Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἀνεπίγραφα ὁμιλιακὰ ἀποσπάσματα (Νόθα)

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία της παραβολής των ταλάντων

Προτροπή προς τους πιστούς για την αποδοχή, διαφύλαξη και πνευματική καρποφορία του θείου λόγου, με βάση την ευαγγελική παραβολή των ταλάντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 5

XIV. Διανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις κατά γε τὴν ἐν εὐαγγελίοις παραβολήν· οὐκοῦν ἁπλώσατε τὰς καρδίας καὶ ὑποδέξασθε χαίροντες· “Δόκιμοι ”γενέσθε τραπεζῖται·” ἐμπορεύσασθε τὸ δοθὲν ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις, μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ, καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. ἴδωμεν δὲ τοῦτο καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων· ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; “Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα ”πέντε.” ὁρᾶς ὅσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; “Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ”ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε “εἰς τὴν χαρὰν τοῦ κυρίου σου.” τί τούτου τὸ μεῖζον εἰς δόξαν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; ἔπαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ Δεσπότῃ τὸ κέρδος προσήνεγκε; μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ᾽ ἑαυτόν; αὐτός ἐστι τὸ πάντων πλήρωμα καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησίν “Ἐκ τοῦ πληρώματος αὐτοῦ ”πάντες ἡμεῖς ἐλάβομεν.”

ἀλλ᾽ ὅταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστὸς, πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν· καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα. ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων. νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· εἶτα λεγούσης ἐκείνης “Ὅτε ἔλθῃ Μεσίας ἀπαγγελεῖ ἡμῖν ”πάντα,” ἑαυτὸν ἐμφανῆ κατέστησε λέγων “Ἐγώ εἰμι ὁ ”λαλῶν σοι.” καὶ τὸ μὲν γύναιον δρόμῳ συντείνεται καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν· εἰδὼς δὲ Χριστὸς ὅτι πολλοὶ πιστεύσουσιν ἐπ᾽ αὐτὸν, τοῖς ἁγίοις ἔφασκε μαθηταῖς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε,” τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν τῶν ἀπολωλότων ἡ σωτηρία.

Ὁ μὲν οὖν γνήσιος οἰκέτης· ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπόν· τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον, εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου· ὁ δέ γε λαβὼν τὸ τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ᾽ ἀγαθοῖς δηλονότι σπουδάσμασι, μὴ εἰς ἀργίαν τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός “Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ·” τί δὲ εἰ ὁ μὲν διδάσκων τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ᾽ ἐπικροτήσαντες μόνον καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; εἶτα ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ ὅταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; κατακριθήσεται γὰρ μᾶλλον ὡς ἔστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς· ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ καὶ ἀπολυπλασίαστον ἔχων προσεκόμιζε λέγων “Κύριε ἴδε ἔχεις τὸ σόν.”

ἆρ᾽ οὖν ἐπῃνέθη καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον ὡς ὀκνηρός; “Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν ”μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν “σὺν τόκῳ.” οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, εἰς νοῦν ἀπόθεσθε τὸ δοθὲν καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε, εὖ εἰδότες ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων ἐγχωννύμενα μὲν ταῖς βώλοις καρποφορεῖ, τὰ δὲ ἀκατάχωστα διαρπάζεται.