Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἀναγνωρισμοί (Νόθος)

Κλήμης Ῥώμης

Αναίρεση της αστρολογικής ειμαρμένης και υπεράσπιση της ελεύθερης προαίρεσης

Έλεγχος των σφαλμάτων των αστρολόγων, αναίρεση της πίστης στην επιρροή των άστρων και ανάδειξη της σημασίας της ελεύθερης προαίρεσης του ανθρώπου έναντι της ειμαρμένης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 3 από 4

αὐτίκα γοῦν Ἄρης κέντρον λαβὼν οἰκείῳ οἴκῳ ἐκ τετραγώνου ἐπιθεωρῶν Κρόνον σὺν Ἑρμῇ ἐπὶ κέντρον, Σελήνης ἐπ᾽ αὐτὸν πλήρους ἐρχομένης, ἐπὶ 〈τῆς〉 ἡμερινῆς γενέσεως ἐκτελεῖ ἀνδροφόνους καὶ κτεινομένους, [ἐπωμότας καὶ] αἱμοπότας, μεθύσους, λάγνους, δαιμονῶντας, μυστηρίων ἀποκρύφων ἵστορας, μάγους, θύτας καὶ τὰ τούτοις ἀκόλουθα, ἐξαιρέτως μηδενὸς τῶν ἀγαθοποιῶν ἀστέρων ἐπιθεωροῦντος· αὐτὸς δὲ πάλιν Ἄρης πρὸς Ἀφροδίτην σχῆμα τετράγωνον 〈ἔχων〉, μοιρικῶς ἐπὶ κέντρον, μὴ ἐπιθεωροῦντός τινος ἀγαθοποιοῦ, μοιχοὺς ἀποτελεῖ, ἀδελφαῖς καὶ μητράσι μιγνυμένους. Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου σὺν Κρόνῳ, ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἀποτελεῖ γυναῖκας γεωργοὺς καὶ οἰκοδόμους καὶ πάντων ἀνδρείων ἔργων ἐπιστήμονας, καὶ κοινοῦσθαι καὶ συγκαθεύδειν οἷς ἂν βούλοιντο, καὶ μὴ κωλύεσθαι ὑπὸ τῶν οἰκείων ἀνδρῶν. ἀνδρείας οὖν ἀποτελεῖ γυναῖκας ἐν Αἰγοκέρῳ 〈ἢ〉 Ὑδροχόῳ κακοδαιμονοῦσα Ἀφροδίτη, ἐπ᾽ ἀνδρῶν δὲ τοὐναντίον σὺν Ἄρει οὖσα ἐν Κριῷ. ὅθεν οὐχ οἷόν τε φόβῳ ἤ τινος ἀπειλῇ ἢ μηχανῇ ἐπισχεῖν τὰς ἐπιθυμίας διὰ τὴν τῶν ἄστρων ἀποκλήρωσιν. καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό με (B, μοι AC) συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα.

κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγώ σοι συμβουλεύω. μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον.

καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικὸς (C, ἀποκαταστικὸς AB) ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώρησεν (AC, ἐθεώρησεν B) ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνὼν ἢ κεκεντρωμένος ἢ παρὰ αἵρεσιν. ὁμῶς καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. πρὸς τούτοις δὲ ἢ ἀγαθοποιὸς κακῷ ἀσύνδετος (B, ἀσύνθετος AC) ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρὰ αἵρεσιν ἢ ἐν ἐκλείψει ἢ ἀνεπισύναφος ἢ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὁμῶς πολλῶν προφάσεων οὐσῶν πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπέ, ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε.

καὶ ὁμῶς ὡς προεῖπον ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τὸ (B, 𐅻 AC) ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι. ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς·

κύκλος γάρ ἐστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν, οὕτως καὶ τὸ μάθημα πρὸ τοῦ τι ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ τὴν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται.

πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν (AC, ἤδειμεν B). τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα (ποία ... αἰτία ... ποία B) δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. ὅτι ἥδε (AC, δὲ B) ἡ αἰτία ἡμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι ἐλεύθερον ἔχοντες λογισμὸν 〈ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ ἡττήμεθα,〉 (☩ Robinson) ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν. οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι (AB, μεταποιούμενοι C) τὴν προαίρεσιν, ὡς χθὲς ἐπεδείξαμεν. σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο μηδὲν τούτων ἀληθέστερον εἶναι ὧν εἶπες (B, εἶπας C, εἶπεν A). ... Διὸς (Cotelier, διὰ ed.) τοῦ πατραλοίου καὶ τῶν οἰκείων τέκνων τοὺς γάμους φθείραντος καὶ ἐν τάφῳ παρὰ Κρησὶ φθαρέντος.