Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Συνάντηση με τον Βαρνάβα και γνωριμία με τον απόστολο Πέτρο

Η ακρόαση του Βαρνάβα στην Αλεξάνδρεια, η μετάβαση του Κλήμεντος στην Καισάρεια και οι πρώτες κατηχήσεις από τον απόστολο Πέτρο για τη θεογνωσία και την αναγκαιότητα του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 2 από 10

Ἐμοῦ δὲ εἰπόντος· ἐβουλόμην τινὶ τῶν ἑωρακότων αὐτὸν συγγενέσθαι καὶ ὅσα ποθῶ μαθεῖν ἀκοῦσαι περὶ αὐτοῦ, ὑπολαβόντες ἐκεῖνοι ἔστι τις ἐνταῦθα, φασὶν, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάβας, ὃς ἕνα καὶ τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει καὶ ἐνταῦθά που καθεζόμενος τὰ παρ᾽ ἐκείνου ὑπεσχημένα τοῖς τῶν τοιούτων ἀξίοις ἑτοίμως τῷ βουλομένῳ διέξεισι. καὶ δῆτα τὸν τόπον καταλαβὼν, εἰς ὃν ὁ ἀνὴρ εἰώθει καθέζεσθαι, καὶ μέρος καὶ αὐτὸς τοῦ περιεστηκότος πλήθους γενόμενος ἔστην ἐπακούων τῶν λεγομένων, καὶ συνενόουν τἀληθῆ οὐ διαλεκτικῇ τινι τέχνῃ διδάσκοντα τοῦτον, ἀλλ᾽ ἀπαρασκευάστως οὕτω καὶ ἁπλῶς ἐκτιθέμενον, ἅ τε ἤκουσε καὶ ἑώρακε τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι. πολλοὺς δὲ μάρτυρας τῶν ὑπ᾽ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρείχετο.

Ἐπεὶ δὲ πρὸς τὰ παρ᾽ αὐτοῦ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διέκειντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι χλευάζειν αὐτὸν καὶ γελᾶν ἐπειρῶντο σκώπτοντες ἀμέτρῳ θράσει καὶ διασύροντες καὶ οἷα μεγάλοις ὅπλοις τοῖς συλλογισμοῖς κατ᾽ αὐτοῦ χρώμενοι. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ καὶ ἀκατάπληκτος ὢν λέγειν οὐκ ἀφίστατο. καὶ ποτέ τις διαπαίζων δῆθεν αὐτὸν ἐπυνθάνετο· διὰ τί, ὦ νέε διδάσκαλε, κώνωψ ἐγένετο καὶ βραχύτατος ὢν ἓξ πόδας ἔχων καὶ πτερὰ φέρει, ἐλέφας δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὢν τέσσαρας μόνους ἔχει πόδας; ὁ δὲ τὴν διδασκαλίαν πρὸς τὴν ἐρώτησιν μικρὸν ἐπισχὼν οὐδεμιᾶς μέντοι τῷ ἐρωτήσαντι πρὸς ταῦτα μεταδοὺς ἀποκρίσεως τὸν ἀπ᾽ ἀρχῆς αὐτῷ προκείμενον αὖθις ἀνελάμβανε λόγον τούτῳ μόνῳ προοιμίῳ καθ᾽ ἑκάστην ἐγκοπὴν χρώμενος· ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίους πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολὴν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐνταῦθα παρεστώτων πολλούς. λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἐδυνάμην μὲν οὖν καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων ἀποδοῦναι τὰς ἀποδείξεις, εἴγε φιλαλήθως ἑώρων ὑμᾶς περὶ τούτων πυνθανομένους.

κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν οὐκ εὔκαιρον εἰπεῖν τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν.

Ταῦτα αὐτοῦ λέγοντος ἐκ συμφωνίας ἐκεῖνοι πολὺν καὶ ἄτακτον ἠφίεσαν γέλωτα εἰς ἀμηχανίαν αὐτὸν ἐμβάλλειν πειρώμενοι καθάπερ βάρβαρόν τινα καὶ μαινόμενον. ἐγὼ δὲ ταῦτα ὁρῶν διεθερμαινόμην τὴν ψυχὴν καὶ ζήλῳ οὐκ οἶδ᾽ ὅπως ληφθεὶς σιγᾶν οὐχ ὑπέμενον, ἀλλὰ μετὰ παῤῥησίας εὐλόγως εἶπον· ὁ θεὸς ὑμῖν, ὦ οὗτοι, ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο ἀναξίους ὑμᾶς προϊδὼν, ἐξ ὧν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν οὐ τέχνῃ τινὶ καὶ ῥητορείᾳ λόγων, ἀλλ᾽ ἁπλῶς οὕτω καὶ ἀπανουργεύτως τὴν αὐτοῦ βούλησιν παριστῶντες, ὡς πάντα ὁντιναοῦν τὸν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, πάρεστε νῦν ὑμεῖς πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν ἐπὶ τῇ ὑμετέρᾳ καταδίκῃ πολιτευσαμένην ἐν βαρβάροις ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰκῆ φιλόλογοί ἐστε καὶ οὐκ ἀληθεῖς φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε οἱ τὸ καλῶς λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ᾽ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί δὲ ἄρα καὶ ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχή ποτε γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτός φησι· διὰ τί, ὦ θεὲ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν;

