Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Το μαρτύριο του Κλήμεντος και τα θαύματα στο σκήνωμά του

Το μαρτυρικό τέλος του αγίου Κλήμεντος στα βάθη της θάλασσας, η ετήσια υποχώρηση των υδάτων και η θαυματουργική διάσωση ενός παιδιού στον υποθαλάσσιο ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 10 από 10

Τηνικαῦτα οὖν ἐπίφθονός τε καὶ βαρεῖα φήμη τὰς τοῦ βασιλέως ἀκοὰς ὑποτρέχει, ἐπιδοῦναι τὰ Χριστιανῶν εἰς πλῆθος ἀριθμοῦ κρεῖττον, καὶ καθ᾽ ἑκάστην αὔξεσθαι τὴν ἡμέραν διδάσκουσα. ἐφ᾽ ᾧ δὴ καὶ Αὐφιδιανὸν αὐτίκα τὸν ἡγεμόνα ἐκεῖνος ἐκπέμπει, ὥστε μὴ μόνον μηδὲ περαιτέρω προελθεῖν αὐτὰ συγχωρῆσαι, ἀλλὰ καὶ τοὺς ἤδη χειρωθέντας ἐπαναγαγεῖν, καὶ ἀποστῆσαι τῆς εὐσεβείας. οὗτος τοίνυν τὴν Χερσῶνα καταλαβὼν καὶ πολλοὺς τῶν Χριστιανῶν πολλαῖς βασάνοις καὶ ποικίλαις ὑποβαλὼν ἐπεὶ πάντας τῇ προθέσει μάρτυρας γεγενημένους ἑώρα, καὶ πρὸς μυρίους παρεσκευασμένους θανάτους, τί ποιεῖ; ἀπέχεται μὲν τοῦ πλήθους δεδοικὼς, μὴ καὶ ἀπὸ τοῦ τέλους μάρτυρας πλείους ἐργάσηται· τὸν αἴτιον δὲ μόνον κολάζει, καὶ πάντα θυμὸν κατὰ τῆς μακαρίας ἐκείνης τοῦ Κλήμεντος ἀφίησι κεφαλῆς. ἐπειδὴ δὲ πάντα οὖν αὐτῷ κοῦφα καὶ εἰς οὐδὲν λογιζόμενα, καὶ ἀφ᾽ ὧν αὐτὸς ἔπασχε μᾶλλον πλείονα τοῖς ἄλλοις παρείχετο τὴν ἀσφάλειαν, σύντομον ἀπαλλαγὴν αὐτῷ τοῦ βίου καὶ ταχεῖαν ἐπινοεῖται, καὶ εἰς μέσην τὸν μάρτυρα τὴν θάλασσαν ἀγαγὼν καὶ ἄγκυραν σιδηρᾶν τοῦ τραχήλου ἐκδήσας καθίησι τῷ βυθῷ, ὅπως μηδὲ λείψανον ἐκείνου, φησὶν, ὑπολειφθείη Χριστιανοῖς.

Ἀλλ᾽ ὁ μὲν ἔῤῥιπτος κατὰ τοῦ πελάγους· τὸ δὲ τῶν Χριστιανῶν πλῆθος ἐπὶ τοῦ αἰγιαλοῦ ἑστὸς ἐθρήνουν ἐλεηνῶς, ὠλοφύροντο καὶ οἰκτροτάταις φωναῖς ἀνεκάλουν τὸν πατριάρχην. Κορνήλιος δὲ καὶ Φοῖβος οἱ μαθηταὶ οἵας τὸ πάθος ἀπῄτει φωνὰς καὶ αὐτοὶ βοῶντες, καὶ οὐκ ἔχοντες, ὅ,τι τῆς συμφορᾶς ποιήσονται παραμύθιον, εὐξώμεθα πάντες ὁμοθυμαδὸν, εἶπον, ὥστε κἂν ἀναδειχθῆναι ἡμῖν τὸ τοῦ μάρτυρος λείψανον. καὶ προσευχομένων αὐτῶν, ὢ τῶν μεγάλων σου δέσποτα τεραστίων, θαυματουργεῖταί τι κἀνταῦθα θεὸς τοῦ Μωσέως παραδοξότερον. ὑποφεύγει μὲν γὰρ ἡ θάλασσα προσωτέρω σταδίους σχεδὸν οὐκ ἐλάττους τῶν εἴκοσι. προσελθόντες δὲ τὸ πλῆθος διὰ ξηροῦ τοῦ ἐδάφους, τῆς θαυμαστῆς σου καὶ τοῦτο Χριστὲ δυνάμεως, εὑρίσκουσι λίθον ἐν εἴδει ναοῦ παρὰ τῆς σῆς ἀποῤῥήτου σοφίας πεποιημένον, καὶ τὸ μαρτυρικὸν σῶμα λαμπρῶς ἐν αὐτῷ κείμενον, καὶ τὴν βαρείαν ἐκείνην ἄγκυραν ἔγγιστά που τοῦ λίθου καὶ αὐτὴν κειμένην.

