Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Προοίμιο και φιλοσοφικές αναζητήσεις του Κλήμεντος

Ο χαιρετισμός προς τον Ιάκωβο, οι νεανικές ανησυχίες του Κλήμεντος για τον θάνατο και την αθανασία, η ανεπάρκεια των φιλοσοφικών σχολών και η άφιξή του στην Αλεξάνδρεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 1 από 10

ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΠΕΤΡΟΥ ΕΠΙΔΗΜΙΩΝ ΚΗΡΥΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗ. Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ καὶ ἐπισκόπων ἐπισκόπῳ τῷ τὴν ἐν Ἱερουσαλὴμ ἁγίαν τῶν Χριστιανῶν ἐκκλησίαν διέποντι καὶ τὰς πανταχῆ θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐκκλησίας σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς εἰρήνη εἴη πάντοτε.

Γνώριμον ἔστω σοι κύριέ μου, ὅτι ἐγὼ Κλήμης Ῥωμαίων πολίτης ὢν καὶ τὴν πρώτην ἡλικίαν δυνηθεὶς ζῆσαι σωφρόνως λογισμόν τε δεξάμενος οὐκ οἶδα πόθεν ἐπεισελθόντα μοι καὶ περὶ θανάτου πυκνὰς ποιούμενον ὑπομνήσεις πόνοις τὸ λοιπὸν καὶ ἀθυμίαις συνέζων. ἆρα γὰρ, ἐλογιζόμην, ὅτι θανὼν οὐκ εἰμί; καὶ οὐδεὶς ἔσται μού ποτε μνήμην ποιούμενος, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; ἆρα δὲ μὴ ὢν πῶς ἔσομαι τοὺς οὐκ ὄντας εἰδὼς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονὼς, οὐ γινόμενος; καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος καὶ πρὸ τοῦ γενέσθαι, τί ἄρα καὶ ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται πάντως· καὶ μετὰ λύσιν ἄρα τί ἔσται πάλιν, ὃ νῦν ἀδύνατόν μοι νοῆσαι;

Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως διενθυμούμενος ἄπαυστον εἶχον ἀεὶ τὴν λύπην καὶ τοσοῦτον, ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴποτε καὶ ἀπώσασθαι τὴν περὶ τούτων φροντίδα ὡς ματαίαν ἐλογισάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν ἀθανασίας αἰτίαν μοι γενομένην, ὡς ὕστερον ἔγνων ἀπὸ τοῦ τέλους, καὶ θεῷ τῷ πάντων ηὐχαρίστησα ποιητῇ. ὑπὸ γὰρ τῆς καταρχάς με πιεζούσης ἐννοίας ἠναγκάσθην εἰς τὴν τῶν πραγμάτων ἐλθεῖν ζήτησιν, καὶ οὓς τὴν ἀρχὴν δι᾽ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον, ὕστερον ταλανίζειν οὐκ ἐπαυσάμην.

Ἐκ παιδὸς οὖν ἐν τοιούτοις ὢν λογισμοῖς εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβὰς, ὥστε τι βέβαιον ἐκεῖθεν μαθεῖν. ἀλλὰ καὶ οὕτως οὐδὲν ἕτερον παρ᾽ αὐτοῖς τὸ σπουδαζόμενον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς, ἔριδάς τε καὶ συλλογισμῶν τέχνας καὶ δὴ καὶ λημμάτων ἐπινοίας· καί ποτε μὲν ἐπεκράτει φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ποτὲ δὲ ὅτι θνητή. καὶ ὁτὲ μὲν λόγος ἐπικρατῶν ἦν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ἔχαιρον, ὁτὲ δὲ ὅτι θνητὴ, ἠνιώμην, πλέον δὲ πάλιν ἠθύμουν, ὅτι οὐδ᾽ ὁποτέρων τις τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδύνατο. πλὴν ἐνενόουν, ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ἢ ψευδεῖς ἢ ἀληθεῖς ἀποφαίνονται, καὶ οὐχ ὡς ἔχουσιν αὐταὶ ἐφ᾽ ἑαυτῶν ἀληθείας καταλαμβάνονται. παρ᾽ ᾧ καὶ ἔτι μᾶλλον ἐν τοῖς πράγμασιν ἰλιγγίων καὶ ἀπὸ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον. οὔτε γὰρ οἷός τε ἦν ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα καίτοιγε σφόδρα βουλόμενος, ὡς ἤδη φθάσας ἐγνώρισα, οὔτε βέβαιόν τι καταλαβεῖν ἠδυνάμην.

