Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Προκατήχησις

Κύριλλος Ἱεροσολύμων

Η διαφύλαξη του μυστηρίου και η εκκλησιαστική ευταξία

Προειδοποιήσεις για την προστασία των διδαγμάτων από τους αμυήτους και πρακτικές οδηγίες για την πρέπουσα συμπεριφορά κατά τις λατρευτικές συνάξεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 5

Ὅτε τοίνυν ἡ κατήχησις λέγηται, ἐάν σε κατηχούμενος ἐξετάσῃ, τί εἰρήκασιν οἱ διδάσκοντες, μηδὲν λέγε τῷ ἔξω· μυστήριον γάρ σοι παραδίδομεν, καὶ ἐλπίδα μέλλοντος αἰῶνος· τήρησον τὸ μυστήριον τῷ μισθαποδότῃ. Μή ποτέ σοί τις εἴπῃ· τί βλάπτῃ, ἐὰν κἀγὼ μάθω; Καὶ οἱ νοσοῦντες τὸν οἶνον ζητοῦσιν· ἀλλ᾽ ἐὰν ἀκαίρως δοθῇ, φρενῖτιν ἐργάζεται· καὶ δύο κακὰ γίνεται, καὶ ὁ νοσῶν ἀπόλλυται, καὶ ὁ ἰατρὸς διαβάλλεται· οὕτως ὁ κατηχούμενος, ἐὰν ἀκούσῃ παρὰ πιστοῦ· καὶ ὁ κατηχούμενος φρενιτιᾷ, οὐκ οἶδε γὰρ τί ἤκουσε, καὶ ἐλέγχει τὸ πρᾶγμα, καὶ ἐκμυκτηρίζει τὸ λεγόμενον· καὶ ὁ πιστὸς ὡς προδότης κατακρίνεται.

Ἤδη δὲ σὺ ἐν μεθορίῳ στήκεις, βλέπε μοι μὴ ἐκλαλήσῃς· οὐχ ὅτι οὐκ ἄξια λαλιᾶς τὰ λεγόμενα, ἀλλ᾽ ὅτι ἡ ἀκοὴ ἀναξία τοῦ δέξασθαι· ἦς καὶ σύ ποτε κατηχούμενος, οὐ διηγησάμην σοι τὰ προκείμενα· ὅταν τῇ πείρᾳ λάβῃς τὸ ὕψωμα τῶν διδασκομένων, τότε ἂν γνώσῃ, ὅτι ἀνάξιοι οἱ κατηχούμενοι τῆς ἀκοῆς.

Μιᾶς μητρὸς γεγόνατε υἱοὶ καὶ θυγατέρες, οἱ ἀπογραφέντες· ὅταν εἰσέλθητε πρὸ τῆς ὥρας τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλημένον; ἀδελφὸν εἰ εἶχες, οὐκ ἂν τῷ ἀδελφῷ τὸ ἀγαθὸν ἐζήτεις; Μὴ πολυπραγμόνει λοιπὸν πραγμάτων ἀνωφέλειαν· μὴ, τί ἐποίησε πόλις; μὴ, τί ἐποίησε κώμη; μὴ, τί ἐποίησε βασιλεύς; μὴ, τί ἐποίησεν ἐπίσκοπος; μὴ, τί ἐποίησε πρεσβύτερος; ἄνω βλέπε· ὁ καιρὸς ὁ σὸς ἐκείνου χρείαν ἔχει. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐὰν ἴδῃς τοὺς πιστοὺς διακονοῦντας, καὶ μὴ μεριμνῶντας· ἔχουσι τὸ ἀσφαλὲς, οἴδασι τί ἔλαβον, κατέχουσι τὴν χάριν· σὺ δὲ ἀκμὴν ἐν ζυγῷ στήκεις, ἢ δεχθῆναι, ἢ μὴ δεχθῆναι· μὴ μιμῄσῃ τοὺς ἔχοντας τὸ ἀμέριμνον, ἀλλὰ μέτελθε τὸν φόβον.

Καὶ ὅταν ἐπορκισμὸς γένηται, ἕως ὅτου οἱ ἄλλοι ἐπορκιζόμενοι παραγένωνται, ἄνδρες μετ᾽ ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γάρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ· ἵνα ᾖ Νῶε χωρὶς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἡ γυνὴ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ μία ἦν ἡ κιβωτὸς, καὶ κεκλεισμένη ἦν ἡ θύρα· ἀλλὰ ἐσχημάτιστο τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἔνδον· ἀλλὰ διεστάλθω τὰ πράγματα, ἄνδρες μετ᾽ ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν· μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας, πρόφασις ἀπωλείας· κἂν ἡ ὑπόθεσις καλὴ, πλησίον ἀλλήλων καθέζεσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Εἶτα οἱ ἄνδρες καθεζόμενοι καὶ ἐχέτωσαν βιβλίον χρήσιμον· καὶ ὁ μέν τις ἀναγινωσκέτω, ὁ δέ τις ἀκουέτω· κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν προσευχέσθω, ὁ δέ τι χρήσιμον λαλείτω.

Καὶ ὁ σύλλογος πάλιν ὁ παρθενικὸς οὕτω συνειλέχθω, ἢ ψάλλων ἢ ἀναγινώσκων ἡσυχῇ· ὥστε λαλεῖν μὲν τὰ χείλη, μὴ ἀκούειν δὲ τὰ ἀλλότρια ὦτα. Γυναικὶ γὰρ λαλεῖν ἐν ἐκκλησίᾳ οὐκ ἐπιτρέπω· καὶ ἡ ἔγγαμος [δὲ] ὁμοίως μιμείσθω· καὶ προσευχέσθω, καὶ τὰ χείλη κινείσθω, φωνὴ δὲ μὴ ἀκουέσθω· ἵνα παρέλθῃ Σαμουὴλ, ἵνα σου ἡ στεῖρα ψυχὴ γεννήσῃ τὴν σωτηρίαν Θεοῦ ἐπακούσαντος. Ὁ γὰρ Σαμουὴλ ταύτην ἔχει τὴν ἑρμηνείαν.