Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Κύριλλος Ἱεροσολύμων

Πρώιμα παλαιοδιαθηκικά παραδείγματα θείας συγχώρησης

Ιστορικά τεκμήρια της σωστικής επέμβασης του Θεού, μέσα από τις βιβλικές αφηγήσεις για τον Αδάμ, τον Κάιν, τον Νώε, τη Ραάβ και τον Ααρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 5

Ζʹ. Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, εἰ τοῖς ῥητοῖς τῆς Γραφῆς οὐ πάνυ πιστεύεις, νεωστὶ εἰσελθὼν εἰς τὴν κατήχησιν; Θέλεις ἰδεῖν ἄλλους οὕτως σωθέντας, ἵνα πιστεύσῃς, ὅτι καὶ ἐπὶ σοῦ δυνατὸν οὕτω γενέσθαι; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν πολλήν;

Παρήκουσεν Ἀδὰμ ὁ πρωτόπλαστος Θεοῦ. Οὐκ ἠδύνατο εὐθέως ἐπαγαγεῖν τὸν θάνατον; ἀλλ᾽ ὁ φιλανθρωπότατος ἐκβάλλει μὲν τοῦ παραδείσου, κατέναντι δὲ κατοικίζει, ἵνα βλέπων ἐκ μετανοίας σωθῇ. Κάϊν ἀδελφοκτόνος, εὑρετὴς τῶν κακῶν, ἀρχηγὸς τῶν φόνων, φθονερὸς πρῶτος καὶ ἀνελὼν, τί καταδικάζεται;

Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Μέγα τὸ ἁμάρτημα, μικρὰ ἡ τιμωρία. Ηʹ. Φιλανθρωπία μὲν ἀληθῶς, ἀλλ᾽ ἕτι μικρά. Λόγισαι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες παρανομίᾳ τοσαύτῃ, ὥστε κατακλυσμὸς ἔμελλεν ἔρχεσθαι. Τῷ πεντακοσιοστῷ ἔτει λέγει τῷ Νῶε, τῷ ἑξακοσιοστῷ ἐπάγει τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν. Βλέπεις πλάτος φιλανθρωπίας Θεοῦ εἰς ἑκατὸν ἔτη ἐπιτεινόμενον;

Ὅπερ ἐποίησε τότε, παραχρῆμα οὐκ ἠδύνατο ποιῆσαι; ἀλλ᾽ ἐπίτηδες παρέτεινεν, ἔνδοσιν διδοὺς μετανοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; Εἴθε μετενόησαν οἱ τότε! καὶ ἐτύγχανον Θεοῦ φιλανθρωπίας. Θʹ. Ἐλθὲ λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους τοὺς ἐκ μετανοίας σωθέντας, κἂν ἐν γυναιξίν. Ἐπόρνευσας, ἐμόλυνας τὸ σῶμα, ἄχρηστος γέγονας· ἆρα ἔστι σωτηρία; ἐρεῖς. Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαὰβ, καὶ θάρσησον εἰς τὴν σωτηρίαν. Ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα σώζεται. Πῶς ἐσώθη ἐκείνη; Ἐπίστευσεν· εἶπεν μόνον· Ὁ Θεὸς ὑμῶν, ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν. Μίμησαι τὴν πίστιν, καὶ δέξαι τὴν σωτηρίαν. Καὶ θέλεις γνῶναι, ὅτι ἐσώθη; ἀνάγραπτόν ἐστιν ἐν Ψαλμοῖς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Ὢ μεγάλης Θεοῦ βουλῆς καὶ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν Γραφαῖς! ἀλλ᾽ οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με.

Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν. Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄνθρωποι Θεὸν, ἀλλ᾽ ὁ Θεὸς αὐτὸν οὐκ ἠρνήσατο.

Οὗτοι οἱ θεοὶ τοῦ Ἰσραήλ· καὶ πάλιν ὁ Θεὸς τοῦ Ἰσραὴλ ὁ σωτήρ. Καὶ οὐ μόνος ὁ λαὸς ἥμαρτεν, ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς· Μωϋσῆς ἐστιν ὁ λέγων· Καὶ ἐπὶ Ἀαρὼν ἐγένετο ὀργὴ Κυρίου, καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συνεχώρησεν αὐτῷ ὁ Θεός. Μωϋσῆς δυσωπεῖ τὸν Θεὸν ὑπὲρ ἀρχιερέως· καὶ Υἱὸς μονογενὴς αἰτῶν οὐ δυσωπεῖ τὸν Θεόν;

Εἶτα τὸν Ἀαρὼν πταίσαντα οὐκ ἐκώλυσεν εἰσελθεῖν εἰς ἀρχιερωσύνην· σὲ δὲ ἐξ ἐθνῶν ἐλθόντα κωλύσει ἐλθεῖν εἰς σωτηρίαν; μετανόησον καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί σοι ἡ χάρις. Ἄληπτόν σου παράστησον τὸν τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δύναται ὁ πᾶς χρόνος ἐξειπεῖν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· οὐδ᾽ ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ὁμοῦ, οὐδὲ μέρος τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς δὲ λέγομεν μέρος τῶν γεγραμμένων, ἀλλ᾽ οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοι; συνεχώρησεν· συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς μόνος ἀναμάρτητος ὁ τὰς ἁμαρτίας καθαρίσας.