Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Ο βίος του Σίμωνος του Μάγου και η πρώτη αντιπαράθεση στην Καισάρεια

Οι πληροφορίες για τη μαγεία του Σίμωνος, η δημόσια συζήτησή του με τον απόστολο Πέτρο γύρω από τις Γραφές και τον Δημιουργό, και η φυγή του στην Τύρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 3 από 11

Ταῦτα ἀκούσας ἐγὼ Κλήμης, τίς ἄρα τυγχάνει, ἔφην, οὗτος, ὃν λέγεις Σίμωνα Σαμαρείτην, μαθεῖν ἤθελον. ὁ δὲ Πέτρος ἔφη· εἰ θέλεις μαθεῖν, πάρεστί σοι τὸ γνῶναι, παρ᾽ ὧν κἀγὼ τὰ κατ᾽ αὐτὸν πάντα ἠκρίβωσα. καὶ μεταπεμψάμενος ἐκέλευσεν Ἀκύλαν καὶ Νικήτην πάντα μοι τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς διηγήσασθαι. οἱ δὲ τὸν θεὸν μαρτυρόμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο. ὧν πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως· ἄκουσον, φίλτατε ἡμῖν ἀδελφὲ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, καὶ τίνα ἐστὶν, ἃ πράττει, καὶ πῶς καὶ διὰ τί.

Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ, Σαμαρεὺς τὸ ἔθνος, ἀπὸ Γιτθῶν τῆς κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγονὼς, ἑλληνικῇ παιδείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν, καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενος προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ συστησόμενος ἀεὶ ζῆν, καὶ αἰτίαν φθορᾶς τὸ σῶμα πεσεῖν οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὐ νεκροὺς ἐγερθήσεσθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεῖν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ.

Τὸ δὲ παρεισελθεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον, γέγονεν οὕτως. Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστὴς, καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασι δώδεκα ἀπόστολοι, τὸν τοῦ ἡλίου δωδεκάμηνον φέροντες ἀριθμὸν, οὕτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασι τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ, ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμὸν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων.

Μετὰ δὲ τὴν τελευτὴν Ἰωάννου ὁ Σίμων τὴν Ἑλένην παραλαβὼν, ἐκπεριέρχεται ἀναστατῶν τοὺς ὄχλους, αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατενηνέχθαι λέγει τῷ κόσμῳ· ἧς ἕνεκεν, φησὶν, Ἕλληνές τε καὶ βάρβαροι ἐμαχεύσαντο, εἰκόνα φαντασθέντες ἀληθείας, καὶ ἐξαιρέτως πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ᾔδειμεν, ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἂν καὶ αὐτοί. νῦν ὅτε δὲ πολυμανὴς, καὶ τοὺς ἐν θεοσεβείᾳ ἀπατᾶν ἐπιχειρεῖν ἤρξατο, ἀπέστημεν ἀπ᾽ αὐτοῦ· καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος φίλοις ἐξέφανεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας, ἀποῤῥήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος ἐν ἐνδοτέρῳ οἴκῳ, ὅπου αὐτὸς ὑπνοῖ, ἀνατεθειμένην ἔχει. διὸ ἀσεβείας καταγνόντες, ἀπέστημεν ἀπ᾽ αὐτοῦ.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἔφη· ἀναγκαῖόν ἐστιν, ἀδελφὲ ἡμῶν Κλήμη, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ μάρτυς ὁ θεὸς, ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβὲς, ἀλλ᾽ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν. καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἀπεδείκνυτο, ἐτερπόμεθα· ὅτε δὲ τὰ μαγείᾳ γινόμενα θειότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκέτι αὐτοῦ ἠνεσχόμεθα, καί τοι πολλὰ ἐπαγγελλομένου ἡμῖν· πρῶτον μὲν ναὸν καὶ ἀνδριάντας ἡμῶν κατασκευασθῆναι, καὶ θεοὺς νομισθῆναι, καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι, καὶ ὑπὸ βασιλέων δοξασθῆναι καὶ δημοσίων τιμῶν καταξιωθῆναι, καὶ χρήμασιν ἀπεριορίστοις πλουτίσαι.

Ταῦτά τε καὶ τὰ τοιούτοις νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρίσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι, στέργοντές σε τὰ συμφέροντα συμβουλεύσομεν· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν. γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος. καὶ κἂν μέγα πλουτήσῃς ἢ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σοι μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ τὰ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν θεὸν συμβουλεύομεν, ὑφ᾽ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἔπραξεν ἐνταῦθα.

Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων· τί ἡμῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾷς; ἔφη· γελῶ ὑμῶν τὴν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τὴν ἀνθρώπου ψυχήν. κἀγὼ ἔφην· οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἡμᾶς ἀπατᾶν ἐπιχειρεῖς, ἀλλ᾽ ἐκπεπλήγμεθα, τίνι λόγῳ καὶ σεαυτὸν ἀπατᾷς. λέγε ἡμῖν, ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλ᾽ οὖν γε σὺ καὶ ἡμεῖς· σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας· ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες, καὶ τὸ κελευθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἔφη· ἐγὼ μὲν οἶδα, τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε, περὶ τίνων διαλέγεσθε· καὶ ἐγὼ Νικήτης ἔφην· ἐπεὶ οἶδας, λέγε. εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν, σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μὴ, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἡμῖν ὑποψίαν τοῦ νομίζειν σέ τι τῶν ἀποῤῥήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.

Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας· ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἐπεὶ μὴ ὑπάρχει, ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ἐγὼ Νικήτης ἔφην· πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχὴ, τίς τῆς ψυχῆς χρεία γίνεται, ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου, ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ᾽ ἡμῶν ποτε, διατί ἐνίοτε καὶ παύονται αἱ προσεδρεῖαι, ἔφης, ὅτι ἡ ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἤμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾅδην πορεύεται· προσετίθης δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαὶ, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;

Ταῦτα τοῦ Νικήτου εἰπόντος, Ἀκύλας αὐτὸς πάλιν ἔφη· ἐβουλόμην παρά σου τοῦτο μόνον μαθεῖν, ὦ Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων ἔφη· κόλασιν γὰρ παρακούσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι γίνονται, καὶ κρίσις πάντως γίνεται. ὥστε ἂν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας ὡς λέγεις, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ᾽ οἷς ἔδρασας, οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστὶν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ ταῦτα ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα σιωπῶμεν.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην, τί ἄρα ἐστὶν, ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι, ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν, καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται· ἐνίοτε δὲ καὶ πέταται, καὶ ἐκ λίθων ἄρτους ποιεῖ. ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται· θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησιν· τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

Τούτων οὕτως ῥηθέντων, Ζακχαῖος ἧκεν λέγων· ἤδη λοιπὸν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ᾽ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας, μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη· ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ᾽ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ τοῦτο εἰπὼν καὶ εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐπακοῦσαι χάριν, τῆς διαλέξεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρως τοὺς λόγους αὐτοῦ [πεποιηκυίας.]

στὰς οὖν καὶ ἰδὼν μετὰ πάσης ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως· Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσι δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἣν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς κύριος Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ταύτην ἡμῖν ἐνετείλατο τὴν προσηγορίαν πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη· εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς, ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν κονιορτὸν, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις. καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατρίβειν. πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ᾽ ἑαυτῶν οὐκ ἐνενοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ᾽ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ᾽ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τοὺς λόγους μου ἀκοῦσαι, καὶ ὡς λογικοὶ ὄντες τὸ καλὸν νοήσαντες, τὴν τῷ θεῷ ἀρέσκουσαν ἀναδέξασθαι πολιτείαν, ἵνα εὐσεβῶς καὶ δικαίως ζήσαντες, θεὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ᾽ αὐτοῦ, τὰ αἰώνια ἀγαθὰ κληρονομήσητε.

αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνότατόν ἐστι τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν ποιήσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι, καὶ τὰ πάντα ἐν ἀέρι πληρώσαντι· οὗτος μόνος τὴν μίαν καὶ πρώτην οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, τετραχῶς καὶ ἐναντίως ἔτρεψεν· εἶτα μίξας μυρίας κράσεις, ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι, τὸ ζῆν μεθ᾽ ἡδονῆς ἐκ συζυγίας ἐργάσωνται. ὅμως αὐτός ἐστι μόνος δημιουργὸς πάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν.

Καὶ τοῦ Πέτρου ταῦτα εἰπόντος καὶ περὶ τῶν ἔργων τοῦ θεοῦ διδάξαντος, καὶ πόσα παρὰ τοῦ θεοῦ τῷ ἀνθρώπῳ ἐδόθη, καὶ παραινέσαντος πολλὰ περὶ μοναρχίας, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε ὀνομάζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ᾽ αὐτῶν σοι τῶν βιβλίων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι θέλω· πρότερον περὶ οὗ ἔφης θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην πρόνοιαν, καθ᾽ ὃ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν. ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν· ὃν δὲ σὺ φῇς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.

Αὐτίκα γοῦν ὁ καθ᾽ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται, καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται, καὶ παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτὸν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· δεῦτε καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν γενομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ· καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσιν. τῷ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα· τῷ εἰπεῖν μήπως, ἀγνοεῖ· τῷ δὲ ἐπαγαγεῖν, μήπως φαγὼν ζήσεται εἰς τὸν αἰῶνα, καὶ φθονεῖ. καὶ τῷ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ θεὸς, ὅτι ἐποίησεν τὸν ἄνθρωπον, καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ ἐνεθυμήθη, σκέψις ἐστὶν, ᾗ τις δι᾽ ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει, ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένῳ. καὶ τὸ γεγράφθαι· καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστιν, καὶ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι, οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν ὡς γέγραπται· καὶ ἐπείρασεν κύριος τὸν Ἀβραὰμ κακοῦ, καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.

