Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἀναγνωρισμοί (Νόθος)

Κλήμης Ῥώμης

Η τελεολογική απόδειξη του Δημιουργού μέσω της ανθρώπινης ανατομίας

Περιγράφεται με λεπτομέρεια η αρμονική κατασκευή και λειτουργία των μελών και οργάνων του ανθρώπινου σώματος ως τεκμήριο της ύπαρξης και της πρόνοιας ενός σοφού Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 2 από 4

τίς δὲ μὴ ἐκπλαγήσεται ἐκ χοὸς ὁρῶν τοσαῦτα μέλη καὶ μέρη τοῦ σώματος, διάφορα ὀστᾶ κατάλληλα, στροφαῖς καὶ τόρναις συμβεβλημένα, ὡς σαρκῶν ὑπερείσματα καὶ πρὸς πᾶσαν εὔκολα κίνησιν, ἅπερ ὡς ὑπὸ μιᾶς γραμμῆς πάσας ἀποσῴζει τὰς ἀναλογίας, μέλη μέλεσιν ἰσόρροπα, δεξιὰ χεὶρ ἰσομήκης τε λείᾳ καὶ δάκτυλος δακτύλῳ καὶ ταρσὸς ταρσῷ καὶ βάσις βάσει καὶ τὰ καθ᾽ ἕκαστον. ὀφθαλμοὶ τὴν ὑψηλοτάτην σκοπιὰν ἔλαχον, ... βραχείᾳ προβολῇ τῶν ὀφρύων ὑποκαθήμενοι, ... κολοβὸν ἐκ πάντων ἡμῶν τῶν μελῶν τὸ οὖς κεχάλκευται, ἀλλὰ καὶ αὐτὸ διακοσμεῖ τὸ περικείμενον κύμβαλον, ... ἑλικοειδῶς ἐκτορνευθὲν δι᾽ ὅλου, ὥστε μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἀλλ᾽ ἐν πλείονι χρόνῳ ...

ὀδόντες καὶ ὁμοῦ συνεργοῦντες ἐκείνῃ (sc. τῇ γλώττῃ) πρὸς διάλεκτον, ἰσχυρὰν αὐτῇ παρεχόμενοι πρὸς τὸν λόγον τὴν ἀντίρρησιν οἱονεὶ πλήκτρου χορδαῖς κιννύρης προσκρουομένης αὐτῆς. ὁμοῦ δὲ καὶ τροφῆς ὑπηρέται πεφύκασιν, οἱ μὲν τέμνοντες, οἱ δὲ λεπτύνοντες· τομῆς μὲν οἱ ἔμπροσθεν, μύλοι δὲ οἱ ἐνδότεροι διὰ τὸ ἀπολεπτύνειν καὶ λεαίνειν τὰ προσαγόμενα καταλλήλως καλούμενοι. ἡ δὲ ῥὶς ταῖς παρειαῖς μεσιτεύουσα ἐφέλκεται μὲν καὶ ἀντιδίδωσι τὸν ἀέρα, ... τῷ θώρακι τοίνυν οὗτος (sc. ὁ πνεύμων) ἐνηρτημένος, γομφώδης ὑπάρχει καὶ μαλακὸς καὶ πολὺ ἀραιός· ... διὸ περιδονούμενος τῇ καρδίᾳ καὶ πραείαις αὔραις αὐτὴν κολακεύων, εὐθαλὲς καὶ ἐρρωμένον τὸ ζῷον δείκνυσιν. ἐν αὐτῇ γὰρ καὶ μόνῃ τὸ ζωτικὸν αἴτιον ἱδρῦσθαί μοι δοκεῖ. εἰ γὰρ πηγὴ τοῦ αἵματος ὑπάρχει τὸ ἧπαρ, ἡ τῆς τροφῆς χορηγία ἀναγκαία καθέστηκεν. τὸ γὰρ ἐπεισαγόμενον ἡμῖν διὰ ταύτης τὸ αἷμα βρύειν ἐκ τοῦ ἥπατος δίδωσι, καθάπερ ἡ ἐπὶ τοῦ ὄρους χιὼν διὰ τῆς οἰκείας ἰκμάδος τὰς ὑπὸ τὴν ὑπώρειαν αὔξουσα κρήνας, διὰ τοῦ βάθους τὸ οἰκεῖον ὑγρὸν λεληθότως ἐπὶ τὰς κάτω φλέβας συνθλίβουσα. τὸ δὲ ἧπαρ καὶ αὐτὸ θερμὸν ὑπάρχον πρὸς τὴν τῶν ἐγκρινομένων πέψιν τε καὶ ἐξαιμάτωσιν τῷ δεξιῷ ἐνήρτηται μέρει ... τῷ δὲ εὐωνύμῳ ὁ σπλὴν ἐμπέφυκεν ἅμα τε ὑφέλκων καὶ διακρίνων τὸ ὑλῶδες τοῦ αἵματος ...