Ἀλλ᾽ ἀπεκαλύφθη Κορνηλίῳ καὶ Φοίβῳ, ὥστε μὴ τὸ λείψανον ἐκεῖθεν μετακινῆσαι, καλῶς ἐν τῷ βυθῷ κείμενον, καὶ ὅτι καθ᾽ ἑκάστην ἐνιαυτοῦ περιτροπὴν ἐν τῷ καιρῷ τῆς τοῦ μάρτυρος τελειώσεως ὑποχωρήσει παρ᾽ ὅλας ἑπτὰ ἡμέρας τοῖς προσιοῦσιν ἡ θάλασσα, πεζῆ καὶ βάδην αὐτοῖς μέχρι τοῦ λειψάνου τὴν πάροδον ἐπιτρέπουσα. ὅπερ ἐτησίως ἐξ ἐκείνου καὶ εἰς δεῦρο τελεῖται, τὴν ἐπιδημίαν τῆς αὐτοῦ μνήμης οἱονεί τινα ὅρον ἔχον καὶ προθεσμίαν. ἐντεῦθεν αἵρεσις παρ᾽ αὐτοῖς πᾶσα καὶ ἑλληνισμὸς καταλέλυται, τῶν ἐν τῇ τοῦ μάρτυρος μνήμῃ τελουμένων ἐκεῖ σημείων καὶ τῶν θαυμάτων εἰς ἐπίγνωσιν πάντας χειραγωγούντων, καὶ καθαρῶς ἐναγόντων πρὸς τὴν ἀλήθειαν. οὐδενὶ γὰρ τῶν ὑπό τινος ἀνηκέστου κακοῦ πιεζομένων τῆς τοῦ ὕδατος ἐκείνου μεταλήψεως καὶ τοῦ ῥαντισμοῦ πλέον ἐδέησε πρὸς τὴν τοῦ κατέχοντος αὐτὸν πάθους ἀπαλλαγήν.

Ἀλλὰ ταῦτα μὲν δὴ τοιαῦτα καὶ οὕτως ἔχοντα· ἐκεῖνο δὲ καὶ λίαν πολλῷ μεῖζον καὶ ἱκανὸν τὰ προλαβόντα πιστώσασθαι. ἐπειδὴ γὰρ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἰς πέλαγος ὁ μάρτυς ἠφίετο, καὶ εἰς ὑδάτων μυχοὺς ἔῤῥιπτο, ἥ τε θάλασσα ὑπέβαινε ποῤῥωτέρω, καθάπερ ὑπὸ πόδα χωροῦσα, καὶ μηνυτὴς τοῦ λειψάνου παραδόξως γινομένη, καὶ βυθὸν πεζεύειν τῷ βουλομένῳ παρέχουσα, πολὺ μέντοι πλῆθος τηνικαῦτα Χριστιανῶν πρὸς τὴν τοῦ λειψάνου θέαν ἠπείγοντο. μετὰ δὲ ταῦτα καὶ ἡ μεγίστη ἑορτὴ τὸ θαῦμα ἤγετο, ἐκεῖνο δὲ μᾶλλον ἐποίει τὴν ἑορτὴν, οὐ γεγονὸς ἅπαξ, εἶτα παυσάμενον, ἀλλὰ καθ᾽ ἑκάστην ἐνιαυτοῦ περίοδον ὁμοίως τελούμενον, καὶ τὰς εὐσεβεῖς ψυχὰς συγκαλοῦν εἰς ἑστίασιν. ἐπεὶ τοίνυν οὕτω ταῦτα καὶ οἱ κατὰ Χερσῶνα πάντες Χριστιανοὶ πρὸς τὴν τοῦ θαύματος πανήγυριν ἐτησίως συνέτρεχον, θαυματουργεῖ τι κἀνταῦθα θεὸς τῶν προγεγονότων παραδοξότερον.