Πάλιν γοῦν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος; ὅτι εἰ μὲν θανὼν οὐκ εἰμὶ, νῦν ὄντα με λυπεῖσθαι οὐ προσήκει. διὸ τηρήσω τὸ λυπεῖσθαι τηνικαῦτα, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δὲ ἄρα εἰμὶ, τί νῦν μοι ἐκ περισσοῦ πρόσεστι τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερος ἐπεισῄει μοι λογισμός. ἔλεγον γάρ· μή τί γε ἄρα τοῦ νῦν με λυποῦντος χείρονα ἐκεῖ πείσομαι, μὴ βεβιωκὼς εὐσεβῶς καὶ παραδοθήσομαι κατ᾽ ἐνίων φιλοσόφων λόγους, Πυριφλεγέθοντι καὶ Ταρτάρῳ, ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αἰῶνα κολαζόμενος; πάλιν δὲ ἀνθυπέφερον λέγων· ὡς ἀδήλου ὄντος τοῦ πράγματος ἀκινδυνότερόν ἐστι μᾶλλον εὐσεβῶς βιῶναί με, καὶ τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν, εἰ καὶ μὴ ἀκριβῶς ὅ,τι ποτέ ἐστι δίκαιον καὶ ἄρεσκον θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή.

Τούτων οὖν τῶν λογισμῶν στρεφόντων μου τὴν ψυχὴν, εἰς Αἴγυπτον πορεύσομαι, εἶπον, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πείσω πολλοῖς ψυχῆς ἀναπομπὴν τὴν λεγομένην νεκρομαντίαν ἐργάσασθαι, ἐμοῦ δῆθεν ὡς περὶ πράγματός τινος πυνθάνεσθαι βουλομένου. ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν, ἄρα εἰ ἀθάνατος ἡ ψυχή. τοῦτο δὲ πάντως οὐκ ἐκ τοῦ ἀποκρίνασθαι αὐτὴν, ὅτι ἀθάνατός ἐστιν, ἔσται μοι γνῶναι, ἀλλ᾽ ἀπὸ τοῦ ὀφθῆναι μόνον, ὅτι ἐστίν. ἰδὼν γὰρ αὐτὴν αὐτοῖς ὄμμασιν, ἱκανὴν ἕξω πληροφορίαν, καὶ οὐκέτι πιστότερα ὀφθαλμῶν ὦτα ποιήσομαι. ὅμως φιλοσόφῳ τινὶ τῶν συνήθων καὶ ταύτην ἐκοινούμην τὴν γνώμην. ὁ δὲ συνεβούλευέ μοι, μὴ λυσιτελὲς εἶναι τοῦτο τολμῆσαι δυοῖν ἕνεκα. εἴ τε γὰρ, ἔφη, πάντως οὐχ ὑπακούσεται ἡ ψυχὴ τῷ μάγῳ, καὶ σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ καὶ εἰσακούσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι καὶ τὰ τῆς εὐσεβείας μηκέτι σοι προχωρεῖν, οὗ ἕνεκεν τὰ τοιαῦτα ἑτόλμας. ἐχθραίνειν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς σκύλλουσι τὰς ψυχὰς μετὰ τὴν ἀπὸ τοῦ σώματος ἐκείνων διάλυσιν. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν ἐπὶ τὸ ἐγχείρημα ἐγενόμην· ἀλλὰ τῆς προτέρας ἐννοίας ἐκείνης παντάπασιν ἀποστῆναι οὐκ ἠδυνάμην.

Καὶ ἵνα μή σοι τὰ τοιαῦτα λέγων μακρότερον ἀποτείνω λόγον, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα Τιβερίου Καίσαρος τὰ Ῥωμαικὰ διέποντος σκῆπτρα ἔαρος ἤδη ἀρχομένου ηὔξανεν ὁπόσαι ἡμέραι καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διῄει τὸν κόσμον τὸ τοῦ θεοῦ βούλημα σιγῇ στέγειν οὐ δυναμένη, μᾶλλον δὲ καὶ πλείων ἑκάστης ἡμέρας καὶ μείζων ἐγίνετο λέγουσα, ὡς τίς ποτε ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχὴν Ἰουδαίοις τὴν τοῦ ἀϊδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει, ἐάν τις αὐτῷ ἀρίστην διὰ πάντων ἐπιδείξηται πολιτείαν. τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν ὅτι θεότητος γέμων ταῦτα διδάσκει, πολλὰ θαυμάσια, τέρατά τε καὶ σημεῖα ἐργάζεται ῥήματι μόνῳ κωφοὺς ἀκούειν ποιῶν, τυφλοὺς ἀναβλέπειν, χωλοὺς περιπατεῖν, καὶ πᾶσαν νόσον ἀπελαύνει καὶ πάντα δαίμονα φυγαδεύει, ἀλλὰ καὶ λεπροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐξεγείρονται, καὶ οὐδέν ἐστιν, ὃ μὴ δυνατὸς εἴη ποιεῖν. καὶ ὅσῳ γε μᾶλλον ὁ χρόνος προέκοπτε, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων καὶ βεβαιοτέρα καθίστατο οὐκ ἔτι φήμη, λέγω, ἀλλ᾽ αὐτὴ τοῦ πράγματος ἡ ἀλήθεια. ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως ἕνεκα τὸ τίς ἂν ὁ φανεὶς εἴη, καὶ τί βούλεται λέγειν.

