Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Περιοδείες και κηρύγματα του Πέτρου στις πόλεις της Φοινίκης

Το έργο του αποστόλου στην Τύρο, τη Σιδώνα, τη Βηρυτό και την Τρίπολη. Περιλαμβάνεται η αναίρεση των ελληνικών μύθων, ιάσεις ασθενών, η βάπτιση του Κλήμεντος και η εκκλησιαστική οργάνωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 4 από 10

Μέλλοντί μοι πρὸς τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ, βούλομαι τὸ τάχος ὑμᾶς ἐκεῖ γενομένους καὶ παρὰ τῇ Χαναανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας τὰ κατὰ τὸν Σίμωνα πάντα διερευνησαμένους ἀκριβῶς γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα καταλιπόντες αὐτὸν εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα. καὶ παρὰ τῇ προειρημένῃ Χαναανίτιδι καταχθέντες καὶ δαψιλοῦς παρ᾽ αὐτῇ ξενίας καὶ φιλοτίμου τυχόντες περὶ τοῦ Σίμωνος αὐτίκα διελεγόμεθα· Σίμων οὗτος ὁ μάγος, εἰπόντες, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, φυγὰς ἐνταῦθα ὡς εἶχεν εὐθὺς ἀπέδρα, καὶ λοιδορούμενος αὐτῷ συναρπάζει τὰς τῶν ἁπλουστέρων ψυχὰς, καὶ μάγος ὢν αὐτὸς μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος ὢν οὗτος τὸν ἀπόστολον πλάνον ἀποκηρύττει καὶ διὰ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγῇ αἰσχρῶς ἑαυτὸν ἐπιτρέψας φάσκει νενικηκέναι.

Ἡ Βερνίκη μὲν οὖν οὕτω καὶ αὐτὴ ταῦτα ἔχειν εἶπε, καὶ τἄλλα δὲ παρ᾽ ἑαυτῆς τὰ λειπόμενα προσετίθει. φαντάσματα γὰρ, ἔφη, μετὰ τὸ τῇδε αὐτὸν ἐπιστῆναι καὶ ἰνδάλματα καθ᾽ ἑκάστην ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν πᾶσαν ἐκπλήττει τὴν πόλιν· ὡς ἀνδριάντας μὲν αὐτοῦ διερχομένου κινεῖσθαι, καὶ σκιὰς δὲ πολλάκις αὐτοῦ προηγεῖσθαι, ἃς καὶ τῶν τεθνηκότων ψυχὰς αὐτὸς ὀνομάζει. πολλοὺς δὲ αὐτὸν καὶ γόητα λέγοντας ὕστερον εἰς εὐωχίαν δῆθεν καλέσας βοῦν τε θύσας καὶ αὐτοὺς ἑστιάσας διαφόροις περιέβαλε νόσοις, καὶ δαίμονας δὲ αὐτοῖς ἐνῆκε· καὶ ὅλως πολλοὺς κακώσας θεὸς εἶναι νενόμισται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον πῦρ ἀναφθὲν κατασβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ, μηδὲν ἐγχειρήσητε πρὸς αὐτὸν, πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἀφίκηται, ὃς τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς δυνήσεται μόνος πρὸς τοσαύτην δυναστείαν ἀνταγωνίσασθαι.

Ταῦτα τῆς Βερνίκης εἰπούσης, ἡμεῖς ἕωθεν πάντα τὰ κατὰ τὸν Σίμωνα γράψαντες εἰς περίπατον ἐτραπόμεθα. καὶ δὴ καὶ Ἀππίων ὑπαντᾷ ἡμῖν μεθ᾽ ἑτέρων τριάκοντα, Ἀππίων ἐκεῖνος, οὗ πρόσθεν ἐμνήσθημεν. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας τε καὶ κατασπασάμενος οὗτός ἐστι Κλήμης, ἔφη τοῖς μετ᾽ αὐτοῦ, περὶ οὗ πολὺν ἐν εὐγενείᾳ τε καὶ τρόπων ἐλευθερίᾳ πρὸς ὑμᾶς ἐποιούμην λόγον, ὅ τι ἀνὴρ γένος τε ὢν ἀπὸ Καίσαρος Τιβερίου καὶ πᾶσαν Ἑλληνικὴν παιδείαν ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ, συναγωνίσασθέ μοι πρὸς τὴν τούτου διόρθωσιν. ἐφ᾽ ὑμῶν γὰρ αὐτοῦ πυνθάνομαι, καὶ λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ καὶ τὰ μέγιστα ἀσεβεῖ τὰ πάτρια μὲν καταλιπὼν, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα καὶ ἀλλόκοτα.

