Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η αναγνώριση των αδελφών στη Λαοδίκεια και το βάπτισμα της μητέρας

Η αποκάλυψη της πραγματικής ταυτότητας του Νικήτα και του Ακύλα ως χαμένων αδελφών του Κλήμεντος, η εξιστόρηση των περιπετειών τους και το βάπτισμα της μητέρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 7 από 11

Ὄρθρου δὲ γινομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὐτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν ἐπὶ τὴν Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτὸν χρόνου ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. κατηντήσαμεν οὖν εἰς Βαλαναίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλταν ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν, τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστι τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.

Ταῦτά μου εἰπόντος ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἅμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην, καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν, ἔπειτα ὅτι μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος ἔγνω αὐτῆς τὸ γένος, ἀνατροφὴν, τὸν πλαστὸν ὄνειρον καὶ τῶν τέκνων τὰ ὀνόματα, ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῆς συμπορευομένων διδύμων τέκνων, οὓς ἐν τῷ βυθῷ ὑπενοεῖτο τεθνηκέναι.

Τούτων οὖν κεφαλαιωδῶς ῥηθέντων ὑπὸ Πέτρου ὁ Νικήτης καὶ ὁ Ἀκύλας ἐκπλαγέντες ἔλεγον· ἆρά γε δέσποτα καὶ κύριε τῶν ἁπάντων τοῦτο ἀληθὲς ἢ ὄνειρός ἐστι; καὶ ὁ Πέτρος ἔφη· εἰ μὴ κοιμώμεθα, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ σύννοες γενόμενοι ἔφασαν· ἡμεῖς ἐσμὲν Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ ἑαυτῶν κατεστοχαζόμεθα, μὴ ἆρα οὐχ ἡμῖν διαφέρει τὰ λαλούμενα· λογιζόμενοι [δὲ,] ὅτι πολλὰ παρόμοια γίνονται ἐν τῷ βίῳ, διὸ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας. πρὸς δὲ τὸ τέλος τοῦ λεγομένου ἀποβλέψαντες, ὅτι ἡμῖν διαφέρει τὰ λεγόμενα, τότε ἑαυτοὺς ὡμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες ἤδη περιπλέκεσθαι ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυσεν αὐτοὺς εἰπών· ἐάσατέ με προσαγαγεῖν ὑμᾶς καὶ παραστῆσαι τῇ μητρὶ, μή πως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅ τε δὴ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.

Ὅμως ἐπεὶ κόρον ἔσχεν ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος ἤρξατο προσαγαγὼν λέγειν· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας πίστεως τὴν πολιτείαν. ἡμεῖς ἕνα θεὸν σέβομεν τὸν πεποιηκότα ὃν ὁρᾷς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις, αὐτὸν σέβειν μόνον, καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς, καὶ σωφρονεῖν, βιοῦν τε ἡδέως. πρὸς τούτοις δὲ ἀδιαφόρως βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐ συνεστιᾶσθαι αὐτοῖς δυνάμενοι διὰ τὸ ἀκαθάρτως αὐτοὺς βιοῦν. πλὴν ὁπόταν αὐτοὺς πείσωμεν τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, βαπτίσαντες αὐτοὺς τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε αὐτοῖς συναυλιζόμεθα. ἐπεὶ οὐδ᾽ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως στοργὴν ἔχων συνεστιᾶσθαι αὐτῷ τολμᾶν δυνάμεθα. πίστει γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, μέχρις ἂν μὴ τὰ [αὐτὰ] αὐτῷ φρονῇς καὶ ποιῇς.

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει σήμερόν με βαπτισθῆναι; ἥτις πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῳ, ὅτι πολλὰ σχεδὸν καθ᾽ ἡμέραν θυούσης αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ καὶ λέγειν; ὁπότε οὐδὲ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένης μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ᾽ οὐδὲ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακουχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν τοῦ Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀπώλεια καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παραμυθήσομαι γὰρ ἐμαυτὴν περὶ αὐτῶν, ὅτι ἐν τῇ θαλάσσῃ διεφόνησαν· ἀλλ᾽ ὅτι πρὸς τούτοις ἐκτὸς τυχὸν θρησκείας θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ἐκβὰς ζήτησιν τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφόνησεν.

Τῆς μητρὸς οὖν ταῦτα λεγούσης κατὰ τὴν τοῦ Πέτρου παραίνεσιν ἀκούοντες οὐκέτι στέγειν ἠδύναντο οἱ παῖδες, ἀλλ᾽ ἐγερθέντες περιεπλέκοντο αὐτῇ πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη· τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσι Φαυστῖνος καὶ Φαυστινιανὸς, οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτί. καὶ πῶς ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται, σὺν σοὶ γὰρ καὶ ἡμεῖς μαθεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπὸ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη καὶ ἐν ἑαυτῇ γενομένη ἔφη· παρακαλῶ, τέκνα μου ποθεινὰ, εἴπατέ μοι τὰ μετὰ τὴν χαλεπὴν νύκτα ἐκείνην συμβάντα ὑμῖν.

