Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος Έκτος: Η διάκριση των ιδιωμάτων κατά την ένσαρκη οικονομία

Ο έκτος διάλογος διευκρινίζει ότι ο αγιασμός, η προκοπή, η άγνοια και η προσκύνηση αφορούν την ανθρώπινη φύση του Λόγου, ενώ η θεότητά του παραμένει τέλεια και αμετάβλητη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 8

ΛΟΓΟΣ ΕΚΤΟΣ Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθὸ νοεῖται καὶ ἔστι Θεός. Α. Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας παράδειξις ἐναργὴς καὶ οἱονεί τι σήμαντρον ἀκριβὲς ἡ τοῦ Υἱοῦ φύσις, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ σαφὴς ἐξείργασται λόγος. Τὰ γάρ τοι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἰδικῶς ἐξαίρετα δέδειχεν ὄντα τοῦ Υἱοῦ, μᾶλλον δὲ πᾶν ὅπερ ἂν λέγοιτο τοῦ Πατρὸς ἴδιον φυσικῶς τοῦτο ἀπέφηνεν ὄντα τὸν Υἱόν. Οἴει δὴ οὖν, ὦ Ἑρμεία, τοῖς ἑτέρου τυχὸν ἰδιώμασιν ὡς ἰδίοις ἄν ποτε διαπρέπειν δύνασθαι τὸ μηδαμόθεν αὐτῷ φυσικῶς ἑνούμενον, διαμοιρηθὲν δὲ ὥσπερ εἰς ἔκφυλον ἑτερότητα; Β. Πῶς λέγεις; Α. Οὐ γὰρ ἕκαστον τῶν ὄντων λόγῳ μὲν φύσεως ἰδίῳ κατασημαίνεται, ταὐτότητα δὲ τὴν εἰσάπαν διαδιδράσκον ὁρᾶται πρὸς τὰ λοιπά, κἂν εἰ μετεῖναί τι λέγοιτο κοινὸν αὐτοῖς; Ζῷον μὲν γὰρ ἄνθρωπός τε καὶ ἵππος, ἀλλ᾽ ἐφ᾽ ἑκάστῳ τις ἕτερος διέρπει λόγος, ἀποτειχίζων αὐτὸ τῶν ἄλλων, καὶ ἀσύμβατον ἀποφαίνων τὴν εἰς ταὐτότητα συνδρομήν, τὴν εἰσάπαν δὴ λέγω καὶ ὁλοσχερῶς. Ἴδιος γάρ τις ἀνθρώπου λόγος, βοός τε καὶ ἵππου.

Εἰ δὲ δή τις ἐξέλοι τὸ μεσολαβοῦν καὶ τοὺς τῆς οὐσιώδους διαφορᾶς ἀποστήσας λόγους, τὰ τῆς ἀνθρώπου φύσεως ἴδιά τε καὶ πάντα περιθείη τοῖς ἄλλοις, ἆρ᾽ οὐκ ἀνθρώπου φύσιν ἡμῖν ὁριεῖ καὶ ἕτερον οὐδὲν ἔσται τὸ δηλούμενον; Β. Ἀληθές. Α. Οὐκ οὖν ἀμαθές, μᾶλλον δὲ ἤδη πως καὶ ἀμήχανόν ἐστιν ὁλοτρόπως δύνασθαι τοῖς ἑτέρου τυχὸν ἰδιώμασι διαγινώσκεσθαί τι καὶ οὐκ εἶναι νομίζειν αὐτὸ τοῦθ᾽ ὅπερ ἐκεῖνο κατὰ φύσιν ἐστὶν οὗ καὶ τοῖς ἰδιώμασιν ἐπιγινώσκεται; Β. Ὀρθῶς ἔφης. Α. Μείων οὖν ἄρα κατ᾽ οὐδὲν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ὁλοσχερῶς διαπρέπων, ὅ τι ποτέ ἐστι κατὰ φύσιν γινώσκεται. Ταύτῃ τοι καὶ ἔστι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός.

