Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Κύριλλος Ἱεροσολύμων

Η μετάνοια των βασιλέων και τα πρότυπα της εξομολόγησης

Εξέταση της συγχώρησης σημαντικών βιβλικών μορφών, όπως ο Δαβίδ, ο Σολομών, ο Μανασσής και ο Ναβουχοδονόσορ, ως αποδείξεων της δύναμης της προσευχής και της συντριβής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 5

Καὶ περὶ μὲν ἐκείνων αὔταρκες, ἡμεῖς δὲ λοιπὸν τὰ περὶ ἡμῶν. ΙΑʹ. Θέλεις σοι καὶ ἄλλους τύπους μετανοίας παραστήσω; θέλεις ἐλθεῖν καὶ ἐπὶ τὸν Δαβίδ; θέλεις ἰδεῖν τὸν μακάριον; λάβε τύπον μετανοίας. Ἐξέπεσεν ὁ μέγας. Μετὰ κοίτην, τὸ δειλινὸν περιπατῶν ἐπὶ τοῦ δώματος, εἶδεν ἀδιαφόρως, καὶ ἔπαθεν ἀνθρώπινον.

Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ᾽ οὐ συναπέθανεν ἡ εὐγνωμοσύνη. Ἦλθεν Ναθὰν ὁ προφήτης ἔλεγχος, ταχὺς ἰατρός. Ὠργίσθη, φησὶν, ὁ Θεὸς, καὶ ἥμαρτες. Τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν· βασιλεὺς ὁ πορφυροφόρος οὐκ ἐπήρθη· οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι· οὐκ ἐτύφωσεν αὐτὸν τὸ περιεστὼς στῖφος τῶν στρατιωτῶν· ἔβλεπε γὰρ τὸν ἀγγελικόν· Τὸν γὰρ ἀόρατον ὁρῶν ἐκαρτέρησεν.

Καί φησιν τῷ ἐλθόντι, δι᾽ ἐκείνου τῷ ἀποστείλαντι ἀποκρινόμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις βασιλέως ταπεινοφροσύνην; βλέπεις ἐξομολόγησιν; Μὴ γὰρ ᾔδει εἰ ἦν ἔλεγχος; μὴ γὰρ ᾔδεισαν οἱ πολλοί; Ὀξέως ἐπράχθη τὸ πρᾶγμα, οὐ προφήτης παρῆν, ἔλεγχος οὐ παρῆν· κἀκεῖνος ὁμολογεῖ τὸ κακόν.

Ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Καὶ πάλιν Ναθὰν ὁ ἐλέγξας· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην θυμοῦ μεταβολήν; Πλὴν παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου. Πολλοὺς ἔσχες τοὺς ἐχθροὺς, ἀλλ᾽ ἐφρούρει σε ἡ σωφροσύνη· νῦν δὲ παρώξυνας διὰ τὴν γενομένην ἁμαρτίαν.

ΙΒʹ. Ἀλλ᾽ εἰ καὶ μάλιστα ἐκεῖνος εἶπεν, Παρεβίβασε Κύριος τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς· περιεβάλετο σάκκον ἀντὶ πορφύρας, ἀντὶ χρυσοκολλήτων θρόνων ἐπὶ σποδοῦ καὶ γῆς καθήμενος· ἀλλὰ καὶ σποδὸν ἔχων βρῶσιν, καθὼς αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον.

Ἐξέτηξεν δάκρυσιν τὸν ἐπιθυμητὴν ὀφθαλμόν. Οἱ ἄρχοντες παρεκάλουν φαγεῖν ἄρτον, καὶ οὐκ ἐπείθετο· εἰς ἑβδόμην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Βασιλεῖς οὕτως ἐξομολογοῦνται, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογεῖσθαι; Καὶ μετὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγει, μονονουχὶ τὸν Λυτρωτὴν ἐπικαλούμενος. Καταρωμένου αὐτὸν τοῦ Σεμεῒ, λέγει· Ἄφετε αὐτὸν, ὅπως ἐπίδῃ ὁ Θεὸς ἐπὶ τὴν ταπείνωσίν μου.

ΙΓʹ. Βλέπεις, ὅτι καλὸν τὸ ἐξομολογήσασθαι; βλέπεις, ὅτι ἔστι σωτηρία; Καὶ Σολομῶν ἐκπέπτωκεν· ἀλλά φησιν, τί καὶ λέγει· Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ γέγονε παρανομώτατος, εἰδωλολάτρης, ἐξαίσιος, ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀλλοτρίων ἀγρῶν ἐπιθυμητής. Ἀλλ᾽ ὅτε τὸν Ναβουθαὶ ἀπέκτεινεν, ἐλθόντος Ἠλίου τοῦ προφήτου, καὶ μόνον ἐπαπειλήσαντος, περιεβάλετο σάκκον, καὶ ἔῤῥηξε τὰ ἱμάτια· καὶ τί φησιν ὁ φιλάνθρωπος Θεός;

Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ ἀπέστη τῆς πονηρίας· καὶ συνεχώρει ὁ συγχωρῶν, οὐκ ἀπιδὼν τὸ μέλλον, ἀλλὰ τῷ προσκαίρῳ τὸ δέον ἀποδιδούς. Δικαίου γὰρ δικαστοῦ ἐστι πρὸς ἕκαστον τῶν γεγενημένων δικαίως ἀποκοίνασθαι.

