Ταύτην ἐὰν τηρήσωμεν τὴν πίστιν, ἀκατάγνωστοι ἐσόμεθα, καὶ παντοίοις ἀρετῶν εἴδεσι κοσμηθησόμεθα. Τοσοῦτον γὰρ ἰσχύει ἡ πίστις, ὡς καὶ ἀνθρώπους ἐπὶ θαλάσσης κουφίζειν περιπατοῦντας. Ἄνθρωπος ὅμοιος ἡμῖν ἦν ὁ Πέτρος, ἐξ αἵματος καὶ σαρκὸς συγκείμενος, καὶ ἐκ τῶν ὁμοίων τροφῶν διαγινόμενος· ἀλλ᾽ εἰπόντι τῷ Ἰησοῦ, Ἐλθὲ, πιστεύσας, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, πάσης κρηπίδος ἀσφαλεστέραν ἐπὶ τοῖς ὕδασιν ἔχων τὴν πίστιν, καὶ τὸ βαρὺ σῶμα τῇ κουφότητι τῆς πίστεως μετεωριζόμενος. Ἀλλὰ μέχρι μὲν ὅτου ἐπίστευσεν, ὑπὲρ τὸ ὕδωρ εἶχεν ἀσφαλῆ τὴν βάσιν· ὅτε δὲ ἐδίστασε, τότε ἤρξατο καταποντίζεσθαι. Χαυνουμένης γὰρ κατὰ μέρος τῆς πίστεως, συγκατεσπᾶτο καὶ τὸ σῶμα. Καὶ συνιδὼν αὐτοῦ τὸ πάθος, ἔλεγεν ὁ τῶν ψυχῶν τὰ πάθη διορθούμενος Ἰησοῦς, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ πάλιν, νευρωθεὶς ὑπὸ τοῦ κρατήσαντος αὐτοῦ τὴν δεξιὰν, ἀφ᾽ οὗ πάλιν ἐπίστευσε, χειραγωγούμενος ὑπὸ τοῦ δεσπότου, τὸν αὐτὸν ἐπὶ τῶν ὑδάτων ἀπέλαβε περίπατον. Τοῦτο γὰρ πλαγίως ἐμνημόνευσε τὸ εὐαγγέλιον, εἰπὸν, ὅτι Ἀναβάντων δὲ αὐτῶν ἐπὶ τὸ πλοῖον. Οὐ γὰρ εἶπεν, ὅτι διακολυμβήσας ὁ Πέτρος ἀναβέβηκεν· ἀλλὰ δίδωσι νοεῖν, ὅτι ὅσον ἦλθε πρὸς τὸν Ἰησοῦν διάστημα, τοσοῦτον ἐπιστρέψας, πάλιν ἀνέβη ἐπὶ τὸ πλοῖον.