Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η διδασκαλία στην Τρίπολη και το βάπτισμα του Κλήμεντος

Το πολυήμερο κήρυγμα του αποστόλου Πέτρου στο λαό της Τρίπολης, οι θεραπείες, το βάπτισμα του Κλήμεντος και η χειροτονία του επισκόπου Μάρωνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 5 από 11

Ὁ δὲ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ ὑψηλῆς ἐπιστὰς ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, ἰδὼν πολλοὺς ἐκ τῶν παρεστώτων ὄχλων ὑπὸ δαιμόνων τε καὶ παντοίων παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους, βρύχοντάς τε μετὰ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν προστάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι ὑποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως· Ὁ μόνος ἀγαθὸς θεὸς τὰ πάντα καλῶς πεποιηκὼς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἐξαπέστειλε τὸν μονογενῆ αὐτοῦ υἱὸν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὰ ἐκείνῳ δοκοῦντα ἐκφάναι, καὶ νόμον αἰώνιον δοῦναι, ἵνα φυλάσσοντες αὐτὸν διαπαντὸς καὶ βαπτισθέντες εἰς ἄφεσιν ἁμαρτιῶν τῆς αἰωνίου ζωῆς καταξιωθῶμεν. σπουδάσατε οὖν πρῶτον καὶ ἐκδύσασθε τὸ ῥυπαρὸν ὑμῶν ἔνδυμα, ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε· καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτῶν κοινωνεῖτε μιαρᾶς, μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισεῖτε ἀλλήλους μηδὲ κλέπτετε, μηδὲ κακαῖς τισι ὅλως πράξεσιν ἐπιβάλλεσθε.

Ταῦτα εἰπόντος αὐτοῦ καὶ παραινέσαντος πολλὰ ἀπὸ τῶν γραφῶν οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυχόντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ εὐξάμενος, πάντας ἰάσατο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ εὐφημῆσαι τὸν θεόν. βεβαίως οὖν πιστεύσαντες ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν ἐντολὴν ἔχοντες πρωϊνώτερον συνελθεῖν.

Τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ ὁ Πέτρος ἅμα τοῖς ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν τόπον ἐλθὼν ἤρξατο λέγειν· ὁ θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν μόνος ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσι μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ πολιτευσάμενοι καλῶς ἐν ἡμέρᾳ, ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ ἀξίαν ἀπολαύσωσι. διὸ νῦν ἄρξασθε, ἀγαθῆς γνώσεως θεῷ πειθόμενοι, ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν ἐντολήν. οὕτω γὰρ ὑμῖν ἐξ αὐτῆς ἀνατελεῖ τὰ ἀγαθὰ, καὶ τῷ δεδωκότι εὐχαριστήσετε εἰς ἀεὶ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν. ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ καὶ οὐ μόνον τὰ ἐνδομυχοῦντα ὑμῖν πνεύματα ἀπελάσαι δυνήσεσθε, ἀλλὰ καὶ τὰ ἄλλων δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσε. ὁ δὲ τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος καὶ ἐξ αὐτῆς ἰασάμενος ἐνετείλατο αὐτοῖς ὀρθριώτερον συνελθεῖν.

Τῇ δὲ τρίτῃ ἡμέρᾳ ὀρθριώτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος καὶ προσευξάμενος ἐκαθέσθη· ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένους συνεὶς ἔφη· πρὸ πάντων, ὦ φίλοι, ὁ θεὸν σέβειν αἱρούμενος εἰδέναι ὀφείλει, ὅτι ἐν τρισὶν ὑποστάσεσιν ὁ εἷς θεὸς γνωρίζεται· ἔστιν δὲ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ πάντων κτισμάτων εἶναι δημιουργὸς, πάντα περιέχων, πάντα περιορίζων, ὡς ὑπὲρ πάντα ὢν καὶ πάντα δημιουργήσας. καὶ ταῦτα εἰπὼν καὶ πολλὰ περὶ θεοσεβείας διδάξας ἐκέλευσε τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὐτῷ προσφέρεσθαι. προσενεχθεῖσιν δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας.

Τῇ μὲν οὖν τετάρτῃ ἡμέρᾳ ἐν Τριπόλει ὁ Πέτρος ἐγερθεὶς καὶ προσευξάμενος συνεκαθέσθη ἡμῖν καὶ ἤρξατο λέγειν· ὁ μέλλων προσιέναι τῷ θεῷ χρὴ νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις ἢ μὴ ἔχοντα τὰ ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸς εἶναι τῇ καρδίᾳ καὶ ἁγνὸς τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὓς λέγει ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστός· οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου. φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει, ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι· ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπὸ τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς τὸ ἔσω καὶ τὸ ἔξω καθᾶραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἔπαινον τῶν ἱστορούντων, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.

Καὶ ταῦτα εἰπὼν καὶ ἕτερα πλείονα περὶ ἁγνισμοῦ ἐπαύσατο. τριῶν οὖν ἤδη μηνῶν πληρωθέντων, ὧν νηστεῦσαί με ἐκέλευσεν ἡμερῶν ὁ Πέτρος, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. καὶ λαβὼν ἄρτον ὁ Πέτρος εὐχαριστήσας καὶ κλάσας μετέδωκεν ἡμῖν τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει δόξαν καὶ εὐχαριστίαν τῷ θεῷ ἀποδεδώκαμεν. πολλοῦ δὲ ὄχλου συναθροισθέντος νόσους, πάθη, δαίμονας ἀπελάσας ὁ Πέτρος καὶ βαπτίσας πολλοὺς Μαροώνην τὸν ἀποδεξάμενον αὐτὸν, ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος τῆς ἐκκλησίας καὶ ὑπὲρ τῆς τάξεως προσομιλήσας αὐτῷ τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐπορεύετο ὁδόν.

Ἐκβάντες οὖν τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν ἐλθόντες. καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ ὁ πολὺς ὄχλος τῶν συνοδοιπορούντων ἡμῖν οὐ μικρὸν φθόνον εἰσιοῦσιν κατὰ πόλιν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, πῶς μήτε οὗτοι λυπηθῶσιν κωλυθέντες συνεῖναι ἡμῖν, μή ποτε ἡμεῖς περίβλεπτοι γενόμενοι φθόνῳ τῷ τῆς κακίας ὑποπέσωμεν. τούτου ἕνεκεν βούλομαί σε τὸν Νικήτην καὶ Ἀκύλαν προοδεύειν μου κατὰ συστήματα δύο σποράδην.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἀπεκρίθησαν Νικήτης καὶ Ἀκύλας εἰπόντες αὐτῷ· οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι· πρῶτον μὲν ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν, ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγεις. πρὸς τούτοις δὲ ὡς ἐπὶ πολὺ ἡμερῶν δύο ἀνάγκη τοῦ πράττειν τοῦτο ἀπολιμπανόμεθά σου· καὶ αὗται δὲ πολλαὶ πρὸς τὸ μὴ σὲ τὸν κύριον ἡμῶν ὁρᾶν, πλὴν ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὅμως ταῦτα εἰπόντες προῆξαν.