Ἀνὴρ γάρ τις θεοσεβὴς ἅμα γυναικὶ καὶ ἄῤῥενι τέκνῳ τοῦ θαύματος ἤδη τελουμένου πρὸς τὸ μαρτυρικὸν ἐκεῖνο καὶ αὐτοὶ σῶμα μετὰ τοῦ συῤῥέοντος πλήθους ἐχώρουν. τὸ πέλαγος οὖν ἐκ ποδὸς διαβάντες καὶ τὸν ἐν μυχῷ τούτου καταλαβόντες ναὸν, τῆς χειρὸς λαβόμενοι τοῦ παιδὸς οἱ πατέρες ἐπεὶ τοῦ ναοῦ ἔνδον ἐγένοντο, καὶ τὴν ἁγίαν ἐκείνην περιστάντες σορὸν, τάτε ἄλλα ἐδέοντο τοῦ ἁγίου, καὶ ὑπὲρ τοῦ παιδὸς ἐλιπάρουν, ὅσα τοὺς πατέρας εἰκός. εὐξάμενοι οὖν καὶ θερμῶς τὸν τάφον περιπτυξάμενοι, αὐτοὶ μὲν ἤδη τῆς πανηγύρεως τελεσθείσης καὶ οἴκαδε πάντων ἐπανιόντων ὀπίσω πάλιν μετὰ τοῦ συνδραμοῦντος πλήθους ἐχώρουν. τὸ παιδίον δὲ τοὺς τεκόντας λαθὸν, οὐκ οἶδ᾽ ὅπως, μόνον παρὰ τῇ σορῷ καταλέλειπται, πάντως τῆς ἀκαταλήπτου προνοίας τοῦ θεοῦ καὶ τοῦτο οἰκονομησαμένης, ἵνα τιμήσῃ πλέον τὸν καὶ ψυχὴν καὶ σῶμα δι᾽ αὐτὸν ἡδέως προϊέμενον. καὶ τὸ μὲν ὕδωρ ἐπαναστρέφον εἰς τὰ οἰκεῖα ἐκάλυπτε τὸν βυθὸν, καὶ πέλαγος αὖθις ἐγίνετο.

Οἱ πατέρες δὲ μικρὸν ἀπὸ τοῦ λειψάνου προελθόντες ὡς ἤδη τὸν παῖδα παρ᾽ αὐτοῖς οὐχ ἑώρων, εἰς ἔρευναν αὐτοῦ τρέπονται· καὶ ὀπίσω στραφέντες, ὥστε τὸ παιδίον εὑρεῖν, πέλαγος ὁρῶσι πάλιν τὴν ἐπὶ τὸ λείψανον ἑξῆς φέρουσαν· καὶ αὐτίκα θορυβοῦνται, ταράττονται, κλονοῦνται, θερμότερον ὁρμῶσι πρὸς τὴν τοῦ παιδὸς ζήτησιν. τὸ δὲ ἄρα ἦν ἐν τῇ σορῷ καταλελειμμένον. ἐπεὶ δὲ πολλὰ καμόντες τὸ παιδίον οὐχ εὗρον, ἀλλ᾽ ἐν τῷ βυθῷ καταλελεῖφθαι αὐτοῖς ἐνομίσθη, ὥσπερ ἄρα καὶ ἦν, μακρόν τε καὶ γοερὸν ἀνεβόων ἀνακαλούμενοι τὸν υἱὸν καὶ τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. εἶτα καὶ πρὸς τὸν ἅγιον, οἷά περ ἂν ὀδυνωμένη ψυχὴ φθέγξαιτο, ἔλεγον θάνατον ἑαυτοῖς ἀντὶ τῶν παρόντων εὐχόμενοι, ἕως τῶν πλησίον τινὲς περιπεσόντες αὐτοῖς ἐκλελυμένοις ὑπὸ τῶν θρήνων ἤδη, καὶ πολλὰ ἐπὶ τῷ πάθει καὶ αὐτοὶ ἐκχέαντες δάκρυα, παρεμυθήσαντό τε αὐτοὺς καὶ ὑφεῖναι τῆς μακρᾶς λύπης ἐποίησαν. ἀλλὰ πρὸς τὴν οἰκίαν ἐκείνων ἐπανελθόντων μεῖζον καὶ πάλιν τὸ πάθος ἐγίνετο, καὶ ἱμάτιον ὀφθὲν τοῦ παιδὸς, εἴτε τινὰ τῶν ἐκείνῳ συνήθων εἰς μνήμην τοῖς πατράσιν ἐλθόντα χαλεπωτέραν αὐτοῖς ἐποίει τὴν συμφοράν.

Τοῦ ἐνιαυτοῦ δὲ ἤδη περιελθόντος καὶ τῆς λαμπρᾶς ἑορτῆς ἐκείνης ἄγεσθαι πάλιν μελλούσης ἐκέντει τε αὐτοὺς ἐπὶ πλέον τὸ πάθος, καὶ σφοδρότερον πάλιν τοῦ παιδὸς ἀνεμίμνησκε. καὶ δῆτα πρὸς ἀλλήλους ἴωμεν, φασὶ, πρὸς τὸν τάφον· ἴδωμεν, εἴ τι τοῦ παιδὸς ὑπολέλειπται λείψανον, εἴ πως κἂν αὐτὸ κομιούμεθα. ταῦτα καὶ ὅσα τοῦ πάθους πρὸς ἑαυτοὺς κοινολογησάμενοι προέρχονται τῆς οἰκίας πενθικῶς ἐσκευασμένοι καὶ τὰς ὁράσεις ὑπὸ τῶν δακρύων ἐκτετηκότες, καὶ παρὰ τὸν αἰγιαλὸν ἀφικνοῦνται. καὶ ὑποχωρεῖ μὲν εὐθέως ἡ θάλασσα τῆς προθεσμίας καταλαβούσης. ἀκολουθοῦσι δὲ αὐτοὶ πρῶτοι, καὶ κατὰ πόδας ἕτεροι πάλιν, τῇ θαλάσσῃ καθάπερ ὁδηγῷ χρώμενοι. καὶ τὸν αὐτομάτως οἰκοδομηθέντα ναὸν ἐκεῖνον, μᾶλλον δὲ τὸν ὑπὸ τῆς σῆς, δέσποτα, σοφίας δημιουργηθέντα καταλαβόντες, ὁρῶσι τὸ παιδίον, ὢ τοῦ θαύματος, ζῶν καὶ ἁλλόμενον παρὰ τῷ ναῷ. καὶ πρῶτον μὲν ἀμφιβόλως εἶχον πρὸς τὰ ὁρώμενα λογιζόμενοι, μὴ οὐχ ὁ παῖς ᾖ τὸ φαινόμενον. ἐπεὶ δὲ καὶ τοῖς γνωρίσμασι καὶ τοῖς σχήμασι πάντοθεν εἰς πίστιν αὐτοὺς τὸ παιδίον ἐνῆγε, καὶ τοῦτον ἐκεῖνον εἶναι τὸν υἱὸν ἐπίστευσαν, περιχυθέντες εὐθέως αὐτῷ, καὶ ὀφθαλμοὺς καὶ χείλη προσφύντες, ἔκλαιόν τε μέχρι πολλοῦ, τὰ γλυκέα δὴ ταῦτα ὑφ᾽ ἡδονῆς προχέοντες δάκρυα, καὶ θερμῶς αὐτὸν ὥσπερ γυμνῇ τῇ ψυχῇ κατεφίλουν.

Ἔπειτα μικρὸν ἑαυτοὺς ἀναλαβόντες ἠρώτων ἀκριβῶς ἕκαστα τὸ παιδίον, ὅπως οὕτω παραδόξως διεσώθη, τίνος φυλάττοντος, τίνος τρέφοντος, τίνος θάλποντος, τίνος ζωογονοῦντος. τὸ δὲ τῇ μὲν λαιᾷ χειρὶ τὴν σορὸν κατέχον, θατέρᾳ δὲ τὸν ἐν αὐτῇ κείμενον ὑποδεικνύον οὗτός μοι καὶ τῆς ζωῆς πάροχος, ἔλεγε, καὶ τροφεὺς καὶ φύλαξ, παρ᾽ ἑαυτῷ γνησίως ἀεί με τηρῶν καὶ καλῶς τιθηνούμενος. θαύματι οὖν οἱ τεκόντες ἀποῤῥήτῳ σὺν ἡδονῇ ληφθέντες τοὺς προτέρους θρήνους καὶ τὰ σκυθρωπὰ τοῦ πάθους ἐκεῖνα ῥήματα εἰς φαιδρότητα καὶ εὐχαριστίαν μετέβαλον θαυμαστὸς, λέγοντες, ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ὅσα ἑξῆς προστιθέντες. ἐπανέρχονται τοίνυν μακάριοι καὶ ζηλωτοὶ πρὸς τὴν οἰκίαν, ὃν ὡς νεκρὸν ἐπένθουν, καὶ τάφον αὐτῷ θαλαττίου γαστέρα θηρὸς ἐπεφήμιζον, μᾶλλον δὲ οὗ μηδὲ λείψανον εὑρεῖν προσεδόκων, τοῦτον μεθ᾽ ἑαυτοῦ βαδίζοντα ἔχοντες, καὶ συλλαλοῦντα ὁρῶντες, ἄφατόν τι χρῆμα πατράσιν εἰς ἡδονὴν, καὶ ἀπόῤῥητον γλυκύτητα τοῖς ἐκείνων σπλάγχνοις ἐναποστάζον.

Οὕτω τιμᾶν οἶδεν ὁ κοινὸς ἁπάντων δεσπότης Χριστὸς τοὺς δι᾽ αὐτὸν παθόντας τῶν οἰκετῶν καὶ τοσοῦτον κίνδυνον ἀναδεξαμένους, τοιαύτῃ θαυμάτων ὑπερβολῇ, τοιαύταις λαμπρότησιν, ὧν γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ πατρὶ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.