Κἀγὼ πρὸς αὐτὸν τὴν μὲν πρὸς ἐμέ σου, φημὶ, ἀγαθὴν προαίρεσιν ἀποδέχομαι· τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτιπερ ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναι με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα. προφάσει γὰρ φιλίας λανθάνεις πρὸς ἀπάτην ἡμᾶς ἐκκαλούμενος. καὶ ὁ Ἀππίων οὐκοῦν ἀγνωσία σοι δοκεῖ τὰ πάτρια, ἔφη, φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ τὸν εὐσεβεῖν προῃρημένον, ἀπεκρινάμην, οὐ πάντως φυλάσσειν τὰ πάτρια δεῖ· ἀλλὰ φυλάσσειν μὲν, ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ μὴ οὕτως ἔχοντα. ἐνδέχεται γὰρ, τινὰ πατρὸς ἀσεβοῦς ὄντα καὶ βουλόμενον εὐσεβεῖν μὴ τὰ τοῦ πατρὸς ἐθέλειν μιμεῖσθαι, καὶ κατ᾽ ἴχνος αὐτοῖς ἕπεσθαι. καὶ ὁ Ἀππίων τί οὖν, τὸν σὸν πατέρα φῂς οὐκ ἀγαθοῦ γεγονέναι βίου; κἀγὼ ἔφην, ὅτι κακοῦ μὲν αὐτὸν οὐκ ἂν εἴποιμι, πλὴν ὅτι τοῖς ψευδέσι καὶ κακοῖς τῶν Ἑλλήνων ἐπίστευε μύθοις. καὶ ὃς τίνες οἱ μῦθοι οὗτοι; φησίν. ἐγὼ δὲ ὑπολαβὼν ἡ περὶ τὸν θεὸν, εἶπον, οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς, μετὰ τῶν ἄλλων ἀκούσῃ φιλομαθῶν.

Διὸ πρὸ τῶν διαλόγων εἴς τινα πλείονα παρεχόμενον ἡσυχίαν ὑποχωρήσωμεν τόπον. καὶ δὴ προϊόντες, ἔνθα ναμάτων ἦν ψυχρῶν καθαρὰ ῥεύματα καὶ δένδρων παντοίων χλοερῶν τέρψις, ἐκαθεζόμεθα. ἐπεὶ δὲ πάντες ἦσαν ὁρῶντες ἀτενῶς εἰς ἐμὲ, οὕτω τοῦ πρὸς αὐτοὺς ἄρχομαι λόγου· Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες ἐκείνους ἔχωσι τοῦ κακοῦ συνηγόρους. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο τὴν λεγομένην γένεσιν, καὶ παρ᾽ αὐτὴν οὔτε πάσχειν τινὰ δυνατὸν εἶναί φασιν, οὔτε ποιεῖν, ἵνα νομίσαντες, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν, οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχωνται, καὶ ἁμαρτάνοντες μὴ μεταμέλωνται, ἐφ᾽ οἷς ἠσεβήκασιν. ἄλλοι δὲ ἀπρονόητα δογματίζουσι τὰ παρόντα, καὶ αὐτομάτως φέρεσθαι τὸ πᾶν εἰσάγουσι, μηδενὸς ἐφεστηκότος δεσπότου· ὃ δή που καὶ πάντων ἐστὶ χαλεπώτατον, οὕτω τὸν θεὸν βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας, ὥστε μηδὲ εἶναι λέγειν τὸν ἐφεστῶτα καὶ προνοούμενον καὶ τὰ κατ᾽ ἀξίαν τῷ πάντι ἀπονέμοντα. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται. τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.

