Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Μυσταγωγίαι (Νόθος)

Κύριλλος Ἱεροσολύμων

Πέμπτη μυσταγωγική κατήχηση: Η προετοιμασία της αναφοράς

Η συμβολική νίψη των λειτουργών, ο ασπασμός της ειρήνης, ο ευχαριστιακός διάλογος και η συμμετοχή στον αγγελικό ύμνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 6 από 9

ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Εʹ Καὶ ἀνάγνωσις Πέτρου καθολικῆς ἐπιστολῆς· «Διὸ ἀποθέμενοι πᾶσαν κακίαν καὶ δόλον καὶ καταλαλιάν», καὶ τὰ ἑξῆς. Τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ἐν ταῖς προλαβούσαις συνάξεσιν, ἀρκούντως ἀκηκόατε περί τε βαπτίσματος καὶ χρίσματος καὶ μεταλήψεως σώματος καὶ αἵματος Χριστοῦ. Νῦν δὲ ἐπὶ τὰ ἑξῆς μεταβαίνειν ἀναγκαῖον, σήμερον τὴν στεφάνην ἐπιθήσοντας τῇ πνευματικῇ ὑμῶν τῆς ὠφελείας οἰκοδομῇ.

Ἑωρᾶτε τοίνυν τὸν διάκονον τὸν νίψασθαι διδόντα τῷ ἱερεῖ, καὶ τοῖς κυκλοῦσι τὸ τοῦ Θεοῦ θυσιαστήριον πρεσβυτέροις. Οὐ πάντως δὲ διὰ τοῦτο ἐδίδου διὰ τὸν σωματικὸν ῥύπον· οὐκ ἔστι τοῦτο. Οὐδὲ γὰρ ῥύπον σώματος ἔχοντες, τὴν ἀρχὴν εἰσῄειμεν εἰς τὴν ἐκκλησίαν. Ἀλλὰ σύμβολον τοῦ δεῖν ἡμᾶς πάντων καθαρεύειν τῶν ἁμαρτημάτων τε καὶ ἀνομημάτων, τὸ νίψασθαι. Ἐπειδὴ γὰρ χεῖρες σύμβολον πράξεως, νιπτόμεθα δὲ ταύτας, τὸ καθαρὸν δηλονότι καὶ ἄμωμον τῶν πράξεων αἰνιττόμενοι. Οὐκ ἤκουσας τοῦ μακαρίου Δαβὶδ αὐτὸ τοῦτό σε μυσταγωγοῦντος καὶ λέγοντος· «Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε»; Οὐκοῦν τὸ νίψασθαι τὰς χεῖρας, τὸ ἀνυπεύθυνον εἶναι ἁμαρτημάτων ἐστίν.

Εἶτα βοᾷ ὁ διάκονος· «Ἀλλήλους ἀπολάβετε καὶ ἀλλήλους ἀσπαζώμεθα.» Μὴ ὑπολάβῃς τὸ φίλημα ἐκεῖνο σύνηθες εἶναι τοῖς ἐπ᾽ ἀγορᾶς γινομένοις ὑπὸ τῶν κοινῶν φίλων· οὐκ ἔστι τοῦτο τοιοῦτο, ἀλλὰ τὸ φίλημα τοῦτο ἀνακίρνησι τὰς ψυχὰς ἀλλήλαις, καὶ πᾶσαν ἀμνησικακίαν αὐταῖς μνηστεύεται. Σημεῖον τοίνυν ἐστὶ τὸ φίλημα τοῦ ἀνακραθῆναι τὰς ψυχὰς καὶ πᾶσαν ἐξορίζειν μνησικακίαν. Διὰ τοῦτο ὁ χριστὸς ἔλεγεν· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Οὐκοῦν τὸ φίλημα διαλλαγή ἐστι, καὶ διὰ τοῦτο ἅγιον, ὥς που ὁ μακάριος Παῦλος ἐβόα λέγων· «Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ», καὶ Πέτρος· «Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.» Μετὰ τοῦτο βοᾷ ὁ ἱερεύς· «Ἄνω τὰς καρδίας.» Ἀληθῶς γὰρ κατ᾽ ἐκείνην τὴν φρικωδεστάτην ὥραν δεῖ ἄνω ἔχειν τὴν καρδίαν πρὸς τὸν Θεόν, καὶ μὴ κάτω περὶ τὴν γῆν καὶ τὰ γήινα πράγματα. Δυνάμει τοίνυν προστάττει ὁ ἱερεὺς κατ᾽ ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ᾽ οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν.

Εἶτα ἀποκρίνεσθε· «Ἔχομεν πρὸς τὸν Κύριον», τούτῳ συγκατατιθέμενοι, δι᾽ ὧν ὁμολογεῖτε. Μηδεὶς δὲ τοιοῦτος παρέστω, ὡς στόματι μὲν λέγειν· «Ἔχομεν πρὸς τὸν Κύριον», τῇ δὲ διανοίᾳ περὶ τὰς βιωτικὰς ἔχειν τὸν νοῦν φροντίδας.

Πάντοτε μὲν οὖν Θεοῦ μνημονευτέον· εἰ δὲ τοῦτο διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην ἀδύνατον, κατ᾽ ἐκείνην μάλιστα τὴν ὥραν τοῦτο φιλοτιμητέον. Εἶτα ὁ ἱερεὺς λέγει· «Εὐχαριστήσωμεν τῷ Κυρίῳ.» Ὄντως γὰρ εὐχαριστεῖν ὀφείλομεν, ὅτι ἀναξίους ὄντας ἡμᾶς ἐκάλεσεν εἰς τὴν τηλικαύτην χάριν, ὅτι ἐχθροὺς ὄντας κατήλλαξεν, ὅτι πνεύματος υἱοθεσίας κατηξίωσεν. Εἶτα λέγετε· «Ἄξιον καὶ δίκαιον.» Εὐχαριστοῦντες γὰρ ἡμεῖς ἄξιον ποιοῦμεν πρᾶγμα καὶ δίκαιον· αὐτὸς δὲ οὐ δίκαιον, ἀλλ᾽ ὑπὲρ τὸ δίκαιον ποιῶν, ἡμᾶς εὐηργέτησε καὶ τηλικούτων ἠξίωσεν ἀγαθῶν.

Μετὰ ταῦτα μνημονεύομεν οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης, ἡλίου καὶ σελήνης, ἄστρων, πάσης κτίσεως λογικῆς τε καὶ ἀλόγου, ὁρατῆς τε καὶ ἀοράτου, ἀγγέλων, ἀρχαγγέλων, δυνάμεων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, θρόνων, τῶν χερουβὶμ τῶν πολυπροσώπων, δυνάμει λέγοντες τὸ τοῦ Δαβίδ· «Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί.» Μνημονεύομεν καὶ τῶν σεραφίμ, ἃ ἐν Πνεύματι ἁγίῳ ἐθεάσατο Ἡσαΐας παρεστηκότα κύκλῳ τοῦ θρόνου τοῦ Θεοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτοντα τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶ πετόμενα, καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ.» Διὰ τὸ γὰρ τὴν παραδοθεῖσαν ἡμῖν ἐκ τῶν σεραφὶμ δοξολογίαν ταύτην λέγομεν, ὅπως κοινωνοὶ τῆς ὑμνῳδίας ταῖς ὑπερκοσμίοις γενώμεθα στρατιαῖς.