Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἀνεπίγραφα ὁμιλιακὰ ἀποσπάσματα (Νόθα)

Κύριλλος Ἀλεξανδρείας

Η αρχιερωσύνη του σαρκωθέντος Θεού Λόγου

Εξέταση της αρχιερατικής ιδιότητας του Χριστού στο πλαίσιο της θείας οικονομίας, και αναίρεση των αιρετικών παρερμηνειών περί της ιερωσύνης και της φύσης του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 5

IX. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τό Ἀρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ᾽ ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν, τίς ἦν ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν ἔχων ἐπιλαβέσθαι ἀγγέλων, εἰ τοῦτο χρήσιμον ἦν, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, “ἀλλὰ σπέρματος Ἁβραάμ;” εἰ μὲν οὖν οἴονταί τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἐνεδέχετο τὸν οὔπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαβέσθαι τῆς τῶν ἁγίων ἀγγέλων, εἴπερ ἤθελε τοῦτο δρᾶν, ἀλλ᾽ ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλλον σπέρματος Ἁβραάμ; ἄλλως τε, κἀκεῖνο γὰρ οἶμαι κατιδεῖν ἀναγκαῖον, τὸ λέγειν ἄνθρωπον ἀνθρωπότητος ἐπιλαβέσθαι, ἀσύνετον παντελῶς. οὐκοῦν ὁ ἔξω τῆς ἀνθρώπου φύσεως ὢν ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος Ἁβραάμ· σῶμα γὰρ οὕτω λαβὼν ἔμψυχόν τε καὶ ἔννουν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, ὡμοιώθη τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν· τότε γέγονεν ἐφ᾽ ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς οὖν γέγονεν, ἀκόλουθον ἰδεῖν· οὐ γὰρ ἦν ἐλεήμων καὶ πρὶν γένηται καθ᾽ ἡμᾶς; οὐκ ἦν ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ᾽ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐλεήμων;

προέκοψεν οὖν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων ἑαυτοῦ γέγονεν, ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο· οὐκοῦν ὅπερ οὐκ ἦν ἐγένετο, καὶ ὠφέληται μᾶλλον γενόμενος ἄνθρωπος· πῶς οὖν ἄτρεπτος ἔτι κατὰ φύσιν, εἰ γέγονεν ὅπερ οὐκ ἦν; πῶς μεμένηκεν ὁ αὐτός; ποῦ δὲ κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυτοῦ καλλίων; ἀλλ᾽ οὐχ οὕτω ταῦτ᾽ ἔχει, μὴ γένοιτο· ἦν γὰρ ἐλεήμων καὶ ἔστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος Ἁβραὰμ, ἵν᾽ εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον, ἐρῶ· οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, οὐκ ἦν παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου· πιστώσεται δὲ γράφων ὁ Παῦλος “Ἀθετήσας τις νόμον Μωϋσέως ”χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει.”

ἵνα τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας, κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας· δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, οὕτω τε συνάπτων δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· ἐλεήμων γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας· πιστὸς δὲ, ὅτι μόνιμος καὶ διηνεκὴς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον ἔχων τὴν ἱερωσύνην· ἐλεήμων τοίνυν καὶ πιστὸς, τουτέστιν ἀεὶ μένων γέγονεν ἱερεὺς ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο, Θεὸς ὢν ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ εἶναι ὅ ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;

X. Ἀλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς· καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον, ἀπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν Ἰησοῦν· ἀποστολὴ δὲ, φασὶ, καὶ ἱερωσύνη λειτουργίας εἰσὶ τρόποι· καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱεράτευσε δὲ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ εἴπερ ἐν τούτοις ἐστί φασι τὸ τοῦ Υἱοῦ μέτρον, πῶς ὁμοούσιος εἶναι δύναται τῷ Θεῷ καὶ Πατρί; ὢ πολλῆς δυστροπίας· ἀποπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ἢ λέγειν· ὁμολογοῦντες γὰρ μεθ᾽ ἡμῶν, ὅτι καίπερ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἀκούοντες δὲ τοῦ ἀποστόλου λέγοντος “Ἀρχιερέα καὶ ”ἀπόστολον Ἰησοῦν·” οὐκ εἰσδέχονται κατὰ νοῦν ὅτι γεγονὼς καθ᾽ ἡμᾶς ὁ Μονογενὴς, ὠνόμασται τότε καὶ Ἰησοῦς διὰ τῆς τοῦ ἀγγέλου φωνῆς· τότε κεχρημάτικε καὶ ἀπόστολος καὶ ἀρχιερεύς.

οὐκοῦν ἢ ἀρνείσθωσαν ἐναργῶς ὅτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, ἐμψυχωμένον τε καὶ ἔννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν· ἢ εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ᾽ ἡμῶν τὸν δι᾽ ἡμᾶς ἐν τοῖς καθ᾽ ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ οὕτω Θεόν· τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεϊκῶς παρὰ τῶν ἀπεσταλμένων· τίνα γὰρ ἐκήρυττον τοῖς ἔθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; ἆρ᾽ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν ὄντα Θεὸν, ὅτι Λόγος ἦν τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; ἆρα κατὰ τὸν Ἀαρών; ἆρα κατὰ τὸν Μωσέως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; ἆρα τρυγόνας προσάγοντα καὶ περιστερὰς καὶ σεμίδαλιν ἐλαιοβραχῆ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ ἄμωμός τε καὶ ἄκακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ᾽ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός· οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν.

Ἄλλως δὲ τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον “Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα ”τῆς ὁμολογίας ἡμῶν, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ “κηρύσσομεν·” τί τοίνυν ἱερουργεῖ ἑαυτῷ καὶ τῷ Πατρί; “Πιστεύομεν γὰρ εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάν- ”των ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ἕνα κύριον “Ἰησοῦν Χριστὸν τὸν αὐτοῦ Υἱόν.” οὐκοῦν οἱ λέγοντες ὅτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν; ποῖος ἱερεὺς ἐν ἴσῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ᾽ αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν; ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δι᾽ ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶται θρόνοις· καὶ πιστώσεται γράφων ὁ Παῦλος “Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ”τοιοῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου “τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, ”καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ “ἄνθρωπος.” οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύει δὲ θεϊκῶς ὅτι μεμένηκε Λόγος.

XI. Θεὸν μέντοι ζῶντά φησι τὸν Χριστὸν, οὗ πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντές τινες· ἀλλὰ τί φησιν ὁ αὐτοῦ μαθητής; “Ὡς οὖν ”παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριον, ἐν αὐτῷ περιπα- “τεῖτε.” παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.