Ὁ δὲ τῶν, ὡς ὑμεῖς φατὲ, βαρβάρων λόγος εὐσεβέστατός ἐστιν, ἕνα θεὸν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις συγχωροῦντα τὰ ἁμαρτήματα· δίκαιον δὲ, ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ᾽ ἀξίαν τῶν πεπραγμένων ἀποδιδόντα. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει· καὶ ὁ σωφρόνως βεβιωκὼς τῆς αἰωνίου λυτροῦται κολάσεως.

Ἑκάστου δὲ τῶν παρ᾽ ὑμῖν λεγομένων τὰς ἀσεβεῖς διελέγχων πράξεις, τοῦ Διός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ᾽ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε, ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, καὶ ἀπ᾽ αὐτοῦ γε πρότερον, εἰ δοκεῖ, τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγεται, καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς τὰ μόρια θερίσας τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν εἰκόνας καὶ τύπους παρέσχετο. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὑτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν ἐθέλουσι τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν, ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. καὶ μοιχοῖς ὑπὲρ μοιχείας βοηθῶν, αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφογαμεῖν δὲ προτρέπεται ἀδελφαῖς οὗτος συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι καὶ Ἀφροδίτῃ τῇ οὐρανίᾳ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν καὶ θεὸς εἶναι τοῖς ἰδιώταις ὁ μῦθος δογματισθῇ.

τούτων οὐχ ὡς ἔτυχεν ἐγὼ καταγνοὺς τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ᾽ ἀξίαν, ὧν ἔπραξεν, ὅπου δή ποτε ἀπολαμβάνει.

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκε τῷ λόγῳ· τί γάρ; οὐχὶ καὶ Ἕλληνες καὶ οἱ Ἑλλήνων νόμοι ἀπαγορεύουσι τὰ τοιαῦτα, καὶ τοὺς μοιχούς τε καὶ ἄλλως τὰ ἐναντία πράττοντας τιμωρεῖσθαι νομοθετοῦσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις διαπραξάμενοι κόλασιν οὐ τὴν τυχοῦσαν ὀφείλουσι. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες δοῦναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοὶ, ἀλλὰ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν ἁμαρτάνειν πάντως τολμήσειεν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτάνειν παραιτήσεται.

Ταῦτα ὁ Ἀππίων ἀκούσας ᾔδειν, ἔφη, ἐξ ὅτε ἤκουσα Χριστιανοῖς σε προσομιλοῦντα ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κἀγὼ πρὸς αὐτόν· οὐκοῦν ἐπανορθοῦσιν ἤθη μὴ χρηστὰ ὁμιλίαι καλαί. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ᾖσαν ὥσπερ ἡδόμενοι τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις· ὅθεν καὶ τῇ ὑστεραίᾳ ἀξιώσαντες ἀφικέσθαι πάλιν, τό γε νῦν ἔχον ὑπεχώρουν. τῇ δὲ ἐπαύριον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι, καὶ αὐτῆς δὲ τῆς Τύρου πολλοὶ, καὶ ἐπεφώνουν λέγοντες· ὁ θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. στὰς οὖν ὁ Πέτρος ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσι καταφανὴς εἶναι καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο· Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι βουλομένων· δυνατὸς γάρ ἐστι καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ᾽ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσέλθητε, εὖ ἴστε, ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ θεῷ ἀρέσκοντα μετερχόμενοι.

ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ τὸ αὐτῷ τε προσεύχεσθαι, καὶ τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μιάσματος ἀσπίλους ἑαυτοὺς συντηρεῖν, ἐν πολλοῖς σώμασι μιᾷ γνώμῃ στοιχοῦντας ὅπερ ἕκαστος ἑαυτῷ θέλει, τοῦτο καὶ περὶ τοῦ πλησίον φρονεῖν. φησὶ γάρ· οὐ θέλεις φονευθῆναι; σὺ ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν ὅλως κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντές τε καὶ μετιόντες θεῷ προσφιλεῖς ἔσεσθε καὶ τῆς ἰάσεως ἐπιτεύξεσθε.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες, εἶτα καὶ θεραπείας ἀξιωθέντες τῷ ἱερῷ προσῆλθον βαπτίσματι. ταῦτα καὶ Σιδώνιοι μαθόντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, μετάκλητον ποιοῦντες πρὸς αὐτοὺς, ἅτε δὴ διὰ τὰς νόσους ἀδυνάτως αὐτοὶ ἔχοντες πρὸς ἐκεῖνον φοιτᾶν. ὁ Πέτρος τοίνυν ἡμέρας ὀλίγας ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ πάλιν ὁ μάγος ἥκοντα ἤδη τὸν Πέτρον μεμαθηκὼς, φεύγειν ἠγάπα, καὶ πρὸς Βηρυτὸν ἐχώρει μετὰ Ἀππίωνος καὶ τῶν ἑταίρων αὐτοῦ.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐπὶ κλινῶν φέροντες εἰς ὄψιν ἐτίθεσαν. ὁ δὲ Πέτρος πρὸς αὐτοὺς μή με νομίσητε, ἔφη, δύνασθαί τι πρὸς ὑμετέραν ἴασιν, ἄνθρωπον ὄντα θνητὸν καὶ αὐτὸν καὶ πολλοῖς πάθεσιν ὑποκείμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δι᾽ οὗ σωθῆναι δυνατοὶ ἔσεσθε, οὐ φθονῶ, ὡς ἂν καὶ αὐτὸς ὑπὸ Χριστοῦ διδαχθεὶς καὶ μαθητὴς ἐκείνου τοῦ ἀγαθοῦ γενόμενος. τοιαῦτα καὶ ἐν Σιδῶνι τοῦ Πέτρου παραινοῦντος τοῖς συνιοῦσιν, ἐν ὀλίγαις ἡμέραις πολλῶν κἀκεῖ μετανοίᾳ χρησαμένων καὶ πιστευσάντων, εἶτα καὶ θεραπείας ἀξιωθέντων ἐκκλησίαν συνέστησε. καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας ἐπίσκοπον ἔξεισι τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ σεισμὸς ἐγένετο· καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ βοηθεῖν ἐδέοντο. πεφοβήμεθα γὰρ, ἔλεγον, μὴ καὶ παντελῶς ἀπολώμεθα. τότε καὶ ὁ Σίμων τολμήσας Ἀππίωνι ἅμα καὶ Ἀννουβίωνι, Ἀθηνοδώρῳ τε καὶ ὅσοι ἕτεροι ἦσαν αὐτῷ προσηταιρισμένοι δημοσίᾳ τοῖς ὄχλοις ἐβόα τὸν Πέτρον ὑποδεικνύς· φεύγετε τοῦτον, ὦ ἄνδρες, πάσῃ σπουδῇ, φεύγετε· μάγος ἐστὶ λέγων, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς οὗτος ἐν ὑμῖν εἰργάσατο καὶ τὰς νόσους ἐκίνησεν, ἵνα ὑμᾶς καταπλήξῃ καὶ θεὸς ἄντικρυς παρ᾽ ὑμῖν νομισθῇ. ἡσυχίαν δὲ τοῦ λαοῦ παρασχόντος ὁ Πέτρος βραχὺ ὑπομειδιάσας μετὰ πολλῆς μάλα τῆς παῤῥησίας ἄνδρες, ἔφη, ἅπερ οὗτοι λέγουσι θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι, περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκ βάθρων αὐτῶν ἀναστρέψαι πόλιν.

