδημεῖν, ᾧ καὶ παρεπόμενος Ἀννουβίων ἀχώριστός ἐστιν. ἐπὰν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις ἐπ᾽ ἐκείνου γενήσεται. καὶ ὅμως πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρᾶς πληρωθέντες καὶ θεῷ πολλὴν χάριν ὁμολογοῦντες, ἑσπέρας καταλαβούσης εἰς ὕπνον ἐτράπημεν.

Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν ἔνθα ὁ Πέτρος ἦν, καὶ προσαγορεύσας ἐκαθέσθη· ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τὸν πατέρα προςβλέψας σπεύδω σε, ἔφη, ὁμόφρονα γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς κἀκεῖ μετὰ τὸν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸν συνὼν ἐν εὐφροσύνῃ διάγῃς. ἢ γὰρ οὐ τὰ μέγιστά σέ τε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως γινόμενον, πόσῳ γε μᾶλλον λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει.

Καὶ ὁ πατὴρ ἔφη· ἀλλ᾽ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν τῇ κολάσει διαπιστοῦντα μὴ λυπεῖσθαι, ἐκείνους δὲ περὶ σοῦ πεπεισμένους, ὡς ἄρα οὐ μικρὰν ἔχεις ἀνάγκην, ἐκ περισσοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ᾽ εὐγνωμοσύνῃ, περὶ τῶν ὑπ᾽ ἐμοῦ λεγομένων σοι ἀκούων καὶ κρίνων, εἰ ταῦτα οὕτως ἔχει ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῇ τῶν λόγων σου σκέψει δείξῃς τὰ ὑφ᾽ ἡμῶν λεγόμενα ψευδῆ τινα μῦθον εἶναι, καὶ ὁμογνώμονάς σου λάβοις αὐτοὺς, καὶ οὕτω καλῶς ποιήσεις. τοῦ τε γὰρ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ φόβων αὐτοὺς ψευδῶν ἀπαλλάξεις.

Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος· τί οὖν ἐστι τὸ κωλύον συνθέσθαι σε τῇ ἡμετέρᾳ πίστει; οὔτε γὰρ ἀσχολίαις ἀγορασμῶν, οὔτε πράξεων, οὔτε γεωργιῶν, οὐ φροντίδων, οὐδενὶ τούτων κατέχῃ. δύνασαι δὲ νοεῖν ὡς οὐκ αὐτομάτως ἐγένετό τι τῶν ὄντων, οἷα προνοίας οὐκ οὔσης. καὶ τούτου δεῖγμα σαφέστατον τὰ περί σε καὶ τὰ σὰ τέκνα καὶ τὴν γυναῖκα γεγενημένα. εἰ γὰρ παρά σοι ὄντες καὶ εἰς δεῦρο ἐτύγχανον, οὐκ ἂν τὸν τῆς εὐσεβείας λόγον ἐδέξαντο, οὐκ ἂν ἐπιγνῶναι τὴν ἀλήθειαν ἠδυνήθησαν. διὰ τοῦτο μετὰ τῆς ἀποδημίας καὶ ναυάγιον ᾠκονομήθη, καὶ πικροῦ θανάτου ὑπόνοια, προσέτι δὲ καὶ ἡ περὶ τὰ Ἑλληνικὰ τούτων ἄσκησις, ἵν᾽ ὡς πρότερον αὐτὰ παιδευθέντες, εἶτα μεταβαλόντες πρὸς τὴν εὐσέβειαν, δυνατοὶ ὦσιν ἑτοίμως αὐτὰ καὶ μετὰ πολλῆς ἀνασκευάζειν τῆς εὐκολίας, καὶ ἃ κακῶς τηνικαῦτα κατὰ τῆς εὐσεβείας προὐβάλλοντο, τούτοις καλῶς ὑπὲρ αὐτῆς καὶ ἐν καιρῷ τῷ προσήκοντι χρήσαιντο· εἴσῃ δὲ σαφῶς καὶ αὐτὸς ἀπό γε τοῦ μακροῦ τούτου ἀναγνωρισμοῦ, καὶ ὧν μεταξὺ σοφῶς ἡ πρόνοια περί σε ᾠκονόμησεν, ὡς ἄρα οὐδὲν τῶν γινομένων αὐτομάτως οὕτως καὶ εἰκῆ γίνεται, ἀλλ᾽ ἐκείνη ἐστὶν ἡ ἐφεστῶσα καὶ τόδε τὸ πᾶν συγκρατοῦσα διηνεκῶς καὶ συνέχουσα, εἰ καὶ τὰ πολλὰ τὴν διάνοιαν ὑπερβαίνει τὴν ἡμετέραν.

