Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Μυσταγωγίαι (Νόθος)

Κύριλλος Ἱεροσολύμων

Πέμπτη μυσταγωγική κατήχηση: Η Κυριακή προσευχή και η προετοιμασία για τη μετάληψη

Αναλυτική ερμηνεία των αιτημάτων του «Πάτερ ημών» και η λειτουργική εκφώνηση «Τα άγια τοις αγίοις».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 8 από 9

Εἶτα μετὰ ταῦτα τὴν εὐχὴν λέγεις ἐκείνην, ἣν ὁ Σωτὴρ παρέδωκε τοῖς οἰκείοις αὐτοῦ μαθηταῖς, μετὰ καθαρᾶς συνειδήσεως Πατέρα ἐπιγραφόμενος τὸν Θεὸν καὶ λέγων· «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Ὢ τῆς μεγίστης τοῦ Θεοῦ φιλανθρωπίας· τοῖς ἀποπηδήσασιν αὐτοῦ καὶ ἐν ἐσχάτοις γενομένοις κακοῖς τοσαύτην δεδώρηται κακῶν ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰκόνα, ἐν οἷς ἐστὶν ὁ Θεὸς ἐνοικῶν καὶ ἐμπεριπατῶν. «Ἁγιασθήτω τὸ ὄνομά σου.» Ἅγιόν ἐστι φύσει τὸ τοῦ Θεοῦ ὄνομα, κἂν λέγωμεν, κἂν μὴ λέγωμεν. Ἐπειδὴ δὲ ἐν τοῖς ἁμαρτάνουσιν ἔσθ᾽ ὅτε βεβηλοῦται κατὰ τὸ «Δι᾽ ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν», εὐχόμεθα ἐν ἡμῖν ἁγιασθῆναι τὸ τοῦ Θεοῦ ὄνομα· οὐχ ὅτι ἐκ τοῦ μὴ εἶναι ἅγιον ἐπὶ τὸ εἶναι ἔρχεται, ἀλλ᾽ ὅτι ἐν ἡμῖν ἅγιον γίνεται ἁγιαζομένοις καὶ ἄξια τοῦ ἁγιασμοῦ ποιοῦσιν. «Ἐλθέτω ἡ βασιλεία σου.» Καθαρᾶς ψυχῆς ἐστι τὸ σὺν παρρησίᾳ φάναι· «Ἐλθέτω ἡ βασιλεία σου». Ὁ γὰρ ἀκούσας Παύλου λέγοντος· «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι», ἀλλὰ καθάρας ἑαυτὸν πράξει καὶ ἐννοίᾳ καὶ λόγῳ ἐρεῖ τῷ Θεῷ· «Ἐλθέτω ἡ βασιλεία σου.» «Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.»

Οἱ θεῖοι καὶ μακάριοι τοῦ Θεοῦ ἄγγελοι τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσι, καθὼς ὁ Δαβὶδ ψάλλων ἔλεγεν· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.» Δυνάμει τοίνυν εὐχόμενος τοῦτο λέγεις· Ὡς ἐν ἀγγέλοις γίνεταί σου τὸ θέλημα, οὕτω καὶ ἐπὶ τῆς γῆς ἐν ἐμοὶ γένηται, Δέσποτα.

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ὁ ἄρτος οὗτος ὁ κοινὸς οὐκ ἔστιν ἐπιούσιος· ὁ δὲ ἄρτος οὗτος ὁ ἅγιος ἐπιούσιός ἐστιν, ἀντὶ τοῦ ἐπὶ τὴν οὐσίαν τῆς ψυχῆς κατατασσόμενος. Οὗτος ὁ ἄρτος οὐκ εἰς κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, ἀλλ᾽ εἰς πᾶσάν σου τὴν σύστασιν ἀναδίδοται εἰς ὠφέλειαν ψυχῆς τε καὶ σώματος. Τὸ δὲ σήμερον ἀντὶ τοῦ καθ᾽ ἡμέραν λέγει, ὡς καὶ ὁ Παῦλος ἔλεγεν· «Ἄχρις οὗ τὸ σήμερον καλεῖται.» «Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Πολλὰ ἔχομεν ἁμαρτήματα· πταίομεν γὰρ καὶ ἐν λόγῳ καὶ ἐν διανοίᾳ, καὶ πλεῖστα καταγνώσεως ἄξια ποιοῦμεν. «Καὶ ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ψευδόμεθα», ὡς λέγει Ἰωάννης. Καὶ συνθήκας πρὸς τὸν Θεὸν τιθέμεθα, συγχωρῆσαι ἡμῖν παρακαλοῦντες τὰ ἁμαρτήματα, ὡς καὶ ἡμεῖς τοῖς πέλας τὰ ὀφειλήματα. Ἐννοοῦντες τοίνυν ἀνθ᾽ οἵων οἷα λαμβάνομεν, μὴ ἀναμείνωμεν μηδὲ ὑπερτιθώμεθα συγχωρεῖν ἀλλήλοις. Τὰ πταίσματα τὰ γινόμενα εἰς ἡμᾶς μικρά ἐστι καὶ εὐτελῆ καὶ εὐδιάλυτα, τὰ δὲ εἰς Θεὸν ὑφ᾽ ἡμῶν γινόμενα μεγάλα ἐστί, καὶ τῆς αὐτοῦ μόνης δεόμεθα φιλανθρωπίας. Πρόσεχε οὖν, μὴ διὰ τὰ μικρὰ καὶ εὐτελῆ εἰς σὲ ἁμαρτήματα ἀποκλείσῃς σεαυτῷ τῶν βαρυτάτων ἁμαρτημάτων τὴν παρὰ Θεοῦ συγχώρησιν. «Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν», Κύριε. Ἆρα τοῦτο διδάσκει εὔχεσθαι ἡμᾶς, μηδόλως πειρασθῆναι, ὁ Κύριος;