Δι᾽ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν καταθρήσαιμεν ἄν. Β. Βούλει τι λέγωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν, ἤγουν ἀνέντες ἤδη σοι τὸ ἀντιτετάχθαι δοκεῖν, τῆς τῶν ἐναντίων δόξης ἐρήμην ὥσπερ ἐῶμεν καταθεῖν τὸν λόγον; Α. Καὶ μήν, ὦ φιλέταιρε, πάρα μὲν εἰπεῖν ἐλευθέρως τὸ δοκοῦν. Ὄκνου δὲ ἀμείνους ἡμεῖς, καὶ διερρίφθω μέλλησις, καιροῦ παραθήγοντος εἰς τὸ δεῖν ἑλέσθαι καὶ νῦν τοῖς τῆς ἀληθείας ἡμᾶς συναθλῆσαι δόγμασιν. Ἀναπείθει δέ, οἶμαι, πρὸς τοῦτο ἰέναι προθύμως καὶ ὁ θεσπέσιος Πέτρος ὧδέ πη λέγων· «Ἕτοιμοι γίνεσθε ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος.» Ἐλπὶς δὲ δὴ τίς ἂν εἴη παρά γε ἡμῖν ἑτέρα παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; Β. Οὐκοῦν, ἴσθι τοι πάντη τε καὶ πάντως ἐκεῖνο ἐροῦντας ὡς οὐκ ἂν εἴη ποτὲ τῷ Θεῷ καὶ Πατρί, κατά γε τὸν τῆς φύσεως λόγον, ἢ ἴσος ἢ ὅμοιος ὁ Υἱός, ὅς γε καὶ ἁγιάζεται παρ᾽ αὐτοῦ καὶ ὑψοῦται καὶ δοξάζεται καὶ δυναμοῦσθαι λέγεται. Ὅτι γὰρ καὶ προσκεκύνηκε μεθ᾽ ἡμῶν καὶ τὴν συντελείας ἡμέραν ὡμολόγηκεν ἀγνοεῖν ἐξ αὐτῶν ἕτοιμοι τῶν ἱερῶν ἡμῖν ἀποφαίνειν Γραμμάτων. Τὰς δὲ ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων φωνάς τε καὶ πίστεις ἀπό γε τῆς θεοπνεύστου Γραφῆς παραθείην ἂν εὐκόλως, εἴ γέ σοι δοκεῖ. Α. Καὶ μὴν ἔγωγε παρηβῆσαι μὲν ἤδη μοι τὸν ἀγῶνα ἐδόκουν, ὁ δέ ἐστιν ἐν ἀκμαῖς ἔτι καὶ οἱονεὶ σφριγῶσαν ἔχει τὴν ἔφοδον.

Ἐπειδὴ δὲ διημάρτηκα τῆς ἐλπίδος καὶ εἰς ἀρχὰς ἱδρώτων ἑτέρας ἥκομεν, σωρηδὸν γὰρ ἡμῖν τῆς τῶν ἐναντίων σκαιότητος ἐπιθεῖ τὰ προβλήματα, φέρε δὴ πάλιν, ἀνὰ μέρος ἑκάστῳ τὸν ἀληθῆ καὶ ἀμώμητον ἀντεξάγοντες λόγον, ἠγνοηκότας ἐλέγχωμεν τὸ Χριστοῦ μυστήριον. Β. Οὐκοῦν εἰμί τοι καὶ μάλα πρόθυμος ἥνπερ ἂν ἕλοιο διαστείχειν αὐτός. Καὶ γάρ τοι καὶ λίαν εὐκρινεστέραν τὴν ἐφ᾽ ἑκάστῳ βάσανον ἐξεργάσαιτ᾽ ἂν ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ὁ λόγος. Ὅτι τοίνυν, φασίν, ἁγιασμοῦ μέτοχος ὁ Υἱός, σαφηνιεῖ γράφων ὁ μακάριος Παῦλος περὶ αὐτοῦ· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Καὶ μὴν καὶ ὁ σοφός φησιν Ἰωάννης «τὸ Πνεῦμα τεθεᾶσθαι καταβαῖνον ἐπ᾽ αὐτὸν ὡσεὶ περιστεράν.» Καὶ πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· «Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον Υἱός εἰμι τοῦ Θεοῦ;» Μυρία δ᾽ ἄν τις καὶ ἕτερα καὶ λίαν ἀκονιτὶ τοῖς εἰρημένοις ἐπισωρεύσειε δι᾽ ὧν ἔνεστι μαθεῖν ὡς ἡγίασται παρὰ τοῦ Πατρὸς ὁ Υἱός. Α.

