Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η αναγνώριση των αδελφών και η βάπτιση της μητέρας

Η αποκάλυψη της ταυτότητας του Νικήτα και του Ακύλα ως των χαμένων αδελφών του Κλήμεντος, η κατήχηση, η προβαπτισματική νηστεία και το βάπτισμα της μητέρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 6 από 10

Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς ἑαυτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων υἱῶν Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐξελθὼν, ἀνεύρετος μένει. οἶμαι δὲ τάχα καὶ τελευτῆσαι αὐτὸν, ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ τηκεδόνι λύπης μαρασμὸν ὑπομείναντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναζε μὲν καὶ λυπηρῶς εἶχε· τῇ δ᾽ ἐμῇ εὑρέσει τὸ πολὺ τῆς λύπης παρεμυθεῖτο. κατηντήσαμεν οὖν εἰς Βαλαναίας, καὶ τῇ ἐπιούσῃ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλα. τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν, καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης τε καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμέρας ἡμᾶς προσμεῖναι. δυνατὸν γὰρ ἐν τῷ πλήθει καί τινας εὑρέσθαι τῆς τοῦ Χριστοῦ μερίδος ἀξίους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς ἂν εἴη ἡ ξένη αὕτη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.

Ταῦτά μου εἰπόντος ὁ Πέτρος αὐτοῖς ἐν κεφαλαίῳ πάντα ἐξέθετο, ὅσα τε παρὰ τῆς μητρὸς ἀκούσειε, καὶ ὅσα πρότερον παρ᾽ ἐμοῦ μάθοι, περί τε τοῦ πεπλασμένου ὀνείρου, περί τε τῆς ἐν τῷ πλοίῳ μετὰ καὶ τῶν υἱῶν ναυαγίας, καὶ ὅπως ὕστερον ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς γυναικὸς καὶ τῶν διδύμων αὐτῆς παίδων ἐκβὰς ἄχρι τῆς δεῦρο διέμεινεν ἄγνωστος, κινδύνῳ τυχὸν καὶ αὐτὸς θαλαττίῳ περιπεσών.

Τούτων οὕτω κεφαλαιωδῶς ῥηθέντων ὑπὸ τοῦ Πέτρου ὁ Νικήτης καὶ Ἀκύλας καταπλαγέντες ἆρά γε δέσποτα καὶ κύριε τῶν ἁπάντων, εἶπον, ἀληθὲς, ἢ ὄνειρός ἐστι ταῦτα; καὶ Πέτρος εἰ μὴ κοιμώμεθα, ἔφη, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ ὥσπερ ἐπὶ συννοίας γενόμενοι ἡμεῖς ἐσμὲν Φαυστῖνος καὶ Φαυστινιανὸς, ἔφασαν. καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ αὐτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα· λογιζόμενοι [δὲ,] ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ καὶ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας· πρὸς δὲ τὸ τέλος νῦν τῶν λεγομένων ἰδόντες καὶ γνόντες ἀκριβῶς, ὅτι περ ἡμῖν διαφέρει τὰ εἰρημένα, τότε ἑαυτοὺς ἀνωμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες περιπλέκεσθαι ἤδη ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυσεν αὐτοὺς εἰπών· ἐάσατέ με, αὐτὸς ὑμᾶς τῇ μητρὶ προσαγάγω, μήπως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς καὶ εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ καὶ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.

Ὅμως ἐπεὶ κόρον ἔσχε τοῦ ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος περὶ θεοσεβείας αὐτῇ διελέχθη πρότερον εἰπών· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας πίστεως τὴν ἀκρίβειαν. ἕνα γὰρ θεὸν σέβομεν τὸν πεποιηκότα οὐρανόν τε καὶ γῆν καὶ ὃν ὁρᾷς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον, καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε ἀνεπιλήπτως, καὶ τραπέζης ἐθνικῆς μὴ μετέχειν, διὰ τὸ ἀκαθάρτως αὐτοὺς πολιτεύεσθαι. ὅταν δὲ πείσωμεν αὐτοὺς τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, τοῦ ἱεροῦ βαπτίσματος ἀξιώσαντες ἐν τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε δὴ αὐτοῖς καὶ συναυλιζόμεθα. ἐπεὶ οὐδ᾽ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως τὴν στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ θεμιτὸν ἡμῖν. πίστει γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, ἄχρις ἂν τὰ αὐτὰ ἡμῖν φρονῇς καὶ ποιῇς.