Καὶ πῶς εἴρηται ἀλλαχοῦ· Ἀνὴρ ἀπείραστος ἀδόκιμος, καὶ πάλιν· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις·»; Ἀλλὰ μήποτε τὸ εἰσελθεῖν ἐστιν εἰς πειρασμὸν τὸ καταβαπτισθῆναι ὑπὸ τοῦ πειρασμοῦ· ἔοικε γὰρ ὁ πειρασμὸς ὥσπερ χειμάρρῳ τινὶ δυσκόλῳ πρὸς διάβασιν.

Οἱ μὲν οὖν ἐν πειρασμοῖς μὴ καταβαπτιζόμενοι διαβαίνουσιν, ἄριστοί τινες κολυμβηταὶ γινόμενοι καὶ μηδόλως ὑπ᾽ αὐτοῦ κατασυρόμενοι. Οἱ δὲ μὴ τοιοῦτοι εἰσιόντες καταβαπτίζονται· οἷον, ὡς ἐπὶ παραδείγματος, Ἰούδας εἰσελθὼν εἰς τὸν τῆς φιλοχρηματίας πειρασμὸν οὐ διενήξατο, ἀλλὰ καταβαπτισθεὶς ὡς σωματικῶς καὶ πνευματικῶς ἀπεπνίγη. Πέτρος εἰσῆλθεν εἰς τὸν τῆς ἀρνήσεως πειρασμόν, ἀλλὰ εἰσελθὼν οὐ κατεβαπτίσθη, ἀλλὰ γενναίως διενήξατο καὶ ἐρρύσθη ἀπὸ τοῦ πειρασμοῦ.

Ἄκουε πάλιν ἀλλαχοῦ ὁλοκλήρων ἁγίων χοροῦ εὐχαριστοῦντος ἐπὶ τῷ ἐξαιρεθῆναι τοῦ πειρασμοῦ· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Ὁρᾷς αὐτοὺς παρρησιαζομένους ἐπὶ τῷ διελθεῖν καὶ μὴ ἐμπαγῆναι; «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν»· τὸ εἰς ἀναψυχὴν ἐλθεῖν ταὐτόν ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Εἰ ἦν τὸ «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν» τοῦ μηδόλως πειρασθῆναι παραστατικόν, οὐκ ἂν ἔλεγεν· «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Πονηρὸς δὲ ὁ ἀντικείμενος δαίμων, ἀφ᾽ οὗ ῥυσθῆναι εὐχόμεθα.

Εἶτα μετὰ τὴν πλήρωσιν τῆς εὐχῆς λέγεις «Ἀμήν», ἐπισφραγίζων διὰ τοῦ Ἀμήν, ὃ σημαίνει «γένοιτο», τὰ ἐν τῇ θεοδιδάκτῳ εὐχῇ. Μετὰ ταῦτα λέγει ὁ ἱερεύς· «Τὰ ἅγια τοῖς ἁγίοις». Ἅγια τὰ προκείμενα, ἐπιφοίτησιν δεξάμενα ἁγίου Πνεύματος· ἅγιοι καὶ ὑμεῖς, Πνεύματος ἁγίου καταξιωθέντες. Τὰ ἅγια οὖν τοῖς ἁγίοις κατάλληλα. Εἶτα ὑμεῖς λέγετε· «Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός». Ἀληθῶς γὰρ εἷς ἅγιος, φύσει ἅγιος· ἡμεῖς γάρ, εἰ καὶ ἅγιοι, ἀλλ᾽ οὐ φύσει, ἀλλὰ μετοχῇ καὶ ἀσκήσει καὶ εὐχῇ.