Ἐπεὶ τούτων ἤκουσεν ὁ πατὴρ, τὸν λόγον ἀναλαβὼν μὴ νόμιζε, εἴρηκε, κύριέ μου Πέτρε, ὡς πάντη μου διαπέφευγε τὸν νοῦν ἡ περὶ τοῦ ὑπὸ σοῦ κηρυττομένου λόγου δύναμις· ἀλλὰ καὶ τοῦ παιδὸς Κλήμεντος πολλὰ δι᾽ ὅλης νυκτὸς ὁμιλοῦντός μοι, ὥστε συνθέσθαι τοῖς ὑπὸ σοῦ λεγομένοις, καὶ πάντα τρόπον εἰς τοῦτο ἐνάγοντος. τί δαὶ, πρὸς αὐτὸν ἔφην ἐγὼ, δύναταί τις ἐντέλλεσθαί τι καινότερον, παρ᾽ ὃ πρότερον οἱ ἀρχαῖοι παρῄνεσαν; κἀκεῖνος ἠρέμα γελάσας πολλὴ διαφορὰ, πάτερ, εἶπε, μεταξὺ τῶν τῆς θεοσεβείας λόγων καὶ τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας λόγος τὴν ἐκ προφητείας ἔχει βεβαίαν ἀπόδειξιν· ὁ δὲ τῆς φιλοσοφίας ἀπὸ συνθέσεως λόγων καὶ στοχασμῶν δοκεῖ παριστάνειν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι λόγον ἐξέθετο, ὃν οὐ πολλῷ πρότερον αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς, ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα, παρατιθέναι καὶ τὴν ἄλλην· καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸν χιτῶνα· ἀγγαρεύοντι δὲ μίλιον ἓν, συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ᾽ ἐνόμισας ἄδικον, καίτοι γε δικαιότατόν ἐστι. καὶ εἴ σοι φίλον ἐστὶν, ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος· τί δαὶ, εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἓν ἢ διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων καὶ τὸ θανεῖν ὡς ὁ ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἀπεκρίνατο· νῦν με πέπεικας, ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσι. καὶ διὰ τοῦτο ἐπὶ πλέον ἀδικώτατόν μοι φαίνεται τὸ γινόμενον, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν ἑαυτοὺς ἔβλαψαν μᾶλλον, πολλὴν δὲ τοῖς ἀδικηθεῖσιν ἐπορίσαντο τὴν ὠφέλειαν· οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ μᾶλλον ἀδικοῦσιν, ὅτι καίτοι πλεῖστα παρ᾽ ἐκείνων ὠφεληθέντες τοῖς ὁμοίοις αὐτοὺς οὐκ ἀμείβονται. καὶ ὁ Πέτρος· ἀλλ᾽ οὐ παρὰ τὴν τῶν ἐπηρεαζόντων, ἀλλὰ παρὰ τὴν τῶν δεχομένων ταῦτα γίνεται γνώμην.

Καὶ ὁ πατὴρ ἐπαινέσας τὰ εἰρημένα πρὸς τὸν Πέτρον φησίν· ἀλλ᾽ ὦ κύριέ μου, καὶ τοῦτόν μοι τὸν λόγον σαφήνισον. μέμνημαι γὰρ εἰρηκότος μοι Κλήμεντος, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη πρὸς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως ἐστίν. ἃ γὰρ ἄνθρωποι κτώμεθα τοῦ πλείονος ἐφιέμενοι εἴτε ἱμάτια, φημὶ, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, οὐ καλῶς πάντως ποιοῦντες κτώμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν ὡς μικρῷ πρόσθεν ὑμῖν εἴρηκα. εἰ γὰρ ἐν πᾶσι τὰ κτήματα προξενεῖν οἶδε τοῖς ἔχουσιν ἁμαρτήματα, ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· καὶ δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστὶν, ὡς ἔφην, τὸ μηδὲν ἔχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ κατὰ τὸ δοκοῦν θεῷ πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίρους ὑπομένοντες τιμωρίας αἰωνίων ἀπαλλαγῶσι κολάσεων. καὶ ὁ πατήρ· τί δαὶ, οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; εἶτα παρὰ τοῦτο καὶ αὐτοὺς τῆς τῶν σωζομένων εἶναι μερίδος φήσομεν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ πενία, ὧν μὴ προσῆκεν ὀρεγομένη, ἐπεὶ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ μακαρίζων τοὺς πτωχοὺς μακάριοι οἱ πτωχοὶ, ἔφη, τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἔχω τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.