Τῶν δὲ ὄχλων ὑποπληξάντων, εἶτα προθύμως ἐπαγγελλομένων τὰ ὑπ᾽ αὐτοῦ κελευόμενα πράττειν ὁ Πέτρος μηδεὶς ὑμῶν, ἔφη, τὸ ἑξῆς ὁμιλείτω μάγοις, μηδ᾽ ὅλως εἰς λόγους αὐτοῖς ἐρχέσθω. οἱ δὲ ὄχλοι ἐπεὶ ταῦτα ἤκουσαν, τοῖς περὶ τὸν Σίμωνα εὐθὺς ἐπετίθεντο, καὶ πάντας ἐν ὀλίγῳ τραυματίας ποιήσαντες οὐκ ἀνῆκαν αὐτοὺς παίοντες, ἕως παντελῶς τῆς πόλεως ἐξεδίωξαν. ἔπειτα προσιόντες ὅσοι νόσοις αὐτῶν καὶ δαίμοσι προσεπάλαιον, πρὸ τῶν αὐτοῦ ποδῶν ἔκειντο. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δέ τινας ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει καταρτίσας τε καὶ βαπτίσας ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.

Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν, ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, αὐτὸς βραχὺ παραμείνας αὐτοῖς καὶ θεραπεύσας τῶν ἐν Βύβλῳ πολλοὺς καὶ τὴν εὐσέβειαν αὐτοὺς ἐκδιδάξας κατ᾽ ἴχνος τοῦ Σίμωνος εἰς Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ τῶν φιλομαθεστέρων πολλοὶ συνῆλθον ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου· οὐχ ἥκιστα δὲ καὶ τῶν ἀπ᾽ αὐτῆς τῆς πόλεως ὄχλων πλείους συνέῤῥεον ἱστορῆσαι Πέτρον βουλόμενοι. ἔνιοι δὲ τῶν ἀδελφῶν, οἳ καὶ ἦσαν ὑπ᾽ ἐκείνου προεκπεμφθέντες, διηγοῦντο ἡμῖν τά τε κατὰ τὴν πόλιν, καὶ τὰ πραττόμενα παρὰ Σίμωνος ἀκριβῶς, ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαροώνου ἦγον οἰκίαν.

Ὁ δὲ Πέτρος ἐπ᾽ αὐτῷ ἤδη τῷ τῆς ξενίας πυλῶνι γεγονὼς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, αὔριον περὶ θεοσεβείας διαλεχθῆναι. ἐπεὶ δὲ καὶ εἰσῆλθε, μὴ μεταλαβεῖν πρότερον ἔφη τροφῆς, πρὶν ἢ τοὺς συνεληλυθότας διαναπαύσει. ἀποκριναμένων δὲ ἡμῶν, ὅτι σπουδῇ πάντας αὐτοὺς διαναπαύσομεν, ὁ Πέτρος ἀκούσας καὶ εὐλογήσας ἡμᾶς ἐξῆλθε· καὶ λουσάμενος ἐν τῇ θαλάσσῃ καὶ εἰσελθὼν, εἶτα καὶ σιτίων μεταλαβὼν ἑσπέρας καταλαβούσης ὕπνωσεν.

Ἄρτι δὲ περὶ τὰς δευτεραίας τῶν ἀλεκτρυόνων ᾠδὰς ἀναστὰς καὶ εὑρὼν ἡμᾶς ἤδη ἐγρηγορότας, οἳ καὶ ἦμεν σὺν αὐτῷ πάντες ἑκκαίδεκα, αὐτός φημι Πέτρος, κἀγὼ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα, μετὰ τὸ προσαγορεῦσαι πάντας εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων αὐτῷ, ὅτι Σίμων ὁ μάγος μαθών σε τῇ Τριπόλει ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν αὐτὸς ᾤχετο. τὰ δὲ πλήθη τὴν μίαν ταύτην νύκτα ἐνιαυτοῦ περίοδον ἡγησάμενοι, τὴν δοθεῖσαν ὑπὸ σοῦ προθεσμίαν οὐ δυνάμενοι ἀναμένειν πρὸ τῶν θυρῶν ἑστήκασι κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις, περὶ τῆς τοῦ Σίμωνος μοχθηρίας διομιλοῦντες. ὅτι μετεωρίσας αὐτοὺς καὶ ὑποσχόμενος ἐπὶ πολλοῖς σε κακοῖς ἐλθόντα ἐλέγξειν, ἐπιδημήσαντα γνοὺς νύκτωρ διέφυγε· πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου.

Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελειοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰρηκότος, ὅτι πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης· καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ κεκληκότος θεοῦ· ἐὰν δὲ μετὰ τὸ κληθῆναι τὰ ἀγαθὰ πράξωσι, τοῦτο αὐτῶν ἴδιον, καὶ τῆς προσηκούσης τεύξονται μισθαποδοσίας. ταῦτα εἶπε, καὶ τὸν πολὺν ὄχλον ἰδὼν πρᾴως καθάπερ ἥσυχόν τι ῥεῦμα ποταμοῦ ἐπιῤῥέοντα ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐστὶν ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν κεκηπευμένον τόπον καὶ ὕπαιθρον αὐτὸν ἄγοντος εἵποντο καὶ οἱ ὄχλοι.

Καὶ ὁ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ μετεώρου στὰς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, ἰδὼν πολλοὺς τῶν παρεστώτων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους βρύχοντάς τε μετ᾽ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν ἐπιτάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι καθυποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως· Ὁ μόνος ἀγαθὸς θεὸς τὰ πάντα καλῶς πεποιηκὼς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἐξαπέστειλε τὸν μονογενῆ αὑτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὰ ἐκείνῳ δοκοῦντα ἐκφάναι καὶ νόμον αἰώνιον δοῦναι, ἵνα φυλάσσοντες αὐτὸν διὰ παντὸς καὶ βαπτισθέντες εἰς ἄφεσιν ἁμαρτιῶν τῆς αἰωνίου ζωῆς καταξιωθῶμεν. σπουδάσατε δὲ πρότερον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν ἔνδυμα τῆς ἀπιστίας, ὅπερ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, εἰ μὴ πρότερον ἐπὶ καλαῖς πράξεσι βαπτισθῆτε, καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτῶν κοινωνεῖτε· μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισεῖτε ἀλλήλους, μηδὲ κλέπτετε, μηδὲ κακαῖς τισὶ πράξεσιν ὅλως ἐπιχειρεῖτε.

Ταῦτα εἰπόντος αὐτοῦ καὶ ἀπὸ τῶν γραφῶν πολλὰ παραινέσαντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυχόντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ προσευξάμενος τὴν ἀπαλλαγὴν ἑκάστῳ τοῦ πάθους παρέσχετο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ δόξαν ὑπὲρ τούτου προσενεγκεῖν τῷ θεῷ. βεβαίως οὖν πιστεύσαντες ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν τοῦτο λαβόντες ἐντολὴν, ὥστε πρωϊαίτερον συνελθεῖν.

Τῇ οὖν ἐπιούσῃ ὁ Πέτρος ἅμα τοῖς συνοῦσιν ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν τόπον πάλιν ἐλθὼν ὁ θεὸς, ἔλεγε πρὸς αὐτοὺς, πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος καὶ νῦν ἐπὶ πᾶσι μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ κατὰ τὸ ἀρέσκον αὐτῷ βιώσαντες, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ ἀξίαν ἕκαστος ἀπολαύσῃ. διὸ νῦν ἄρξασθε γνώσεως ἀγαθῆς θεῷ πειθόμενοι ἀντιλέγειν ταῖς ἑαυτῶν ἀτόποις ἐπιθυμίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι νεμηθεῖσαν χάριν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά· καὶ τῷ δεδωκότι εὐχαριστήσετε εἰς ἀεὶ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν, ἀπολουσάμενοι τῇ μακαρίᾳ τῆς τριάδος ἐπικλήσει πρότερον, εἴ τις κηλὶς, εἴ τις σπῖλος ταῖς ὑμετέραις ἐπιπολάζει ψυχαῖς. οὕτω γὰρ οὐ μόνον τὰ ἐνδομυχοῦντα πνεύματα ὑμῖν ἀποδιῶξαι δυνήσεσθε, ἀλλὰ καὶ τὰ ἑτέροις ἐνοχλοῦντα δαιμόνια σὺν τοῖς ἄλλοις πάθεσιν ἀπελάσετε. ταῦτα εἰπὼν τοῖς ὑπό τινων παθῶν ὀχλουμένοις ἐκέλευσεν αὐτῷ προσιέναι, καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ ἐξαυτῆς ἰασάμενος ἐνετείλατο ὀρθριαίτερον συνελθεῖν.

