Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η ιεραποστολική δράση στη Φοινίκη και ο έλεγχος των ελληνικών μύθων

Ο διάλογος του Κλήμεντος με τον Αππίωνα περί της αρχαίας μυθολογίας, η ίδρυση εκκλησιών από τον Πέτρο στην Τύρο και τη Σιδώνα, και οι αναμετρήσεις με τον Σίμωνα στη Βηρυτό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 4 από 11

Ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα ἕωθεν ἅπαντα γράψαντες, εἰς περίπατον ἀπετραπόμεθα. καὶ Ἀππίων ἀπαντᾷ ἡμῖν μετὰ ἀνδρῶν τριάκοντα· καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη τοῖς μετ᾽ αὐτοῦ· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροπρεπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδείας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθέ μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ᾽ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθνη βάρβαρα.

Κἀγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι· ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτι ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; καγὼ ἀπεκρινάμην· τὸν εὐσεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν δεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ· ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα εὐσεβεῖν βουλόμενον μὴ θέλειν τοῖς τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα φῂς κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακοῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως. καὶ ὁ Ἀππίων· τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσι καὶ κακοῖς ἐπίστευεν μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς τε καὶ κακοὶ μύθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.

Διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχότερον ὑποχωρήσωμεν ἤδη τόπον. καὶ δὴ προϊόντες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ῥεύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη· ἔνθα κἀγὼ ἄσμενος μετ᾽ αὐτῶν ἐκαθεζόμην, καὶ ὡς ἠτένιζον εἰς ἐμὲ, ἠρξάμην πρὸς αὐτοὺς λέγειν· Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ παντοπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες μὴ δεδίωσιν· ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ᾽ ἣν μηδὲν πάσχειν τινὰ ἢ ποιεῖν δύνασθαι. νομίσας γάρ τις, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται καὶ ἁμαρτὼν οὐ μεταμελεῖται, ἐφ᾽ οἷς ἠσέβηκεν· ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνοουμένου καὶ ἑκάστῳ τὸ κατ᾽ ἀξίαν ἀπονέμοντος, πᾶν ὅ, τι δύνανται διὰ τὴν ἀφοβίαν εὐκόλως δρῶσιν. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται· τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.

Ὁ δὲ τῶν, ὡς ὑμεῖς φατὲ, βαρβάρων λόγος, εὐσεβέστατός ἐστιν, ἕνα θεὸν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις χαριζόμενον τὰ ἁμαρτήματα, δίκαιον δὲ, ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ᾽ ἀξίαν τῶν πεπραγμένων ἐπεξιόντα. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει, καὶ ὁ σωφρόνως βεβιωκὼς τῆς αἰωνίου κολάσεως λυτροῦται.

Περὶ δὲ ἑκάστου τῶν λεγομένων θεῶν ὑμῶν τὰς ἀσεβεῖς πράξεις εἰσηγούμενος, τοῦ Διὸς καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ᾽ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοιεῖτε ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, ἀπ᾽ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα ὡς λέγετε καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὐτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι, καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσιν. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ. ἰδιώταις περὶ τῶν τοιούτων ὑπολήψεων ἀγανακτεῖν μετρίως εὔλογον.

τοῖς δὲ ἐκ παιδείας ὁρμωμένοις τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις [θεῶν] ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παῤῥησιάζονται. διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ᾽ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι᾽ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῆς οὔσης τῆς ψυχῆς, τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὐτῶν συμφωροῦσι νοῦν· ὅθεν ἐπ᾽ αὐξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἐστὶν τὰ ἐῤῥιζωμένα ἀσεβήματα. διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς τῶν Ἑλλήνων ἐπακούειν μυθολογίας· πολὺ γὰρ ἀμαθίας χείρονά ἐστι τὰ παρ᾽ αὐτοῖς μαθήματα· τινὲς δὲ τῶν παρ᾽ αὐτοῖς πάντα τὰ ἁμαρτήματα ἀδιάφορα λέγουσιν, γελοῖον δὲ οὕτως ὑπολαμβάνειν τοὺς τὰ τοιαῦτα λέγοντας. ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ, οἴκων καταλύσεις, μαγεῖαι, δόλοι, ἀπορίαι καὶ ἄλλα πλείω κακά;

ἐνδέχεται γὰρ συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν, καὶ ἀποδραμοῦσαν ἐκ τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ καὶ διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον τὸ κατὰ γαστρὸς φθείραι θέλειν καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συνφθαρῆναι. εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ κατέλιπεν βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ; καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν. ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ, ὧνπερ ἂν ψαύσῃ τῆς ἀφανεστάτης λύσσης μεταδιδοὺς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν. ἐκεῖνο δὲ πάντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τοῦτο τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους τε ἐπὶ τούτων ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μύρια. διὰ τοῦτο ἐγὼ τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν ὅπου δήποτε ἀπολαμβάνει.

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· τί γάρ; οὐχὶ καὶ οἱ Ἑλλήνων νόμοι ταῦτα ἀπαγορεύουσιν, καὶ τοὺς μοιχοὺς κολάζουσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοὶ, ἀλλ᾽ ἢ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται.

Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Χριστιανοῖς σε προσομιλοῦντα ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κἀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη μὴ χρηστὰ ὁμιλίαι καλαί. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ἦσαν ἀρχὴν λαμβάνοντες τῆς πρὸς τοὺς ὑπ᾽ ἐμοῦ λεχθέντας λόγους ἀγάπης. καὶ γὰρ συνεχῶς καὶ ἐσπουδασμένως ἀξιοῦντές με πάντως τῇ ὑστεραίᾳ ἐλθεῖν ἀπηλλάγησαν. τῇ δὲ ἐπαύριον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάμπολλοι, καὶ ἐπεφώνουν λέγοντες· ὁ θεὸς διὰ σοῦ ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι, καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο· Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων· δυνατὸς γάρ ἐστιν καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ᾽ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθῆτε, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ τῷ θεῷ ἀρέσκοντα ἀναδεξάμενοι.

ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ, τὸ αὐτῷ προσεύχεσθαι, τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μολυσμοῦ ἀσπίλους ἑαυτοὺς διατηρεῖν ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντας. ἅπερ ἕκαστος ἑαυτῷ θέλει, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὐ θέλεις φονευθῆναι; ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, θεῷ προσφιλεῖς γενόμενοι ἐπιτεύξησθε τῆς ἰάσεως.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες, ἅπαντες ἐβαπτίσθησαν. οἱ δὲ Σιδώνιοι ταῦτα ἀκούσαντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον ἐλθεῖν πρὸς αὐτούς· αὐτοὶ γὰρ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν οὐκ ἴσχυον. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ ὁ μάγος μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετὰ Ἀππίωνος καὶ τῶν ἑαυτοῦ ἑταίρων.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητέ μέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δι᾽ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαθὼν τοὺς προωρισμένους τοῦ θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος ἐν ἡμέραις ὀλίγαις πολλῶν κἀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξῄει τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γὰρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον· μάγος ἐστὶν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ἐν ὑμῖν καὶ τὰς νόσους ἐκίνησεν αὐτὸς, ἵνα ὑμᾶς καταπλήξηται, ὡς νομισθῆναι θεός. ἡσυχίαν δὲ παρασχόντος τοῦ λαοῦ ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ εἶπεν· ἄνδρες, ἅπερ οὗτοι λέγουσιν, θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.

Τῶν δὲ ὄχλων φοβηθέντων καὶ προθύμως ἐπαγγελλομένων τὰ ὑπ᾽ αὐτοῦ κελευόμενα πράττειν, ὁ Πέτρος ἔφη· μηδεὶς ὑμῶν ὁμιλείτω τοῖς μάγοις, μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύματος συντόμως ξύλα λαβόντες καὶ τύψαντες τοὺς περὶ τὸν Σίμωνα ἐδίωκον αὐτοὺς ἕως παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες καὶ πᾶς ὁ ὄχλος γονυπετὴς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δὲ ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει κατορθώσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.

Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, δι᾽ ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας καὶ θεραπεύσας πολλοὺς καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας κατ᾽ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου πολλοὶ συνεισῆλθον. οὐχ ἥκιστα δὲ τῶν ἐπ᾽ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ὑπ᾽ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοὶ διηγούμενοι τάτε κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα παρὰ Σίμωνι ἀκριβῶς· ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαρώνου ἦγον οἰκίαν.

Ὁ δὲ Πέτρος ἐπ᾽ αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονὼς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο αὔριον περὶ θεοσεβείας αὐτοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ ἔφη πρὸς ἡμᾶς μὴ μεταλήψεσθαι πρότερον αὐτὸς τροφῆς πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσῃ. ἀποκρινομένων δὲ ἡμῶν, ὅτι σπουδῇ πάντας αὐτοὺς διαναπαύσομεν, ὁ Πέτρος ἀκούσας καὶ εὐλογήσας ἡμᾶς ἐξῆλθεν· καὶ θαλάσσῃ λουσάμενος εἰσελθὼν καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας καταλαβούσης ὕπνωσεν.

Ὑπὸ δὲ τὰς δευτεραίας τῶν ἀλεκτρυόνων φωνὰς διϋπνισθεὶς ὁ Πέτρος εὗρεν ἡμᾶς ἐγρηγορότας. ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἑξκαίδεκα· αὐτὸς ὁ Πέτρος κἀγὼ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσαντες οὖν ἀλλήλους εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ· ὅτι Σίμων ὁ μάγος μαθών σε ἐπιδημήσαντα, τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν· οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι, καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπό σου προθεσμίαν μὴ δυνάμενοι πρὸ τῶν θυρῶν ἑστήκασιν κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες, ὅτι μετεωρίσας αὐτοὺς καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδημήσαντα γνοὺς νύκτωρ ἔφυγεν· πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου.

Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰπόντος· πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. καὶ τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς θεοῦ. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ αὐτῶν ἔστιν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν. ὁ δὲ τὸν πολὺν ὄχλον ἰδὼν ὥσπερ ποταμοῦ ἥσυχον ῥεῦμα πρᾴως προσρέοντα, ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν ὕπαιθρον καὶ κεκηπευμένον τόπον προάγοντος, εἵποντο οἱ ὄχλοι.