Καὶ ὁ Νικήτης ἤρξατο λέγειν· τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλοντο, καὶ ἐν σκάφει θέντες καὶ κώπαις ἐλαύνοντες ποτὲ μὲν παρὰ γῆν ἔφερον, ποτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς ἐδειμάτουν, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι τε καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰούστα, ὠνησαμένη, ἡμᾶς τέκνων ἐφύλαττε τόπον καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσε. ἡμεῖς δὲ ἐφ᾽ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

Σίμωνι δέ τινι μάγῳ σχεδὸν σύντροφοι γενόμενοι φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου, Ζακχαῖοις λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καὶ σὲ, μῆτερ, εὐχόμεθα, ἵνα ὧν ἡμεῖς καταξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς, ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι᾽ ἣν ἐνόμιζες ἡμᾶς τεθνάναι, τὸ ἐν ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ πειρατῶν ἀρθῆναι ἐν πελάγει.

Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἡμέρα ἄμοιρος γένηται, ἀφ᾽ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, μὴ συνεστιαθεῖσα αὐτοῖς. ταῦτα οὖν καὶ ἡμῶν τῇ μητρὶ συμπαρακαλεσάντων ὁ Πέτρος ἔφη· τί νομίζετε, ἐγὼ μόνος ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι ὑμᾶς συνεστιασθῆναι τῇ μητρὶ, βαπτίσας αὐτὴν σήμερον; ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπειδὴ ἁπλῶς τινὰ ὑπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ, ἐπεὶ πολλῶν ἡμερῶν αὐτὴν ἀφελληνισθῆναι ἔδει.

Κἀγὼ ἔφην· εἰπὲ ἡμῖν, τίνα ἐφθέγξατο λόγον, ὃς τὴν πίστιν αὐτῆς ἐξέφανεν; καὶ ὁ Πέτρος ἔφη· ἡ ἀξίωσις αὐτῆς τοῦ συμβαπτισθῆναι αὐτὴν τῇ ξενοδόχῳ ἐυεργέτῃ. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ᾽ αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπόταν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν, υἱοὺς, φίλους πρὸς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν, ἀνυπερθέτως, οὓς ἠγάπων, προετρέποντο βαπτισθῆναι. ἀλλ᾽ ἐρεῖ τις ὑμῶν· ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστι. ἐπεὶ τί δήποτε νοσοῦντας ὁρῶντες ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας, ὀδύρονται καὶ ἐλεοῦσι; οὕτως εἰ πεπιστεύκεισαν, αἰώνιον πῦρ μένειν ἐπὶ τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ᾽ αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἂν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν.

Ἡ δὲ ὤμνυεν· δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ Πέτρου τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρει τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ᾽ οὐκ ἐστὶ τοῦτο νηστεία βαπτίσματος, ὃ μὴ δι᾽ αὐτὸ γέγονε. καὶ ὁ Φαυστινιανὸς ἀπεκρίνατο· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἡμέρας νηστεῦσαι ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.

Καὶ ὁ Πέτρος ἔφη· μὴ ἡμᾶς νικάτω ἡ κακία πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ ἡ τεκούσης στοργή. ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν τὴν σήμερον διαμείνωμεν νηστεύοντες, καὶ αὔριον βαπτισθήσεται. οὐδὲ ἡ ὥρα τῆς σήμερον ἡμέρας ἐπιτήδειός ἐστιν εἰς τὸ βάπτισμα. καὶ ὅμως οὕτως γενέσθαι οἱ πάντες συνευδοκήσαμεν. ὀρθριώτερον δὲ πολλῷ τοῦ καθ᾽ ἡμέραν διϋπνισθεὶς ὁ Πέτρος εἰσῄει πρὸς ἡμᾶς, καὶ ἐξυπνίσας ἔφη· Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπεινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες βαπτίσαι αὐτὴν δυνηθῶμεν.

Πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν μεταξὺ πετρῶν τινων γαληνὸν καὶ καθαρὸν τόπον εὐπορησάντων ἐβάπτισεν αὐτὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡμεῖς δὲ οἱ ἀδελφοὶ τῶν γυναικῶν χάριν καὶ ἄλλοι τινὲς ὑπεχωρήσαμεν. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν δι᾽ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς αὐταῖς γυναιξὶν [ἐπέτρεψεν.] ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν καὶ ἄρτον λαβὼν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετὰ ταύτην ἡμῖν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν, καὶ τὸν θεὸν εὐλογήσαμεν.