οὐ πάντως ἀκούσεσθε, εἴπέρ τινος ἄρα καὶ ἀποκρίσεως καταξιωθήσεσθε· ὡς ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου προαιρέσεις εἰδὼς ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα. τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διὰ τί ἀπαρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι βουλομένων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων; ὦ μεγάλης ἀδικίας, ὅτι μέχρι φόνου κινδυνεύουσιν οἱ τοῦ θεοῦ κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν.

Ταῦτά μου λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ᾽ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη καὶ ἡ ἑσπέρα κατέλαβε, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν καὶ μὴ βουλόμενον βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μήτις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας σὺν ἐμοὶ διατρίψας καὶ τοῦ ἀληθινοῦ λόγου βραχέα με κατήχησε. σπεύδειν γὰρ ἔλεγεν εἰς Ἰουδαίαν ἀφικέσθαι τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ συνεῖναι τοῖς αὐτοῦ ὁμοεθνέσιν ἐθέλων.

Ἐμοῦ δὲ λίαν τῆς ἐκείνου γλώττης κρεμαμένου καὶ σφοδρῶς ἐγκειμένου καὶ οὐκ ἀνιέντος, ἀλλὰ τὴν λοιπὴν ἀπαιτοῦντος διδασκαλίαν καὶ λέγοντος· σὺ μόνον οὓς ἤκουσας τοῦ φανέντος θεοῦ ἐκτίθου μοι λόγους, κἀγὼ τῷ ἐμῷ λόγῳ κοσμήσας τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, εἶθ᾽ οὕτως καὶ ἐντὸς ὀλίγων ἡμερῶν συνεκπλεύσω σοι· λίαν γὰρ ποθῶ παρὰ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον, τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον, αὐτὸς τούτων ἀκούσας εὐθὺς ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον ἐθέλεις, ἐξαυτῆς μοι, φησὶ, σύμπλευσον· εἰ δὲ μὴ βούλει, ἀλλὰ τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον γνωριῶ, ἵνα ὅτε καὶ βούλει παραγενόμενος εὕρῃς ἡμᾶς. ἐγὼ γὰρ αὔριον ἐπὶ τὰ ἐμαυτοῦ πορεύσομαι. καὶ δὴ ἀδυσώπητον οὕτως ἰδὼν τὸν Βαρνάβαν συνῆλθον αὐτῷ μέχρι καὶ τοῦ λιμένος, καὶ μαθὼν παρ᾽ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων φημὶ πρὸς αὐτὸν, ὡς εἰ μὴ αὔριον ἔμελλον ἀπαιτῆσαί τι τῶν ὀφειλομένων μοι, ἐξαυτῆς ἂν καὶ συνέπλεόν σοι· πλὴν ἀλλὰ τάχιόν σε καταλήψομαι. ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον μετὰ λύπης, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