ἐντέρων δὲ ἑλιγμοὶ καὶ συμπλοκαὶ περὶ τὴν γαστέρα, ὅπως τῇ σκολιᾷ περιαγωγῇ χρόνῳ παρακατέχεσθαι τὴν τροφὴν τοῖς σπλάγχνοις, ὡς ἂν μὴ δι᾽ εὐθύτητα τοῦ πόρου ῥᾳδίως καὶ αὖθις ἐκκρινομένης ἀνακινοίη τὸ ζῷον πρὸς ὄρεξιν ...

ὑμενώδεις δὲ οἴκους τῇ φορᾷ τῶν ὑγρῶν ὁ δημιουργὸς ὑπετεχνήσατο διὰ τῶν ἀοράτων πόρων κατὰ μέρος ἐπισπωμένους τὸ ὑγρόν, ὅπως μὴ τῇ ἀθρόᾳ ἐξυδατώσει καὶ ἀναξηρασίᾳ δίψει ἐνεδρευθῆναι τὸ ζῷον, ἀλλὰ κατὰ μέρος ἐξοικονομεῖσθαι τὸ ἀρυσθὲν μέχρι καιροῦ τινος. ἰδοὺ τῆς ἴρεως ὁρωμένης ἀκριβῆ περιφέρειαν ἐχούσης καὶ πάντοθεν ἴσην, οἵαν ἀληθῶς οὐδὲ νοῦς περιγράψαι δύναται· καὶ ὅμως ὁρῶμεν ὑπ᾽ οὐδενὸς αὐτὴν γινομένην ἀλλ᾽ αὐτομάτως συνισταμένην. εἰ γὰρ καὶ ὁ τύπος ἐκτυπῶν τὰ ἴδια νοῦς 〈οὐχ〉 ὑπάρχει, ἀλλ᾽ οὖν γε ὁ τὸν τύπον δράσας νοητὸν ἐτεκτήνατο, ἐπ᾽ αὐτῷ διαχεῖν ἢ ἀναμάττειν μέλλων τὰ αἱρούμενα. οὐ γὰρ ὁ πυρὶ τακεὶς μόλιβδος ἢ κηρὸς ἢ χαλκὸς τύπῳ τινὸς ἐπιχεόμενος καὶ τὸ ἐκεῖθεν σχῆμα ἀναματτόμενος καὶ τὸ δοκοῦν τῷ τεχνίτῃ γινόμενος παρὰ τοῦτο αὐτομάτως συστῆναι δόξει, ἀλλὰ τῇ χειρὶ τοῦ τεχνίτου διὰ τοῦ τύπου τὸ αἱρεθὲν ἀποτελούμενος. οὕτω δὴ νοείσθω ἡ τῆς ἴρεως σύστασις ἐν ταῖς σφοδραῖς ὑετίαις, ... ὥσπερ γὰρ οἱ πύργοι ὑπὸ τῶν οἰκοδόμων ἐγείρονται καὶ τὰ λαξευτὰ ἢ χωνευτὰ ὑπὸ τεχνίτου χειρὸς διαγλύφεται, τὰ δὲ αὐτῶν ἀποσκιάσματα οὐχ ὑπὸ τεχνίτου γίνεσθαι πέφυκεν, ἀλλ᾽ ὑπὸ τῶν παρ᾽ ἐκείνων γενομένων ἀποτελεῖται· εἰ οὖν καὶ θάτερα θατέροις τινὰ παρυφίσταται τύπῳ τινὸς ἐκτυπούμενα, ἀλλ᾽ οὖν γε οἱ τύποι ἀπ᾽ ἀρχῆς ὑπὸ τεχνίτου χειρὸς γεγόνασιν.