Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἀναγνωρισμοί (Νόθος)

Κλήμης Ῥώμης

Η προτεραιότητα των αγαθών έργων και οι φιλοσοφικές θεωρίες περί ύλης

Προτάσσεται η πρακτική άσκηση της δικαιοσύνης έναντι των ανωφελών θεωρητικών αναζητήσεων και παρατίθενται περιληπτικά οι κοσμολογικές αντιλήψεις των αρχαίων Ελλήνων φιλοσόφων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 1 από 4

ἐὰν πρὸ τῶν ἀγαθῶν πράξεων ζητῶμεν ζητήματά τινα ἀνωφελῆ καὶ ἀνεύρετα, ὡς ἐνδεεῖς φρενῶν πλανώμεθα καὶ ἐνεδρευόμεθα. ὅ τε γὰρ ἑκάστου χρόνος βραχὺς καὶ τὸ κρίνεσθαι ἡμῖν ἐστι περὶ ἔργων, οὐ περὶ γνώσεως ἀπορρήτων. διὸ μὴ καταλείψωμεν ζητεῖν, τί χρὴ ποιήσαντας ζωῆς αἰωνίου τυχεῖν.

εἰ γὰρ ἀπασχοληθέντες τὸν βραχὺν χρόνον εἰς δυσεύρετα καὶ ἀνωφελῆ ζητήματα τὰς ἡμέρας τοῦ παρόντος βίου καταδαπανήσωμεν, ἐνεδρευθέντες ἀπερχόμεθα ἔνθεν κεναῖς χερσίν. ἕκαστον γὰρ ἴδιον ἔχει καιρόν, τὸ πράττειν τὰ δίκαια ἐνταῦθα, τὸ δὲ ἀπολαβεῖν τὴν μισθαποδοσίαν ἐν τῷ μέλλοντι αἰῶνι. ἵνα οὖν μὴ ἐνεδρευθῶμεν, μᾶλλον τὴν δικαιοσύνην ἰχνεύσωμέν τε καὶ πράξωμεν, ὅπως καθάπερ τινὲς κάλλιστοι ὁδοιπόροι τὰ ἐφόδια τῶν ἀγαθῶν βαστάσαντες πράξεων ὥσπερ εἴς τινα πόλιν τὴν τοῦ θεοῦ βασιλείαν εἰσέλθωμεν. ὁ γάρ τοι θεὸς τοῖς εὐγνωμονοῦσι διὰ τὸν ὑπ᾽ αὐτοῦ γενόμενον κόσμον πρόδηλός ἐστιν ὑπὸ πάσης κτίσεως αὐτοῦ μαρτυρούμενος. διὰ τούτου μακροῦ ἐδέησε χρόνου ὁ κόσμος μέχρις ἂν ὁ τῷ θεῷ προορισθεὶς τῶν ψυχῶν ἀγαθῶν ἀριθμὸς ἀναπλήρωσιν λάβῃ,

καὶ τότε αἱ τῶν ἀγαθῶν ψυχαὶ ὡς φῶς τὰ σώματα ἀμφιέσονται, αἱ δὲ τῶν ἀσεβῶν διὰ τῶν ἀκαθάρτων πράξεων πυρίνῳ πνεύματι ἀνακεκραμμέναι εἰς τὸν βυθὸν τοῦ ἀσβέστου πυρὸς ἐνεχθεῖσαι εἰς αἰῶνα κλυδωνισθήσονται. ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ [Νῶε σὺν τοῖς ἐξ αὐτοῦ] (del. Holsten; vgl. Dindorfs Praef. II p. 16) ἐν λάρνακι διασῴζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπήγαγεν, ἵνα πάντων τῶν ἀκαθάρτων ὀλοθρευθέντων ὁ κόσμος καθαρισθῇ, ἐν αὐτῇ τῇ λάρνακι διασωθεὶς εἰς δευτέραν περιουσίαν καθαρὸς ἀποδοθῇ. ὅμως καὶ τούτων γενομένων οἱ ἄνθρωποι ἤρξαντο ἀσεβεῖν. ὅτι δὲ ἐκ πλειόνων τὸν κόσμον καὶ τὴν ὕλην συνεστάναι λέγουσιν οἱ πάντες Ἑλλήνων σοφοί, φανερόν ἐστιν· αὐτίκα γοῦν ὁ μὲν Πυθαγόρας τῶν ἀρχῶν τὰ στοιχεῖα ἀριθμοὺς καλεῖ, Στράτων ποιότητας, Ἀλκμαίων ἀντιθέσεις, Ἀναξίμανδρος ἄπειρον, Ἀναξαγόρας ὁμοιομερείας, Ἐπίκουρος ἀτόμους, Διόδωρος ἀμερῆ, Ἀσκληπιάδης ὄγκους, γεωμέτραι πέρας, Δημόκριτος ἰδέας, Θαλῆς ὕδωρ, Ἡράκλειτος πῦρ, Διογένης ἀέρα, Παρμενίδης γῆν, Ζήνων Ἐμπεδοκλῆς Πλάτων πῦρ ὕδωρ γῆν ἀέρα, Ἀριστοτέλης καὶ πέμπτον ἀκατονόμαστον.