Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἀναγνωρισμοί (Νόθος)

Κλήμης Ῥώμης

Το υπερτοπικό ήθος των Ιουδαίων και των Χριστιανών

Το κοινό ήθος και η σταθερή τήρηση του νόμου από τους Ιουδαίους και τους Χριστιανούς, ανεξαρτήτως γεωγραφικού χώρου, ως επιστέγασμα της ελεύθερης βούλησης που έχει δωρίσει ο Θεός στον άνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 4 από 4

Πόσοι, νομίζετε, σοφοὶ ἄνδρες παρήγαγον τοὺς κακῶς κειμένους νόμους; πόσοι δὲ νόμοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ. τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι, ἀλλ᾽ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτε ἐν Ἑλλάδι ἢ ἐν Παρθίᾳ ἢ ὅπου ἂν ὦσι, τοῦτο ποιοῦσιν. ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἱ Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. ἀλλὰ καὶ δι᾽ ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων. ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. (

Ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ, καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ.) Τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμοῦσι, Πάρθοι τυγχάνοντες, οὔθ᾽ οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ᾽ ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ᾽ ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι. (νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄνθρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ᾽ εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν.

θεοῦ δ᾽ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦ ὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος ἀνθίσταται.)