Τῇ δὲ τρίτῃ ἡμέρᾳ περὶ ὄρθρον ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος ἐκαθέσθη. ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας, ὥσπερ ἀκοῦσαί τι βουλομένους, συνεὶς ἔφη· πρὸ πάντων, ὦ φίλοι, ὁ θεὸν σέβειν αἱρούμενος εἰδέναι ὀφείλει, ὅτι ἐν τρισὶν ὑποστάσεσιν οὗτος γνωρίζεται. ἔστι δὲ τὸ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον, τὸ πάντων κτισμάτων εἶναι δημιουργὸς, πάντα περιέχων, πάντα τε περιορίζων, ὡς ὑπὲρ πάντα ὢν καὶ πάντα δημιουργήσας. ταῦτα εἰπὼν καὶ πολλὰ περὶ θεοσεβείας διδάξας ἐκέλευσε τοὺς δαιμονῶντας καὶ νόσοις τισὶ κατειλημμένους αὐτῷ προσφέρεσθαι. προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν ὑγιαίνοντας.

Τῇ δὲ ἐπιούσῃ πάλιν ἡμέρᾳ διαναστὰς καὶ προσευξάμενος, εἶτα καὶ σὺν ἡμῖν καθεσθεὶς λέγειν ἤρξατο οὕτως· τὸν μέλλοντα προσιέναι τῷ θεῷ χρὴ νήφειν, χρὴ σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸν εἶναι τῇ καρδίᾳ καὶ ἁγνὸν τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὓς ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἔφησεν· οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου. φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. ἀληθῶς γὰρ ὁ καθάρας τὸ ἔσω, καὶ τὸ ἔξω καθάραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων, πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.

Ταῦτα εἰπὼν καὶ ἕτερα πλείονα περὶ ἁγνισμοῦ, τῶν τριῶν ἤδη μηνῶν πληρωθέντων, ὧν νηστεῦσαί με ἐκέλευσεν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ λαβὼν ἄρτον καὶ εὐλογήσας καὶ κλάσας μετέδωκεν ἡμῖν τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ οὕτως εὐωχηθέντες οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει δόξαν καὶ εὐχαριστίαν ἀποδεδώκαμεν τῷ θεῷ. πολλοῦ τε ὄχλου συναθροισθέντος, νόσους, πάθη, δαίμονας ἀπελάσας ὁ Πέτρος καὶ βαπτίσας πολλοὺς Μαροώνην, τὸν ἀποδεξάμενον αὐτὸν ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος καὶ περὶ τῆς κατὰ τὴν ἐκκλησίαν τάξεώς τε καὶ ἁρμονίας συλλαλήσας τῷ ἐπισκόπῳ τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ὁδὸν ἐπορεύετο.

