Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Ἐπιστολὴ πρὸς Κωνστάντιον βασιλέα

Κύριλλος Ἱεροσολύμων

Πνευματική ανταπόκριση και εκπλήρωση των προφητειών

Η δοξολογία των κατοίκων της Ιερουσαλήμ, η προτροπή προς τον αυτοκράτορα και η σύνδεση του θαυμαστού σημείου με τις ευαγγελικές προφητείες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 4

Ἐπεὶ τοίνυν ἡμεῖς, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες, τὸ τοῦ θαύματος παράδοξον αὐταῖς ὄψεσι παραλαβόντες, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ υἱῷ τῷ μονογενεῖ τοῦ θεοῦ τὴν πρέπουσαν μετ᾽ εὐχαριστίας προσκύνησιν ἀπεδώκαμεν τε καὶ ἀποδώσομεν, εὐχὰς ἐκτενεῖς καὶ ὑπὲρ τοῦ θεοφιλοῦς σου κράτους ἐν τοῖς ἁγίοις τόποις πεποιημένοι τε καὶ ποιησόμενοι, ἔδει δὲ τὰς ἐπουρανίους ταύτας θεοπτίας μὴ παραδοῦναι σιωπῇ, ἀλλ᾽ εὐαγγελίσασθαι σου τὴν ἔνθεον εὐσέβειαν ἐξαυτῆς διὰ τούτων ἐσπούδασα τῶν γραμμάτων· ἵν᾽ ἀγαθῷ θεμελίῳ τῆς παρὰ σοὶ προϋπαρχούσης πίστεως τὴν ἐκ τῶν προσφάτως θεόθεν ἐπιδειχθέντων γνῶσιν ἐποικοδομήσας, βεβαιότερον μὲν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλάβῃς τὴν ἐλπίδα, θαρσῶν δὲ καὶ πασῆς ἀνδρείας συνήθως πεπληρωμένος, ὡς ἂν αὐτὸν θεὸν ἔχων σύμμαχον, τὸ τοῦ σταυροῦ τρόπαιον ἑτοιμότατα προφέρῃς, καύχημα καυχημάτων, τὸ δειχθὲν ἐν οὐρανῷ σημεῖον ἐπαγόμενος· οὗ καὶ τὸ σχῆμα δείξας ἀνθρώποις οὐρανὸς μειζόνως ἐκαυχήσατο.

Τὸ μέντοι θαυματούργημα τοῦτο, βασιλεῦ θεοφιλέστατε, προφητῶν μαρτυρίαις καὶ Χριστοῦ φωναῖς ἁγίοις εὐαγγελίοις ἐγκειμέναις ἀκολούθως, ἐτελέσθη τε νῦν καὶ πάλιν μειζόνως τελεσθήσεται· ἐν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ μελλόντων πραγμάτων γνῶσιν ὁ σωτὴρ τοῖς μακαρίοις ἀποστόλοις αὐτοῦ δωρούμενος καὶ δι᾽ ἐκείνων τοῖς μετ᾽ αὐτοὺς ὁμιλῶν λευκότατα προαναφωνῶν ἔλεγε· “〈Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ〉”. Ἥντινα τοῦ εὐαγγελίου θείαν βίβλον συνηθῶς εἰς χεῖρας ἀναλαβών, τὰς περὶ τούτου κειμένας προαγγελτικὰς μαρτυρίας ἐγγράφως εὑρήσεις· ὧν μαλιστά σε, δέσποτα, πυκνοτέρᾳ τῇ μελέτῃ προσέχειν παρακαλῶ, διὰ τὰ λοιπὰ τῶν κατὰ τὴν αὐτόθι γεγραμμένων ἀκολουθίαν, τῶν ὑπὸ τοῦ σωτῆρος ἡμῶν προαναφωνηθέντων, πολλῆς μετ᾽ εὐλαβείας δεομένων τῆς παρατηρήσεως, πρὸς τὸ μηδεμίαν ἐξ ἀντικειμένης ἐνεργείας ὑπομεῖναι τὴν βλάβην.