Ἡμέρας δὲ διατρίψας καὶ τὸ χρέος δι᾽ ὃ καὶ ἐπεσχέθην οὐχ ὅλον λαβεῖν δυνηθεὶς, ἀμελήσας τοῦ περιλειπομένου διὰ τὸ ταχὺ τὸν ἄνδρα καταλαβεῖν, ὡς ἐμποδίου μοι γενομένου, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ πεντεκαίδεκα ἡμερῶν τῇ Στράτωνος ἐπιδημῶ Καισαρείᾳ. ἐπιβάντος δέ μου τῆς γῆς καὶ ξενίαν ἐπιζητοῦντος μανθάνω Πέτρον τινὰ λεγόμενον, τοῦ ἐν Ἰουδαίᾳ φανέντος Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος τὸν δοκιμώτατον μαθητὴν, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ μέλλειν ἰέναι πρὸς διαλέξεις. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν. καὶ ὅμως ἔμαθον, καὶ τῷ πυλῶνι ἐπέστην. θεασάμενοι δέ με οἱ ἐν τῷ οἴκῳ ἀντιβάλλοντες ἦσαν, τίς τέ εἰμι καὶ πόθεν ἥκω. καὶ ἰδεῖν πάντες συνῄεσαν. καὶ ἐν τῷ τούτους με ἀνιστορεῖν καὶ πυνθάνεσθαι, ἰδοὺ καὶ Βαρνάβας ἅμα τῷ ἰδεῖν περιεπλάκη μοι πολὺ χαίρων καὶ δακρύων, καὶ λαβόμενός μου τῆς χειρὸς εἰσῆγεν εἰς τὴν οἰκίαν. εἶτα καὶ τὸν Πέτρον ὑποδεικνὺς οὗτός ἐστιν, ἔλεγε, Πέτρος, ὃν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, Κλήμη, ᾧ πάντα τε τὰ κατά σε καλὰ καὶ τὴν προαίρεσιν ἀεὶ διηγούμην, ὡς ἐντεῦθεν γλίχεσθαι καὶ αὐτὸν ἰδεῖν σε καὶ τὴν σὴν ἐπιποθεῖν συντυχίαν. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτο εἰπὼν προσαγαγὼν ἔφη· οὗτός ἐστι Κλήμης, Πέτρε.

Ὁ δὲ ἡνίκα τοῦ ὀνόματος ἤκουσεν εἰς μνήμην ἐλθὼν τῶν τοῦ Βαρνάβα διηγημάτων ἐξήλα τότε ὡς εἶχεν εὐθὺς, καὶ προσηνῶς με καὶ γνησίως καταφιλήσας καὶ παρακαθισάμενος καλῶς ἐποίησας, ἔφη, τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντως θεοῦ, καὶ λίαν μεγαλοφρόνως οὐκ αἰδεσθεὶς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων θυμόν. μακάριος γὰρ ὡς ἀληθῶς σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ξενίσας πάσῃ τιμῇ· ἀνθ᾽ ὧν αὐτὴ καί σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν χάριν δανείσας καὶ ἀγαθὴν λόγων προαίρεσιν καλῶν ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος· καὶ μὴ κάμνε ἀντιβάλλων μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατά σε ὁ φιλαλήθης οὗτος ἀνὴρ ὁ Βαρνάβας ἀπήγγειλε καθ᾽ ἡμέραν σχεδὸν τὴν ἀγαθήν σου μνήμην ποιούμενος. καὶ ἵνα σοι ὡς γνησίῳ φίλῳ δηλώσω κατ᾽ ἐπιτομὴν τὸ προκείμενον, εἰ μή σοί τι ἐμποδίζει συνόδευσον ἡμῖν μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι μέλλω μέχρι Ῥώμης αὐτῆς.

Ἐγὼ δὲ πρὸς αὐτὸν σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν, εἶπον· τοῦτο γὰρ οὐκ οἶδ᾽ ὅπως χαίρων προῄρημαι. πλὴν περὶ ἀληθείας βούλομαι πρῶτον πληροφορηθῆναι ἵνα γνῶ, εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ, καὶ εἰ ἀΐδιος οὖσα, περὶ ὧν ἔπραξεν ἐνταῦθα, ἔχει κριθῆναι, καὶ τί ποτέ ἐστι δίκαιον ἢ ἀρέσκον θεῷ, καὶ εἰ γέγονεν ὁ κόσμος καὶ διὰ τί γέγονεν, καὶ εἰ λυθήσεται καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ κρείττων ἔσται ἢ οὐδὲ ἔσται· καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν ἤθελον. ὁ δὲ τί ταυτὶ βούλεται τὰ ῥήματα τῷ θείῳ πνεύματι γνοὺς ταχεῖαν τὴν ἀπόκρισιν ἐποιεῖτο, ἵνα καὶ ταχύ με πρὸς τὴν ἀλήθειαν ἐπαναγάγηται. καὶ συντόμως ἐγώ σοι, ἔλεγεν, ὦ Κλήμη, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι, καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουε.

Ἡ τοῦ θεοῦ βουλὴ κατὰ πολλοὺς τρόπους ἐν ἀδήλῳ γέγονε τοῖς ἀνθρώποις. πρῶτα μὲν διὰ τὸ κρατηθῆναι αὐτοὺς εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ, καὶ διὰ ταῦτα πλάνῃ· ἔπειτα ἀφοβίᾳ, ἀπιστίᾳ, πορνείᾳ, φιλαργυρίᾳ, κενοδοξίᾳ καὶ ἄλλοις τοιούτοις, ἃ δὴ καθάπερ καπνοῦ πλῆθος εἰς ἕνα προσπελάσαντα καὶ ἐπεισελθόντα οἶκον τὸν κόσμον καὶ τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις ἀναβλέψαι αὐτοὺς οὐκ ἐᾷ, καὶ τῇ διαγραφῇ τὸν δημιουργήσαντα κατανοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι.