ΙΔʹ. Πάλιν ὁ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τοῦ θυσιαστηρίου. Ξηρὰ γίνεται αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσεν συλληφθῆναι τὸν προφήτην. Αὐτῇ τῇ πείρᾳ ἐπιγνοὺς τὴν ἐνέργειαν τοῦ ἐλθόντος, λέγει· Δεήθητι τοῦ Κυρίου, καὶ κατασταθῇ ἡ χείρ μου. Διὰ τὸ εἰπεῖν τὸν Ἱεροβοὰμ, Δεήθητι, ἰάσατο ὁ προφήτης· σὲ ἆρα ὁ Χριστὸς οὐ δύναται ἰάσασθαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν πρίσας· τί τούτου παρανομώτατον; Αἰχμάλωτος ἀπῆλθεν εἰς Βαβυλῶνα, ἐπάξια παθὼν τῆς αὑτοῦ προαιρέσεως ὑπὸ τῶν ἐχθρῶν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐταπεινώθη Μανασσῆς, καὶ ἐξωμολογήσατο τῷ Κυρίῳ, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν. Ὁ τὸν προφήτην πρίσας διὰ μετανοίας ἐσώθη· καὶ σὺ τῇ μετανοίᾳ ἀπιστεῖς;

ΙΕʹ. Βούλεσθε γνῶναι τὸ ἰσχυρὸν τοῦτο τῆς σωτηρίας ὅπλον, πόσον ἐξομολόγησις ἰσχύει καὶ κατὰ τῶν πολεμίων; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας Ἐζεκίας δι᾽ ἐξομολογήσεως ἐτρέψατο. Καὶ τοῦτο ἔτι δὲ μικρόν· ἀπόφασιν Θεοῦ ἔλυσε διὰ μετανοίας. Νοσήσαντι γὰρ αὐτῷ Ἡσαΐας φησίν· Ἀποθνήσκεις σὺ, καὶ οὐ ζήσῃ. Ποία ἐλπὶς, ποία σωτηρία ἢ προσδοκία, τοῦ προφήτου λέγοντος; Ἀλλ᾽ οὐκ ἀπέστη τῆς μετανοίας· ἀλλὰ μεμνημένος τοῦ γεγραμμένου, Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, ἀπεστράφη εἰς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν διὰ τῆς προσευχῆς εἰς τὸν οὐρανὸν, Κύριε, φησὶν, μνήσθητί μου· αὔταρκες γὰρ εἰς ἰατρείαν τὸ σὲ μνησθῆναί μου. Οὐχ ὑποβέβλησαι χρόνοις, ἀλλ᾽ αὐτὸς εἶ τῆς ζωῆς νομοθέτης· οὐ γὰρ κατὰ γένεσιν καὶ πλοκὴν ἄστρων ζῶμεν, ἀλλ᾽ ὅτε βούλει. Καὶ ᾧ τὸ ζῇν εἰς ἀπελπισίαν περιέστη, τούτῳ πεντεκαιδεκαετὴς χρόνος εἰς ζωὴν προσετέθη· καὶ τὸ σημεῖον, δέκα ἀναβαθμοὺς ὁ ἥλιος ὑπέστρεψε. Διὰ δὲ τὸν Ἰησοῦν ὁ ἥλιος ἐξέλειψεν, οὐκ ἀναποδίσας, ἀλλ᾽ ἐκλιπὼν, καὶ δείξας τὴν διαφορὰν ἑκατέρων. Καὶ ὁ μὲν ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν ἁμαρτιῶν; Ἀπόστρεψον καὶ στέναξον καὶ αὐτός· ἀπόκλεισον τὴν θύραν· πρόσευξαι ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλόγας τὰς καυστικάς· ἰσχύει γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, ἰσχύει καὶ λέοντας ἡμερῶσαι.

Ιϛʹ. Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη ποτὲ τοῖς περὶ τὸν Ἀνανίαν. Εἰς τὴν κάμινον τοῦ πυρὸς ποίας ἀνέῤῥηξαν πηγάς; πόσον ὕδατος μέτρον τὴν ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι δύνατον ἦν; Ἀλλ᾽ ὅπου μεγάλως ἡ φλὸξ ὑπερανέβη, ἐκεῖ πηγὴ μετανοίας ἐξεχύθη πολλὴ, λεγόντων αὐτῶν· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· καὶ, Ἡμάρτομεν, καὶ ἠνομήσαμεν, καὶ ἠδικήσαμεν. Εἶτα τὰς μὲν καμίνου φλόγας ἔπαυσεν ἡ μετάνοια· ἀπιστεῖς δὲ, ὅτι δύναται καὶ τὸ τῆς γεέννης ἀποσβέσαι πῦρ; Ἀλλὰ ἐρεῖ μοί τις τῶν ὀξέως ἀποκρινομένων, ὅτι τοῖς παροῦσιν ἀνοίκειος ἡ διήγησις· διὰ γὰρ τὸ μὴ θελῆσαι τοὺς περὶ τὸν Ἀνανίαν εἰδωλολατρῆσαι, τὴν παράδοξον δύναμιν ἔδωκεν ὁ Θεός. Συμπεριφερόμενος δὲ τῷ τοιούτῳ, καὶ τὸ τῶν ὑποδειγμάτων ὁρῶν δαψιλὲς, ἔρχομαι λοιπὸν καὶ ἐφ᾽ ἕτερον τύπον μετανοίας.