Ὅμως ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος πρὸς ταῦτα ἔφη· εἰ μηδὲν ἀγαπᾷ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς, ἐφ᾽ οἷς ἁμαρτάνει, ἑαυτὸν πῶς ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· οὐκ ἀγαπᾷ. καὶ ὁ Πέτρος ἔφη· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεὸς, εἴπερ αὐτοῦ θελήματι τὰ κατ᾽ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται [μὴ] κατὰ προαίρεσιν αὐτοῦ ὑφ᾽ ἑτέρας δυνάμεως τὸν κατ᾽ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὴ ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας σὺ ὡμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ ὑφ᾽ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα, κακὸν ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέλαβεν.

Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴγε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστιν, καὶ οὐκ ἔστιν ὁ τῶν ὅλων ἀνώτερος κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω ἀντιλέγειν σου τῇ ἀταξίᾳ, μηδὲ θέλειν ζητεῖν, ἀποκρίνομαι. ἐγώ φημι, ὅτι τὰ κατὰ τοῦ θεοῦ γεγραμμένα ἀληθῆ ἂν εἴη, καὶ οὔπω τὸν θεὸν δείκνυσι μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· πῶς τοῦτο συστῆσαι δύνασαι;

Καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσησθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σύμφωνος τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσι τοῖς ζώοις ἐπιθεὶς τὰ ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διατί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνόματα ἐπέθηκεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πένθος; ἐπ᾽ αὐτῷ γὰρ πρώτῳ τῷ φονευθέντι ἐπένθησαν οἱ γονεῖς· εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφὰς φιμώθητι.

Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησάμενος διὰ τὴν ἄγνοιαν· ἔτι μὴν καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῶ, εἰ ὑπενέγκη, καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν γενομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάγνωσιν αἱ ῥήσεις ἔχουσιν, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἂν δουλεύσωσιν, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων.

Πλὴν ἡ ζήτησις μέχρι τριῶν ἡμερῶν ἐγένετο. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες πρὸς τὸν ἀπόστολον Πέτρον λέγοντες· ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν, πολλοὺς τῶν ἐκεῖ κατέπληξεν, καὶ σὲ πολλαῖς διαβολαῖς μισητὸν ἐποίησεν. ταῦτα ἀκούσας ὁ ἀπόστολος Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συνελθεῖν ἐποίησεν, συναχθέντων δὲ αὐτῶν ἔφη· ἐπειδὴ ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισεν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσιν, προλαβὼν ὁ διάβολος, προαπέστειλεν Σίμωνα, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, χρή [οὖν] με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.

Δεῖ οὖν τινα ἀντ᾽ ἐμοῦ τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες ἐκτενῶς τοῦ θεοῦ δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· δέσποτα κύριε, ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ, σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ Κλήμεντα φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη.

Μέλλοντά με ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ βούλομαι ἐξαυτῆς ὑμᾶς ἀπελθόντας παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ, λανθανόντως ἐπιξενωθέντας παρ᾽ αὐτῆς, τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς μαθόντας, γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν εἰς Τύρον αὐτὸν προήγομεν τῆς Φοινίκης. Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης ἅμα Νικήτῃ καὶ Ἀκύλᾳ, εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα, καὶ κατ᾽ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης, ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο. εἴπομεν δὲ πρὸς αὐτὴν, ὅτι Σίμων ὁ μάγος ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. καὶ λοιδορῶν τὸν Πέτρον, πολλῶν συναρπάζει ψυχάς. καὶ μάγος ὢν, μάγον τὸν Πέτρον ἀποκαλεῖ· καὶ πλάνος αὐτὸς ὢν, πλάνον ἐκεῖνον ἀποκηρύσσει· καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγὼν, φάσκει νενικηκέναι.

Ἡ δὲ Βερνίκη εἶπεν· ταῦτα οὕτως ἔχει, τὰ δὲ ἄλλα τὰ κατὰ τὸν Σίμωνα ἀκούσατε· φαντάσματα καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν καθ᾽ ἡμέραν πᾶσαν ἐκπλήττει τὴν πόλιν· διερχομένου γὰρ αὐτοῦ ἀνδριάντες κινοῦνται καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὰς ψυχὰς τῶν τεθνηκότων λέγει. πολλοὺς δὲ αὐτὸν γόητα λέγοντας ὕστερον προφάσει εὐωχίας προσκαλεσάμενος, βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς διαφόροις νόσοις περιέλαβεν, καὶ δαίμοσιν ὑπέβαλεν, καὶ πολλοὺς κακώσας, θεὸς εἶναι προτετίμηται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχηρήσητε πρὸς αὐτὸν πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἔλθῃ, ὃς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν, τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς, ἀνταγωνίσασθαι.