διὰ χρὴ τοὺς φιλαλήθεις ἔσωθεν ἐκ βάθους ψυχῆς ἐκκαλέσασθαι πρὸς ἐπικουρίαν ἀληθεῖ λογισμῷ τὸν μόνον θεὸν, κύριον δὲ ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν, καὶ παρ᾽ αὐτοῦ γνῶσιν λαβεῖν, ἵνα τις ἐντὸς ὢν ἐν τῷ οἴκῳ τῷ πεπλησμένῳ καπνοῦ, τῷ κόσμῳ τούτῳ φημὶ, προσιὼν ἀνοῖξαι δυνηθῇ θύραν, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνὸν, ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν πρὸ τῶν αἰώνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ ἀῤῥήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αἰώνιον, ἀΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἁπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερίληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτισμάτων δημιουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν· καὶ οὕτως ἀναγεννηθέντες δι᾽ ὕδατός τε καὶ πνεύματος συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.

Διὸ πρὸ παντὸς ζητήματος καὶ αὐτὸς, ὦ Κλήμη, ἑτοίμως ὡς υἱὸς πατρὶ πρόσελθε, ἵνα καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῶς τὴν γνῶσιν θεὸς παράσχῃ σοι. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ κρίσει ἀπόκληρος ἔσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μή τοι νομίσῃς, ὅτι κἂν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστατος γένῃ, μὴ φθάσῃς δὲ τελειωθῆναι διὰ τοῦ βαπτίσματος, ἐλπίδος ἀγαθῆς τυχεῖν δυνήσῃ ποτέ. ταύτῃ γὰρ πλείονα μᾶλλον ὑφέξεις τὴν κόλασιν, ὅτι καλοῖς ἔργοις οὐκ ἐχρήσω καλῶς. οὐδὲ γὰρ καλὸν τὸ καλὸν, ὥς φασιν, ὅταν μὴ καλῶς γίνηται. σὺ δὲ εἰ οὐ θέλεις ὡς τῷ θεῷ δοκοῦν βαπτισθῆναι, τῷ σῷ μᾶλλον ὑπηρετῶν θελήματι ἐχθραίνεις πάντως τῇ ἐκείνου βουλῇ. ἀλλ᾽ ἴσως ἐρεῖς· καὶ τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναί με ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν θεῷ πράττεις. δεύτερον δὲ, ὅτι δι᾽ ὕδατος καὶ πνεύματος ἀναγεννᾶσαι θεῷ, καὶ τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γέννησιν, καὶ οὕτω σωτηρίας τυχεῖν δυνήσῃ· ἄλλως δὲ ἄρα ἀδύνατον. οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ καὶ ἀφθαρσίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας θεὸς λόγος εἶπεν ἡμῖν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι᾽ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὰ πρόσελθε τῷ βαπτίσματι· τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται.

καὶ μὴ ἀναβάλλου, ὅτι ἡ ἀναβολὴ κίνδυνον οἶδε φέρειν διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν.

Ταῦτα ἐκείνου εἰπόντος ἐγὼ μὲν, ἔφην, ἤδη εὐχαριστῶ τῷ θεῷ καὶ πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, ὅτι ὡς ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχε. πλὴν περὶ ἐμοῦ τὸ λοιπὸν ἄφροντις ἔσο. οὐδέ ποτε γὰρ ἐνδοιάσω πρός τι τῶν ὑπὸ σοῦ λαληθέντων. ὥστε κύριέ μου Πέτρε μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὰ μέγιστα δωρούμενος ἀγαθά. οἶδα γὰρ, ὅτι τοιοῦτόν ἐστι καὶ οὕτω μέγιστον, οἷον ἄν τις καὶ ταχέως λαβεῖν βούλοιτο. αἰσθάνομαι γὰρ τοῦ δοθέντος μοι διὰ τάχους χαρίσματος. ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη· χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας τῆς καὶ περὶ ἐμῆς ἀπολαύσεως. πλὴν νήστευσον τριῶν μηνῶν ἡμέρας, καὶ λαμβάνεις τὸ βάπτισμα. ἄρξαι τοίνυν ἀπὸ τῆς αὔριον. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα τὸν μάγον διάλεξις. καὶ μὴ ὀκλάσῃς παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσι. ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν, ἰδίᾳ κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας ἐπήγαγε λέγων· δῴη σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντι τῆς αὐτῆς μοι κοινωνῆσαι τραπέζης. οὕτως εἰπὼν ἡσυχάζειν μοι προσέταξεν· ἤδη γάρ που καὶ ὁ καιρὸς πρὸς ὕπνον ἐκάλει.