Ἐκβάντες δὲ τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν· καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τὰ τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ ὁ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον εἰσιοῦσι κατὰ πόλιν ἡμῖν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, ὅπως μήτε οὗτοι λυπηθῶσι κωλυθέντες συνεῖναι ἡμῖν, μήτε ἡμεῖς περίβλεπτοι γενόμενοι, φθόνου τοῖς ἄλλοις καταστῶμεν αἴτιοι. τούτου ἕνεκα βούλομαί σε τὸν Νικήτην ἅμα τῷ Ἀκύλᾳ προοδεύειν μου κατὰ συστήματα δύο σποράδην.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἀπεκρίναντο Νικήτης τε καὶ Ἀκύλας· οὐ πάνυ ἡμᾶς κύριε λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ προστετάχθαι· πρῶτον μὲν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγης· ἔπειτα δὲ, ὅτι ὡς ἐπιπολὺ ἡμερῶν δύο ἀνάγκη τοῦτο πράττειν ἡμᾶς ἀπολιμπανομένους σου· καὶ αὗται δὲ πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν καθορᾶν· πλὴν ὡς κελεύεις διὰ τὸ συμφέρον οὐκ ἀντιλέγομεν. ταῦτα εἰπόντες προῆγον.

Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης ἔχαιρον, ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. ἀμέλει καὶ πρὸς αὐτὸν εἶπον· εὐχαριστῶ τῷ θεῷ, ὅτι με οὐκ ἐξαπέστειλας ὡς τοὺς ἑταίρους, ἐπεὶ ὀδυνώμενος ἂν διεπεφωνήκειν. ὁ δὲ ἔφη· τί δαὶ, εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ, φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταττόμενα, εὐθύμως ὑποίσεις; ἢ οὐκ οἶδας, ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἂν τοῖς σώμασιν ἐκείνων ἀπολιμπάνωνται, ὡς ἔνιοι συνόντες τοῖς σώμασι, μακρὰν ἀφεστήκασι ταῖς ψυχαῖς;

Κἀγὼ ἀπεκρινάμην· ἀλλὰ μή με νομίσῃς κύριε, ὅτι τὰ λύπης πάσχειν ἔμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῶς ἔχοντι λογισμῷ. ἐπεὶ γάρ σε ἀντὶ πάντων εἱλόμην, πατρός τε καὶ μητρὸς, ἀδελφῶν ἅμα καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σωζούσης ἀληθείας, οὕτω καὶ ἧς ἔμελλον ἐκ πάντων ἀπολαύειν παραμυθίας, διά σου μόνου καρποῦμαι. δέδοικα γὰρ ὅλως ἀπολειφθῆναί σου, μή ποτε διὰ τὴν ἐκ τῆς ἡλικίας ἀκμὴν ἥττων ἐπιθυμίας γένωμαι. καὶ διὰ τοῦτο οὕτως ἐνστάσεως ἔχω, ὡς ἀποστῆναί σου ἀδύνατον εἶναι, εἰ μὴ κατά τινα χόλον θεοῦ τοῦτο γένηται. καὶ γὰρ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τίς μοι βούλεται συνοδεῦσαι, εὐσεβῶς καὶ συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπῆσαι κατὰ θεὸν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα, πρὸς δὲ καὶ ἑτέρους τινὰς τῶν εὐσεβεῖν ἑλομένων. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ καὶ τὰ μέγιστα χαρίζῃ, εἴ μοι τὰς τῶν δούλων ὑπηρεσίας ἐπιτρέποις ποιεῖν.

Καὶ ὁ Πέτρος ἀκούσας μετά τινός φησι μειδιάματος· τί οὖν οἴει, Κλήμη, μὴ ὑπ᾽ αὐτῆς ἀνάγκης εἰς δούλων σε ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλάς μοι καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων δακτυλίων καὶ τῶν ὑποδημάτων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνικῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα, ὅσα ὡς θηρίῳ μεγάλῳ, τῇ ἐπιθυμίᾳ προευτρεπίζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνιέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι καὶ σπανίως λαχάνοις· καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ἕν ἐστι τοῦτο αὐτὸ, ὃ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω, οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ, τῶν ἐνταῦθα οὐδενὸς ἐπιστρέφεται. ὅμως σοῦ μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥᾳδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος οὐ μόνον ἐν ὀρφανίᾳ τραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας εἰς ἐργασίαν ἐθισθέντες εὐμαρῶς φέρομεν νῦν τὰς μακρὰς ταύτας ὁδοιπορίας. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις τὰ δούλων ἀποπληροῦν σοι.