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥτις καὶ πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῳ, ὅτι πολλὰ σχεδὸν καθ᾽ ἡμέραν θυούσῃ μοι τούτοις ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ με καὶ λέγειν; ὁπότ᾽ ἂν οὐδὲ πλουτοῦσαν τρυφή με πρὸς τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταῦτα πενία ἐπὶ τοῦτό γε ἐλθεῖν κατηνάγκασεν, ἅτε δὴ τῆς σωφροσύνης ὡς μεγίστου καλοῦ ἀντιποιουμένης μου, ἧς ἕνεκα καὶ εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ᾽ οὐδέ σε οἶμαι, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται· ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἐκδίδωμι. ἀλλὰ μηδὲ νῦν κακουχίας ἀπηλλάχθαι νομίσῃς μου τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἀναγνώρισιν· ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο μου τέκνων ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. λυπεῖ γὰρ ἡμᾶς οὐ τοσοῦτον τὸ ἐν τῇ θαλάσσῃ τούτους παραπολέσθαι, ὅσον τὸ χωρὶς τῆς εἰς θεὸν εὐσεβείας διαφθαρῆναι μετά γε τῶν ψυχῶν αὐτοῖς καὶ τὰ σώματα. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύνευνος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ζήτησιν ἐκβὰς τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ καὶ αὐτὸς ἐτελεύτησε.

καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν· ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα ἠγαπημένων αὐτῷ στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διαπεφώνηκε.

Τῆς δὲ μητρὸς ταῦτα λεγούσης ἀκούοντες οἱ παῖδες οὐκέτι κατὰ τὴν τοῦ Πέτρου παραίνεσιν ἠδύναντο στέγειν· ἀλλ᾽ ἀναστάντες περιεπλέκοντό τε αὐτῇ καὶ σὺν δάκρυσι κατεφίλουν. ἐφ᾽ ᾧ δὴ καὶ ἡ μήτηρ καταπλαγεῖσα, τί θέλοι τοῦτο εἶναι, ὑπὸ ἐκστάσεως ὥσπερ καὶ ἀγνοίας τῶν γινομένων ἠρώτα. καὶ ὁ Πέτρος εὐθὺς παράστησον, ὦ γύναι, εἴρηκε, γενναίως τὸν νοῦν σου, ὥστε τῶν σῶν ἡδέως ἀπολαῦσαι τέκνων. οὗτοι γάρ εἰσι Φαυστῖνος καὶ Φαυστινιανὸς, οὓς ἔλεγες ἐν βυθῷ τεθνάναι, καὶ ὧν τὸ πένθος ἀβίωτον ἐτίθει σου τὴν ζωήν. πῶς δὲ αὐτῶν ὁ μὲν Νικήτης, ὁ δὲ Ἀκύλας καλεῖται, αὐτοὶ καλῶς λεγέτωσάν τε καὶ διδασκέτωσαν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ ἀμέτρου πλησθεῖσα χαρᾶς μικροῦ ἂν ἀπολελοίποι καὶ τὴν πνοήν· ἀνενεγκοῦσα δὲ ὅμως καὶ ὥσπερ ἑαυτῆς γενομένη τέκνα μου ποθεινὰ, ἔφη, τέκνα γλυκύτατα, τέκνα καρδίας καύσωνες τῆς ἐμῆς εἴπα τέ μοι, τίνα δὴ τὰ μετὰ τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.

Καὶ ὁ Νικήτης αὐτίκα τὸν λόγον ἀναλαβὼν οὕτως ἔφη· ἡμῖν, ὦ μῆτερ, ὡς οἶσθα, τοῦ πλοίου κατὰ τὴν νύκτα διαῤῥαγέντος ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν οὐ δεδοικότες ἡμᾶς ἀνελόμενοι καί τινι ἐνθέμενοι σκάφει, ἔπειτα δὲ καὶ κώπαις χρώμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ σφόδρα συνεχομένους ἡμᾶς τῷ λιμῷ, πρὸς δὲ καὶ περιδεεῖς ὄντας, μή τι καὶ προπετὲς καὶ τῶν αὐτοῖς οὐ δοκούντων φθεγξώμεθα, ἐκεῖνοι τὰ ὀνόματα ἡμῶν διαμείψαντες εἰς δουλείαν ἀθλίως ἀπέδοντο. γυνὴ δέ τις ἡμᾶς Ἰουδαίοις προσήλυτος ἀξιόλογος πάνυ ὄνομα Ἰούστα ὠνησαμένη ἐν τέκνων ἐφύλαττε μοίρᾳ καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ γενόμενοι ἐφ᾽ ἡλικίας ἔμφρονες καὶ τὴν θρησκείαν ἠγαπήσαμεν καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνατῶς ἔχωμεν. ἠκριβώσαμεν δὲ καὶ τὰ φιλοσόφων, ἐξαιρέτως τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα καὶ μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

Σίμωνι δέ τινι μάγῳ σχεδὸν γενόμενοι σύντροφοι φιλίας ὁδῷ ἀπατηθῆναι ἤδη ἐκινδυνεύομεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ σοι ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησε μὴ συνθέσθαι τῷ μάγῳ. ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ αὐτὴν μετασχεῖν, ὅπως κοινῶν ἁλῶν καὶ τραπέζης δυνηθῶμεν μεταλαβεῖν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι᾽ ἣν ἐνόμιζες ἡμᾶς ἐν τῇ θαλάσσῃ τεθνάναι.

Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἄμοιρος ἡμέρα γένηται, ἀφ᾽ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, καθ᾽ ἣν ἂν οὐ συνεστιαθείην αὐτοῖς. καὶ ἡμῶν δὲ τὰ ὅμοια τῇ μητρὶ συνικετευόντων ὁ Πέτρος ἔφη· τί οἴεσθε, μόνος ἐγὼ ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι συνεστιαθῆναι ὑμᾶς τῇ μητρὶ σήμερον βαπτίσας αὐτήν; οὐ μὲν οὖν. ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπεὶ καί τινα ὑπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ· τάχα γὰρ εἰ μὴ τοῦτο, πολλῶν ἡμερῶν αὐτὴν ἁγνισθῆναι ἔδει.

Ἐρομένῳ οὖν μοι, τί ἄρα καὶ φθεγξαμένη τὴν πίστιν αὑτῆς ἐξέφηνεν, ὁ Πέτρος ἔφη· ἀπόχρη καὶ μόνον αὐτῆς ἡ ἀξίωσις τοῦ συμβαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον καὶ εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ᾽ αὐτῆς ποθουμένῃ δοθῆναι ἠξίου, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν ἔχω καταγινώσκειν, ὁπότ᾽ ἂν αὐτοὶ βαπτισθέντες καὶ πιστεύειν ὁμολογοῦντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν καὶ υἱοὺς ἅμα καὶ φίλους, εἰς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι, ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν ἐπὶ τῷ βαπτίσματι, πάντως ἂν καὶ οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἐπεὶ τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας ὀδύρονται καὶ κατελεοῦσιν; οὕτως εἰ ἐπεπιστεύκεισαν, αἰώνιον πῦρ περιμένειν τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, δακρύοντες ἐπ᾽ αὐτοῖς καὶ χαλεπῶς ὀδυνώμενοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν, ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, νηστευσάτω ἡμέραν πρὸ τοῦ βαπτίσματος.

Ἡ δὲ ὤμνυε, δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ διηγουμένη τὰ κατὰ τὸν ἀναγνωρισμὸν ὑπὸ πολλῆς χαρᾶς τροφῆς μὴ μεταλαβεῖν, ἢ χθὲς μόνον βραχέος ὕδατος. μαρτυρήσει τε τῷ ὅρκῳ καὶ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν, ὦ κύριέ μου, τὴν σήμερον βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ᾽ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἐπεὶ μηδὲ δι᾽ αὐτὸ γέγονε. καὶ ὁ Φαυστινιανός· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν μετὰ τὸν ἀναγνωρισμὸν ἡμέραν τῆς ἡμετέρας χωρίσαι τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῇ ἀληθείᾳ ποιήσασα, οὕτω καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἐν ἀγνοίᾳ νηστεῦσαι ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵν᾽ ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς μεταλαβεῖν σὺν ἡμῖν καὶ ἁλῶν δυνηθείη.

Καὶ ὁ Πέτρος μὴ ἡμᾶς, ἔφη, νικάτω ἡ κακία πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τὴν τῆς τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν διαμείνωμεν τὴν σήμερον ἐν νηστείᾳ, καὶ αὔριον βαπτισθήσεται. οὕτως ἔφη Πέτρος, καὶ οἱ πάντες τῷ λόγῳ συνευδοκήσαμεν. ὀρθριώτερον δὲ πολλῷ τοῦ καθ᾽ ἡμέραν ὁ Πέτρος διυπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ διαναστήσας Φαυστῖνος, εἶπε, καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπεινῷ τῆς θαλάσσης τόπῳ γενόμενοι τὰ τοῦ βαπτίσματος σχεδιάσωμεν.

Ἐπὶ τὸν αἰγιαλὸν οὖν γενομένων ἡμῶν καὶ μεταξὺ πετρῶν τινῶν γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡμεῖς δὲ καὶ σὺν ἡμῖν ὅσοι παρῆσαν, τῶν γυναικῶν χάριν ὑπεχωρήσαμεν. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψε δι᾽ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν, μόνοις ἐκ τῶν ἀνδρῶν ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταύταις ἐγκελευσάμενος. ἐλθόντες οὖν ἐπὶ τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἀφικέσθαι ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν καὶ ἄρτον λαβὼν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας τῇ μητρὶ πρῶτον ἐπέδωκε καὶ μετὰ ταύτην ἡμῖν τοῖς υἱοῖς. καὶ οὕτως αὐτῇ συνειστιάθημεν καὶ τὸν διδόντα τροφὴν θεὸν εὐλογήσαμεν.