Τῇ μὲν οὖν ἐπιούσῃ ἐγὼ Κλήμης ἔτι τῆς νυκτὸς ἐχούσης διυπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον, οἳ ἦσαν ἑκκαίδεκα τὸν ἀριθμὸν, ὧν καὶ τὰ ὀνόματά εἰσι ταῦτα· Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, καὶ Ἐνέας ὁ ἱερεὺς, καὶ Λάζαρος ὁ ἱερεὺς, ὃν ἀνέστησεν ἐκ νεκρῶν τετραήμερον ὁ κύριος ἡμῶν Ἰησοὺς Χριστὸς, καὶ Ἐλισσαῖος, καὶ Βενιαμὶν ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαίας οἱ ἀμμηνοὶ, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι· εἰσῆλθον κἀγὼ καὶ προσαγορεύσας ἐκαθέσθην ἐκείνου κελεύσαντος.

Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει, τίνος ἕνεκεν οὐκ ἀφύπνισέ με, ὅπως ἀκροατὴς τῶν αὐτοῦ γένωμαι λόγων, καὶ τούτου αἰτίαν τὸν ἐκ τοῦ πλοῦ σκυλμὸν ἐποιεῖτο· ἐκεῖνον γὰρ πεφθῆναί μοι θέλων ἡσυχάζειν ἀφῆκεν. ὁπότ᾽ ἂν γὰρ ἡ ψυχὴ, φησὶ, περὶ τὸ λεῖπον ἀσχολῆται τῷ σώματι, εἴτε τινὶ συμφορᾷ συνέχηται, οὐ μετὰ πολλῆς εἴωθε προσέχειν ἀκριβείας τοῖς λεγομένοις. τούτου δὲ ἕνεκεν οὐ βούλομαι διαλέγεσθαι τοῖς ἢ λύπῃ κατεχομένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ τὸ σῶμα πεπονηκόσιν, ἢ βιωτικαῖς φροντίσιν ἢ ἑτέρῳ πάθει τινὶ διενοχλουμένοις.

Καὶ μὴ λεγέτω τις, ὅτι οὐ χρὴ παραμυθίας καὶ νουθεσίας λόγους προσάγειν τοῖς φαῦλόν τι πράττουσι. φημὶ γὰρ, ὡς εἰ μὲν ἀνύει τις, προςφερέτω· εἰ δὲ μὴ, τῷ καιρῷ τέως παραχωρείτω. καιρὸς γὰρ, ὡς Σολομῶντι δοκεῖ, παντὶ πράγματι. διὸ χρὴ τοὺς τὴν ψυχὴν ῥωννῦντας λόγους πρὸ τῆς κακώσεως τοῖς ἀνθρώποις ἐπάγειν, ἵνα εἴ ποτέ τι φαῦλον ἐπέλθοι, προωπλισμένος ὁ νοῦς ὀρθῷ τῷ λογισμῷ δυνηθείη τὸ ἐπενεχθὲν ὑποστῆναι. ὅθεν, ὦ φίλε Κλήμη, εἴγε τὰ τῷ θεῷ διαφέροντα γνῶναι θέλεις, παρὰ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει.

Ἔστι τε αὐτοῦ τὸ βούλημα, ὅτι εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν, οὗ κόσμος ἔργον ὁ πᾶς, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ. ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιωτεύσαντες καὶ κακουχηθέντες βιαίως ἀνῃρέθησαν. ἔνιοι δὲ ἀσεβεῖς παρὰ πολὺ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν; ἐπεὶ οὖν χωρὶς ἁπάσης ἀντιλογίας ὁ θεὸς ἀγαθὸς ὢν δίκαιός ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μετὰ τὸ ἀπολαβεῖν τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει ὁ μὲν κακὸς ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβὼν, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ· ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτε κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων κληρονόμος τῶν ἀγαθῶν καταστῇ. ἐπεὶ τοίνυν ὁ θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστὶν, ὅτι καὶ κρίσις γίνεται, καὶ αἱ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν. εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ δοκεῖ Σίμωνι, καὶ οὐχ ὡς ὁ τῆς ἀληθείας βούλεται λόγος, τὸ δίκαιον εἶναι μὴ θέλοι δοῦναι θεῷ, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται;