Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἀναγνωρίσεις (Νόθος)

Κλήμης Ῥώμης

Η ποικιλία των εθνικών νόμων και εθίμων ως αναίρεση της αστρολογικής ειμαρμένης

Η παράθεση των ιδιαίτερων εθίμων, νόμων και τεχνών διαφόρων λαών αποδεικνύει ότι οι ανθρώπινες πράξεις πηγάζουν από το αυτεξούσιο και την παράδοση, και όχι από την επιρροή των άστρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 1 από 3

... οἱ τῶν ἀρχόντων νόμοι ...... ἐγγράφως ἢ ἀγράφως ὑπάρχοντες παρ᾽ ἡμῖν τε καὶ ἔθνεσιν, ἐν τοῖς μὲν τὸ γράμμα, ἐν τοῖς δὲ ἡ συνήθεια· νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ. Ὧν πρῶτοι Σῆρες οἱ τὸ ἄκρον τῆς χέρσου οἰκοῦντες, νόμον ἔχοντες τὸ πατρῷον ἔθος μὴ ἑταιρίζεσθαι μηδὲ συλᾶν, μὴ μοιχᾶσθαι, μὴ ξοάνοις προσκυνεῖν ἢ ποτνιᾶσθαι δαίμοσι, μηδ᾽ ὅλως ἐν αὐτοῖς ὑπάρχειν εἴδωλον ἢ ἑταίραν ἢ μοιχαλίδα, οὐ συλήτην, οὐ φονέα, οὐ λωποδύτην· καὶ ὅμως οὐδενὸς τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ κατὰ σὲ πυριλαμποῦς Ἄρεος ἀστήρ, οὐδὲ ἐβιάσατό τινα αὐτῶν φασγάνῳ τὸν πέλας ἀναιρεῖν ἢ λίθῳ πατάξαι. οὐκ Ἀφροδίτη σὺν Ἄρει ἔπεισεν αὐτοὺς ἐπιλυττῆσαι τῇ γυναικὶ τοῦ γείτονος, πανημέριον μεσουρανοῦντος τοῦ Ἄρεος, καὶ ὅμως ἰσχυρότερος τῆς ἀνάγκης τῶν ἄστρων παρὰ Σηρσὶν ὁ πάτριος νόμος.

Νόμος δὲ καὶ παρὰ Βακτριανοῖς ἤτοι Βραγμανοῖς ἡ ἐκ προγόνων παιδεία, μὴ μεθύειν μηδὲ ἐμψύχων ἀπογεύεσθαι, οὐκ οἴνου ἁπλοῦ ἢ νόθου μετέχειν, θεὸν τὸν ἐμὸν δεδοικότας, καίτοι τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν μιαιφονούντων καὶ οἰνοφλυγούντων καὶ μονιῶν ἀγρίων ἢ συῶν δίκην θηλυμανούντων καὶ τῷ πάθει κραδαινομένων. ἐν δὲ τοῖς ἑσπερίοις κλίμασιν ἐνδοτέρω τῶν ἐκεῖσε Ἰνδῶν ξενοβόροι τινὲς ὑπάρχοντες τοὺς ἐπήλυδας ἀναιροῦντες ἐσθίουσι, καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἀστέρων τῆς μιαιφονίας αὐτοὺς ἀποστῆσαι ἴσχυσε μέχρι τήμερον.

Ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν καὶ ταῖς σφῶν παισὶν ἐπιμαίνεσθαι καὶ μιαιγαμεῖν, εἰ καὶ πόρρω τῆς ἐνεγκαμένης γένωνται, καὶ τοῖς σφῶν κεχρῆσθαι νόμοις, φανερῶς καὶ λεληθότως διακελευόμενος· ἐξ ὧν τινες αὐτῶν μέχρι καὶ νῦν ὑπάρχουσιν, ἐν Μήδοις καὶ Πάρθοις καὶ Ἐλαμίταις καὶ Αἰγυπτίοις, ἐν Φρυξὶ καὶ Γαλάταις, ἔν τισι κώμαις μιαιβιοῦντες· καὶ οὐ δήπου Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου 〈σὺν Κρόνῳ〉, ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς πάντων αὐτῶν γενέσεσιν εὑρίσκεσθαι οἵα τε.

Θάτερος δὲ παρὰ Γήλαις νόμος γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ κοινωνεῖν οἷς ἂν βούλωνται τῶν ἐπηλύδων, οὐκ ἐπιτιμώμεναι ὑπὸ τῶν προεχόντων ἀνδρῶν οὐδὲ ζηλούμεναι. οὐ μυρίζονται δὲ οὐδὲ φυκίοις τὴν ὄψιν νοθεύονται, τὰς σφῶν παρειὰς ἐπιχρωννῦσαι, καθὼς αἱ παρ᾽ ἡμῖν ἀλλότριον ὑποδύνουσαι προσωπεῖον· οἱ δὲ ἄνδρες στιβάζονται ἐσθῆτι μαλακῇ καὶ ἀνθοβάφῳ περιβολῇ· ὑπάρχουσι δ᾽ ἐν αὐταῖς καὶ πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρὰ τῶν θηρίων. πῶς οὖν πᾶσαι αἱ Γηλῶν γυναῖκες [οὐκ] ἔλαχον 〈ἐν〉 Αἰγοκέρῳ ἢ Ὑδροχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν; οὔτ᾽ αὖ πάλιν οἱ ἄνδρες αὐτῶν ἔλαχον ἐν Κριῷ σὺν Ἄρει τὴν Ἀφροδίτην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλούς φασιν οἱ τῇ γνώμῃ Χαλδαῖοι.

Ἐν δὲ Σούσοις τῆς Βαβυλῶνος αἱ γυναῖκες παντὶ μύρῳ διαφέροντι καὶ κόσμῳ χρῶνται, ὑπηρετούμεναι καὶ φαιδρῶς προϊοῦσαι σὺν βλοσυρίᾳ καὶ διαχύσει πολλῇ· πᾶσι δὲ νεήλυσιν ἀδεῶς τε καὶ ἀναιδῶς συγκαθεύδουσιν, ἄρχουσαι μᾶλλον τῶν οἰκείων ἀνδρῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν Σουσίδων γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν Διὸς ὅροις ἡ Ἀφροδίτη.

Ἐν δὲ τῇ Ἑῴᾳ οἱ ἀρρενοφθοροῦντες οἱ παρὰ Χριστιανοῖς ἐὰν γνωσθῶσιν ὑπὸ τῶν ὁμαίμων ἀφειδῶς τιμωροῦνται. Ἐν Βρετταννίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικί· ὡσαύτως καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί.

Καὶ πᾶσι τοῖς πατρίοις τὰ ἔθνη ὥσπερ νόμῳ στοιχοῦσιν ἀδάκνως καὶ ἀπόνως. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ᾽ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, μισγόμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν, οἷον πανήγυρίν τινα καὶ ἑορτὴν τὸν καιρὸν τῆς ἑταιρείας ἡγούμεναι. ἐξ ὧν κατὰ γαστρὸς φέρουσαι παλινδρομοῦσιν οἴκαδε ἅμα πᾶσαι. τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸν μὲν ἄρρενα φθείρουσι, τὸ δὲ θῆλυ ζῳογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς. ἄτοπον δὲ πιστεῦσαι ἐπὶ μὲν τῇ τῶν ἀρρένων σπορᾷ Ἄρεα μετὰ Κρόνου ἐπὶ τῆς ὥρας ἰσομοίρως τυχεῖν, ἐπὶ δὲ τοῦ θήλεος οὐδέποτε.

Εἰ δὲ καὶ Ἑρμῆς, ὥς φατε, μετὰ Ἀφροδίτης ἐν οἴκοις ἰδίοις ἐπιτελεῖ πλάστας, ζωγράφους, κερματιστάς, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψούς, φωνάσκους, ὑποκριτάς, ποιητάς, παρὰ δὲ Ἠλείοις καὶ Σαρακηνοῖς καὶ τοῖς ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ Μαύροις, τοῖς κατὰ τὰς ἠιόνας καὶ ὄχθας τοῦ Ὠκεανοῦ ποταμοῦ οἰκοῦσι, καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξωτικοῖς μέρεσι τοῦ Πόντου ἔθνεσιν οὐχ οἷόν τε εὑρεῖν κολλυβιστὴν ἢ πλάστην ἢ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ὡς παρ᾽ ἡμῖν· διὰ τί Ἑρμῆς καὶ Ἀφροδίτη οὐ παρέσχον κατ᾽ ἐνιαυτὸν ἐπιτυχεῖν γεννωμένῳ τοῖς ἐκλείπουσι παρ᾽ αὐτοῖς ἐπιτηδεύμασιν;