ΙΖʹ. Τίνα γὰρ ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν Γραφῶν, ὅτι δυσσεβέστατος ἦν, καὶ ἀγριώτατος τὸν τρόπον, καὶ λεοντώδη τὴν προαίρεσιν ἔχων; οὐκ ἤκουσας, ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; οὐκ ἔγνως, ὅτι τὸν λαὸν αἰχμάλωτον ἀπήγαγεν; οὐκ ἤκουσας, ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλωσε, προδείξας αὐτῷ τὰ τέκνα σφαττόμενα; οὐκ ἤκουσας, ὅτι τὰ χερουβὶμ ἥρπασεν, οὐ λέγω τὰ νοητὰ καὶ ἐπουράνια, ἀλλὰ τὰ ἐν τῷ ναῷ κατεσκευασμένα, τὰ ἐπὶ τὸ ἱλαστήριον τῆς κιβωτοῦ, ὧν ἀνάμεσον ἐλάλει ὁ Κύριος; Οὗτος ὁ Ναβουχοδονόσορ τὸ καταπέτασμα τῆς ἁγιωσύνης κατέσπασε, τὸ θυσιαστήριον ἀνέτρεψε, καὶ λαβὼν τὰ σκεύη πάντα εἰς εἰδωλεῖον ἀπήνεγκεν· αὐτὸν τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τιμωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς εἰδώλων ἐναποθέσθαι; ἆρ᾽ οὐκ ἦν μυρίων θανάτων ἄξιος;

ΙΗʹ. Ἀλλ᾽ εἶδες τὸ μέγεθος αὐτοῦ τῶν κακῶν· ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· Ἀπεθηριώθη λοιπὸν, ὁ θηριώδη καὶ ὠμοτάτην ἔχων τὴν προαίρεσιν· ἀπεθηριώθη δὲ οὐχ ἵνα ἀπόληται, ἀλλ᾽ ἵνα διὰ μετανοίας σωθῇ. Ὄνυχας ἔσχεν τῶν ὀρνέων· ἁρπακτικὸς γὰρ ἦν τῶν ἁγίων. Τρίχας ἔσχεν ὡς λέοντες· ὡς γὰρ λέων ἁρπάζων ἦν καὶ ὠρυόμενος.

Χόρτον ἤσθιε ὡς βοῦς· κτηνώδης γὰρ ἦν, οὐκ εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν. Ἐβάφη αὐτοῦ τὸ σῶμα ἀπὸ τῆς δρόσου· ἐπειδὴ μετὰ τὸ γενέσθαι τὸ μέσον τῆς καμίνου τοῖς περὶ τὸν Ἀνανίαν ὡς πνεῦμα δρόσου διασυρίζον, ἰδὼν οὐκ ἐπίστευσεν. Ἀλλ᾽ ὕστερον μετανοεῖ σωφρονισθεὶς, ὥς φησιν αὐτός· Ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ τὸν Ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα. Καὶ ἐπειδὴ πολυετῶς μαστιγωθεὶς ἦν, ᾔνεσεν εἰς τοὺς αἰῶνας τῷ ζῶντι, καὶ ὡμολόγησεν τὸν τὴν βασιλείαν δεδωκότα, καὶ ἐπέγνω τὸν βασιλέα τῶν βασιλευόντων.

Καὶ πολλὰ μὲν τοῖς πράγμασιν ἁμαρτὼν, λόγοις δὲ μόνον ἐξομολογούμενος, τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἀπήλαυσεν. Ὁ καὶ πάντων παρανομώτατος, θείᾳ κρίσει καὶ φιλανθρωπίᾳ τοῦ παιδεύοντος, πάλιν μὲν τὸ βασιλικὸν περιέθετο διάδημα, πάλιν δὲ τοὺς ἀρχοντικοὺς ἀπέλαβε θρόνους.

ΙΘʹ. Εἴ τις οὖν ἐν ὑμῖν ἐξ ἐθνῶν, ἢ εἰς Χριστιανοὺς βλασφημήσας ποτὲ, ἢ Ἐκκλησίαις ἁγίαις ἐν διωγμοῖς ἐπιβουλεύσας πάρεστιν, ἐχέτω τῆς σωτηρίας ὑπογραμμὸν τὸν Ναβουχοδονόσορ· ἐξομολογείσθω παραπλησίως, ἵνα καὶ τῆς ἀμνηστίας τῆς ὁμοίας τύχῃ.