Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Μυσταγωγίαι (Νόθος)

Κύριλλος Ἱεροσολύμων

Πρώτη μυσταγωγική κατήχηση: Η ομολογία της πίστεως

Η στροφή προς την ανατολή ως τόπο φωτός, η ομολογία της πίστεως στην Αγία Τριάδα και ο επίλογος της πρώτης κατηχήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 9

Ὅτε οὖν τῷ Σατανᾷ ἀποτάττῃ, πᾶσαν τὴν πρὸς αὐτὸν πατῶν διαθήκην, λύεις τὰς παλαιὰς πρὸς τὸν ᾅδην συνθήκας, ἀνοίγεταί σοι ὁ παράδεισος τοῦ Θεοῦ, ὃν ἐφύτευσε κατὰ ἀνατολάς, ὅθεν διὰ τὴν παράβασιν ἐξόριστος γέγονεν ὁ ἡμέτερος προπάτωρ. Καὶ τούτου σύμβολον τὸ στραφῆναί σε ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, τοῦ φωτὸς τὸ χωρίον. Τότε σοι ἐλέγετο εἰπεῖν· «Πιστεύω εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα καὶ εἰς ἓν βάπτισμα μετανοίας.» Περὶ ὧν ἐν ταῖς προτέραις κατηχήσεσιν, ὡς ἡ τοῦ Θεοῦ χάρις ἔδωκεν, ἐν πλάτει σοι εἴρηται.

Τούτοις οὖν ἀσφαλιζόμενος τοῖς λόγοις, νῆφε. Ὁ γὰρ ἀντίδικος ἡμῶν διάβολος, καθὼς ἀρτίως ἀνέγνωσται, ὡς λέων περιπατεῖ, ζητῶν τινὰ καταπιεῖν. Ἀλλ᾽ ἐν μὲν τοῖς πρὸ τούτου χρόνοις κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλὰ πανηγυρίζεις, ἐνδεδυμένος ἱμάτιον σωτηρίου, Ἰησοῦν Χριστόν.

Ταῦτα ἐν τῷ ἐξωτέρῳ ἐγίνετο οἴκῳ. Θεοῦ δὲ θέλοντος, ὅταν ἐν ταῖς ἑξῆς μυσταγωγίαις εἰς τὰ ἅγια τῶν ἁγίων εἰσέλθωμεν, ἐκεῖ εἰσόμεθα τῶν αὐτόθι ἐπιτελουμένων τὰ σύμβολα. Τῷ δὲ Θεῷ δόξα, κράτος, μεγαλωσύνη, σὺν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.