Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Κύριλλος Ἱεροσολύμων

Η θεμελίωση της μετανοίας και η θεία φιλανθρωπία

Προτροπή προς τους πιστούς για αποφυγή της απελπισίας, με έμφαση στη δυνατότητα πνευματικής θεραπείας μέσω της άπειρης συγκατάβασης και φιλανθρωπίας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 5

Εʹ. Τί οὖν; ἐρεῖ τις· ἀπολώλαμεν· ἡ ἁμαρτία δεινὸν, καὶ οὐκ ἔστι σωτηρία; πεπτώκαμεν, καὶ οὐκ ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν, καὶ οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν, καὶ οὐκ ἕστιν ἀρτιποδῆσαι; ἵνα ἄρτι τὸ σύντομον εἴπωμεν, ἀπεθάνομεν, οὐκ ἔστιν ἀναστῆναι; Ἆρα ὁ τὸν Λάζαρον τετραήμερον ἐγείρας τὸν ὀδωδότα, οὐ δύναται ἀναστῆσαι; ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, οὐ δύναται ἡμᾶς ῥύσασθαι τῆς ἁμαρτίας; Μὴ ἀπογνῶμεν ἑαυτοὺς, ἀδελφοὶ, μὴ ῥίψωμεν ἑαυτούς· ὥσπερ τι δεινόν ἐστι μὴ πιστεύειν εἰς μετάνοιαν. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, προστίθησι τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς λοιπὸν ἑαυτοῦ φείδεται. Λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν αὔξει· ἐλπίσας δὲ, εἰς μετάνοιαν χωρεῖ πολλάκις. Εἶτα ὄφις μὲν ἀποτίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποτιθέμεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γεωργηθεῖσα γῆ, εἰς καρποφόρον μετέβαλεν· ἡμεῖς δὲ διδασκόμενοι οὐ βελτιωσόμεθα;

Ἐπιδέχεται ἡ φύσις τὴν σωτηρίαν, ζητεῖ δὲ τὴν προαίρεσιν. ϛʹ. Φιλάνθρωπος ὁ Θεὸς, φιλάνθρωπος δὲ οὐκ ὀλίγον. Μὴ εἴπῃς· Ἐπόρνευσα, ἐμοίχευσα, τὰ δεινά μοι πέπρακται· ἆρα συγχωρήσει ὁ Θεός; Ἄκουε τί λέγει ὁ Ψαλμῳδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Οὐ νικᾶ σου τὰ συναχθέντα ἁμαρτήματα τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἰατρικὴν ἐμπειρίαν. Δὸς μόνον σεαυτὸν διὰ πίστεως· λέγε τῷ ἰατρῷ τὴν κάκωσιν, εἰπὲ καὶ αὐτὸς κατὰ τὸν Δαβίδ· Εἶπα· Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.