οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι᾽ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεται καὶ πρὸς ἄμυναν ὁρμᾶν. ὁ δὲ διδάσκαλος εἰδὼς, ὅτι οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσι, καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους, καθ᾽ ὃ ἄνθρωποί εἰσι καὶ δι᾽ ἁμαρτίας ὄργανα γινομένους κακίας, ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσι, καὶ τὸ ὅσον ἐπ᾽ αὐτοῖς ἐστὶ τοῖς ἀδικουμένοις, ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσι βοηθῶσιν εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ πλεῖον αὐτοὺς ἁμαρτάνειν ἀναγκάσωσι. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινὶ, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δι᾽ οὗ καὶ τὸ παθεῖν γίνεται, λογισάμενον ὅτι εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτὸν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν, δι᾽ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ᾽ ἔτι μὴν, εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιοῦμεν, παρὰ τὸ πρῶτοι ἢ δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν.