Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Ἐπιστολὴ πρὸς Κωνστάντιον βασιλέα

Κύριλλος Ἱεροσολύμων

Επίλογος και καταληκτήριες ευχές

Καταληκτήριες ευχές του Κυρίλλου υπέρ του αυτοκράτορα Κωνστάντιου, της οικογένειάς του και της ειρήνης του κράτους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 4

Ταύτας σοὶ τῶν ἡμετέρων λόγων, βασιλεῦ θεοφιλέστατε, προσφέρω τὰς ἀπαρχάς· ταύτας ἐξ Ἱεροσολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνάς, σοὶ τῷ γνησιωτάτῳ καὶ πανευσεβεῖ μεθ᾽ ἡμῶν Χριστοῦ προσκυνητῇ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ τὴν οἰκουομικὴν κατὰ τὰς θείας γραφὰς ἐν Ἱεροσολύμοις τελέσαντος σωτηρίαν, τοῦ πατήσαντος μὲν ἐνταῦθα τὸν θάνατον, οἰκείοις δὲ τιμίοις αἵμασι τὰς ἀνθρώπων ἁμαρτίας ἐξαλείψαντος, ζωὴν δὲ καὶ ἀφθαρσίαν καὶ πνευματικὴν ἐπουράνιον χάριν τοῖς πιστεύουσιν ἅπασιν παρασχόντος. Οὗ τῇ τε δυνάμει καὶ τῇ χάριτί σε φρουρούμενον, λαμπροτέροις τε καὶ μείζοσιν εὐσεβείας ἐμπρέποντα κατορθώμασιν, υἱῶν τε γνησίων βασιλικοῖς ἐναβρυνόμενον βλαστήμασιν, αὐτὸς ὁ παμβασιλεὺς θεός, ὁ πάσης ἀγαθωσύνης πάροχος, πολλαῖς ἐτῶν εἰρηνικαῖς περιόδοις, καύχημα χριστιανῶν καὶ κόσμῳ σύμπαντι φυλάξειε πανέστιον. ἐρρωμένον σε καὶ πάσῃ κεκοσμημένον ἀρετῇ καὶ τὴν συνήθη τῶν τε ἁγίων ἐκκλησιῶν καὶ τῆς ῥωμαίων ἀρχῆς τὴν φιλανθρωπίαν ἐνδεικνύμενον καὶ μείζοσιν εὐσεβείας βραβείοις ἐναβρυνόμενον, πολλαῖς εἰρηνικαῖς ἐτῶν περιόδοις ὁ τῶν ὅλων θεὸς ἡμῖν χαρίσηται πανέστιον, Αὔγουστε βασιλεῦ θεοφιλέστατε.