Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἀναγνωρισμοί (Νόθος)

Κλήμης Ῥώμης

Πολεμική κατά της θεοποίησης των θνητών

Απαρίθμηση και αναίρεση των εθνικών θεοτήτων και ηρώων, με έμφαση στον θνητό και φθαρτό χαρακτήρα τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 4 από 4

οὐ μὴν ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου παῖδας ἐξεθείασαν οἱ ἄθεοι καὶ ματαιόφρονες· ἐν μὲν τῇ Ἑρμουπόλει [τὸν ἐπὶ τὸ χεῖρον ἀνερμήνευτον] Ἑρμῆν εἰς κόνιν διαλυθέντα· ἐν δὲ Κύπρῳ τὴν Κύπριν [κόπρον ἐν τάφῳ κειμένην]· ἐν δὲ Θράκῃ Ἄρην [τὸν τῆς ἀρᾶς ἐπώνυμον] ... πρὸς δὲ τοῖς Καυκασίοις ὄρεσι Κρόνος ... ἐν Θήβαις Διόνυσος ... ἐν Τύρῳ Ἡρακλῆς [μᾶλλον δὲ ἠράκλης (?)] πυριάλωτος γενόμενος διὰ κακίαν ὑπὸ τῶν ἀθέων ἐκθειάζεται. ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸς ... θεὸς προσηγορεύθη. καὶ Σύροι μὲν οἱ φερώνυμοι συρφετοὶ τὸν τοῦ ᾅδου ἐπώνυμον Ἄδωνιν ἐξεθείασαν κακῶς· Αἰγύπτιοι δὲ τὸν συρόμενον καὶ γεωπετῆ Ὄσιριν· Ἰλιεῖς ἐλεεινοὶ τὸν Ἕκτορα ... οἱ ἐν Λεύκῃ τῇ νήσῳ τὸν Ἴκαχον (ἀείκακον Cotelier) Ἀχιλλέα· Πόντιοι τὸν πατραλοίαν Πάτροκλον ἀπεθέωσαν· Ῥόδιοι Ἀλέξανδρον τὸν εἰκήμαχον Μακεδόνα, καὶ ἕτεροι θατέρους ἐν τάφοις κόνιν κειμένους σέβουσι, ...