Ἄρτι δὲ τοῦ ἔτους πρὸς τὸ φθινοπωρινὸν ἀποκλίνοντος ἀνήρ τις δημοσίᾳ στὰς ἄνδρες, ἔφη, Ῥωμαῖοι ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς πράξωσι. διὸ μεταβάλλεσθε ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια καὶ γνῶτε τὸν ἐν τρισὶν ὑποστάσεσιν ἕνα θεὸν, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ᾽ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βιώσητε βούλησιν εἰς ἕτερον ἐνεχθέντες αἰῶνα καὶ ἀΐδιοι γινόμενοι τῶν ἀποῤῥήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, μετὰ τὴν ἐνθένδε ἀποβίωσιν εἰς τὸν τόπον τοῦ πυρὸς ἐμβληθήσεσθε, ὅπου ἀϊδίως κολαζόμενοι ἀνόνητα μεταμεληθήσεσθε. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ταῦτα μὲν οὖν ἐκεῖνος ἔλεγεν. ἐγὼ δὲ ἀκούων ἠχθόμην, ὅτι μηδεὶς ἐκ τοσούτου πλήθους τηλικαύτην ἀγγελίαν ἀκούσας εἰς Ἰουδαίαν, εἶπε, πορεύσομαι ἵνα ἴδω, εἰ οὗτος ἀληθεύει λέγων, ὡς ἄρα υἱὸς τοῦ θεοῦ ἐπιδεδήμηκε τῇ Ἰουδαία αἰωνίας τε καὶ ἀγαθῆς χάριν ἐλπίδος, τὴν τοῦ πέμψαντος πατρὸς βούλησιν καταγγέλλων, ἐπεὶ καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν οὐκ ἔστι μικρόν. ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσεσθαι καὶ τῶν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας εἰς αἰῶνα κολασθήσεσθαι.

Οὕτω περὶ τῶν λοιπῶν ἔχων τοιαῦτα καὶ πρὸς ἐμαυτὸν ἔλεγον· τί δή ποτε μέμφομαι τοὺς ἄλλους ἐν ἴσῳ τῆς ἀμελείας ὢν ἐκείνοις ἐγκλήματι καὶ οὐ πρότερον τὸν ἐμὸν διαθεὶς βίον εἰς Ἰουδαίαν ἀφικνοῦμαι μάρτυς τῶν τοιούτων αὐτὸς γενησόμενος; οὕτως οὖν βουλευσαμένῳ πολὺς ὁ μεταξὺ διετρίβετο χρόνος τῶν βιωτικῶν με πραγμάτων πρὸς ἑαυτὰ περισπώντων καὶ δυσεκλύτων μοι γινομένων. τέλος γοῦν συννοήσας τὸν βίον ὅπως ἄστατός ἐστι καὶ ἀνώμαλος, εἶτα καὶ τὸν προτοῦ χρόνον ἅπαντα διαμνημονεύσας ὅπως ὑποσαινούσης με ἀεὶ τῆς ἐλπίδος εἰς δεῦρο παρέμεινα, καὶ ὅτι οὕτως ἀσχολούμενοι πάντες ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον εὐθὺς ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἀντιπνοίαις ἀντὶ τοῦ εἰς Ἰουδαίαν κατᾶραι προσώκειλα τῇ Ἀλεξανδρείᾳ. ἐκεῖ δὲ συνεφοίτων τοῖς φιλοσόφοις πνευμάτων ἐπηρείας ἤδη μοι τὸν πλοῦν ἐπεχούσης καὶ τὰ περὶ τῆς φήμης ἣν ὁ φανεὶς ἐν Ῥώμῃ διήγγειλε καὶ τίνα γε ἃ καταγγέλοι σαφῶς ἕκαστα καταλέγειν ἠξίουν. οἱ δὲ φανέντα μὲν, εἶπον, ἐν Ῥώμῃ τοιόνδε τινὰ ὅλως οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης κηρυττομένου παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν καὶ περὶ πάντων ὧν ἐποίει καὶ ψιλῷ τῷ ῥήματι θαυμασίων ἐμάθομεν.