Μῆδοι δὲ πάντες μετὰ σπουδῆς ἔτι ἐμπνέοντας τοὺς κάμνοντας κυσὶ βορὰν προτιθέασιν ἀναλγήτως· καὶ οὐ πάντως σὺν τῇ Μήνῃ, ὥς φατε, τὸν Ἄρεα ἐπὶ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ Μῆδοι ἔλαχον; Ἰνδοὶ τοὺς νεκροὺς ἑαυτῶν τεφροποιοῦσι πυρί, μεθ᾽ ὧν καταφλέγουσί τινων τὰς συμβίους. καὶ οὐ δήπου πᾶσαι αἱ πυριάλωτοι Ἰνδῶν γυναῖκες [ἢ] αἱ ζῶσαι ἔλαχον ὑπὸ τῆς νυκτερινῆς συνελεύσεως τῶν γονέων σὺν Ἄρει τὸν Ἥλιον, ἐν νυκτὶ μὴ φαίνοντα ἐν μοίραις Ἄρεος.

Γερμανῶν οἱ πλείους ἀγχόνῃ τοῦ ζῆν ἀμείβονται· καὶ οὐ πάντως τὸ πλῆθος Γερμανῶν τὴν Σελήνην καὶ τὴν ὥραν μεσολαμβανομένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχουσιν. ἀλλ᾽ ἐν παντὶ ἔθνει 〈καὶ〉 ἡμέρᾳ βροτοὶ γεννῶνται, οὐ κρείττονες ἢ χείρονες κατὰ ἄστρων συμπλοκήν, ὡς ὑμεῖς φατε, ἀλλ᾽ ἐν ἑκάστῃ χώρᾳ νόμοι τινὲς καὶ πάτρια ἔθη κρατεῖ, ἐξ ὧν τὸ αὐτεξούσιον καὶ τὸ ἐφ᾽ ἡμῖν τὰ πρακτέα ὑπάρχειν παιδευόμεθα πάντες. οὐ γὰρ οἵα τε ἡ καθ᾽ ὑμᾶς γένεσις ἀναγκάσαι Σῆρας ἀναιρεῖν ἢ Βραχμᾶνας κρεοβορεῖν καὶ σικεροποτεῖν ἢ Πέρσας μὴ μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν ἢ Ἰνδοὺς μὴ πυρὶ διδόναι τοὺς νεκροὺς ἢ Μήδους μὴ κυσὶ τοὺς θνησκομένους προτιθέναι ἢ Πάρθους μὴ πολυγαμεῖν ἢ τοὺς Μεσοποταμίτας μὴ ἄκρως σωφρονεῖν ἢ Ἕλληνας μὴ σωμασκεῖσθαι ἢ τὰ βάρβαρα ἔθνη ταῖς ὑφ᾽ Ἑλλήνων προσαγορευομέναις 〈Μούσαις〉 κοινωνεῖν· ἀλλ᾽, ὡς προέφην, ἕκαστος βροτῶν χρῆται τῇ τοῦ νόμου ἐλευθερίᾳ, τὰ ἐκ τῶν ἄστρων μυθουργούμενα καθ᾽ Ἕλληνας παραπεμπόμενος, τῷ ἐκ τῶν νόμων δέει ἢ τῷ ἐξ ἔθνους ἔθει πατρίῳ τῶν φαύλων εἰργόμενος· αἱ μὲν γὰρ τῶν ἀρετῶν ὑπάρχουσι προαιρετικαί, αἱ δὲ περιστατικαί, ἀνάγκῃ ἐπὶ τὸ κρεῖττον χωροῦντος τοῦ ζητουμένου ὑπὸ τῶν νόμων.