Καὶ τίς ἂν νοοῖτο τυχὸν ὁ τοῦ ἡγιάσθαι τρόπος, εἰ καὶ ἐπ᾽ αὐτοῦ τάττοιτο τοῦ Μονογενοῦς, διαπυθοίμην ἂν λέγοντος ὡς ἥδιστα σοῦ· πλείστη γὰρ ὅση τοῦ πράγματος ἡ διαφορὰ παρά γε ταῖς θεοπνεύστοις ὁρᾶται Γραφαῖς· ἁγιάζεσθαι μὲν γὰρ λέγονταί τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμόν τε καὶ ἐννομωτάτην κατωρθωκότες ζωήν, ἐπιτηδείως ἕξουσι καὶ εἰς τὸ χρῆναι μεταλαχεῖν ἁγίου Πνεύματος· ὁποῖοί τινες εἶεν ἂν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος ὅτι «Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν, οὓς δὲ ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν.» Ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.» Ἁγιάζονται δὲ αὖ καὶ ἕτεροί τινες, καίτοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ᾽ οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα κατασημήνειεν ἂν ὁ ἔν γε τούτοις ἁγιασμός, ἀλλ᾽ οἱονεί πως ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεός. Καὶ γοῦν Κύρου τε πέρι καὶ Μήδων κατὰ κράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, «Γίγαντες ἔρχονται, φησί, πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.»

Ἔφη δὲ ὅτι «Ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς.» Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· «Ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον,» τό, οἶμαι, προσκομισθὲν ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. Φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος ἡγιασμένους, οὕτω τε θείας φύσεως κοινωνοὺς ἀναδεδειγμένους.

Τίνα δὴ οὖν ἡγιάσθαι τρόπον ὑπονοήσουσι τὸν Υἱόν, συμπαρεζευγμένης ἀναγκαίως τῷ ἡγιάσθαι λέγειν καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς; Ὧδε γὰρ ἔφη Χριστός· «Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον.» Τὸ γὰρ ἐκ τῆς ἀμφοῖν συνδρομῆς οὐκ ἀσυντελές, οἶμαί που, πρὸς ὀρθότητα λογισμῶν, εὖ μάλα διαγινώσκεται. Ἀποστέλλων γὰρ ὁ Πατὴρ τὸν Υἱὸν ἁγιάσαι λέγεται, καὶ οὐχὶ πρὸ τῆς ἀποστολῆς. Β. Ἡγιάσθαι φασὶν αὐτὸν παρὰ τοῦ Πατρός. Α. Ἁγιάσαι δ᾽ ἂν ἑτέρως ὁ Πατὴρ πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος; Β. Ναί, διὰ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τί μήν; Α. Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, πρὸς ὅσην αὐτοῖς ὁ λόγος τὴν ἀτοπίαν ἐκρεῖ. Εἰ μὲν γὰρ πρὸ τῆς σαρκώσεως καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἦν ὁ Λόγος, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον, τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; Περιττὸν τὸ χρῆμα καὶ εἰκαιόβουλον. Ἀλλ᾽ οὐκ ἄν, οἶμαι, τὶς νοῦν ἔχων τό γε ἐν τούτοις ἁλῶναί ποτε τὴν ἀπόρρητον τοῦ Θεοῦ λογιεῖται φύσιν. Οὐ γὰρ ἂν ἁμάρτοι τοῦ πρέποντος καὶ τὸ ἀμωμήτως ἔχον, οὐκ ἐν παρατάσει μακρᾷ διασκέψεών τε καὶ ἐννοιῶν, ἀλλ᾽ ἐκ πρώτων εὐθὺς ὁρᾷ κινημάτων τῆς ἐνούσης αὐτῇ βουλῆς καὶ σοφίας.

Εἰ δέ, ἐπεί τοι πέφηνε καθ᾽ ἡμᾶς καὶ ἀπεστάλη μετὰ σαρκὸς ἐν τῷδε τῷ κόσμῳ, τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὥσπερ τινὰ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀποκεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν, ἀφῖκται δὲ ὅπως εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν, γεγονὼς ἐν ἀμείνοσιν, εἰ μὴ ἄρα, φασί, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἀφειδήσαντες κακῶν, ὡς ἦν ἐν αἰσχίοσι, τὸ Πνεῦμα λαβών, καὶ τὸ ἁγιάζειν πεφυκὸς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἷς ἂν γένοιτο; Β. Ἀλλὰ τοῦτο μὲν οὐκ ἐννοήσουσι κατά γε τὸ εἰκός· ὅτι δὲ ἡγιάσθαι φασὶ καταπτάντος ἐπ᾽ αὐτὸν τοῦ Πνεύματος ἐν εἴδει περιστερᾶς. Α. Εἶτα τίς ὁ τοῦτο εἰπών, ἐποπτεύσας τε ἅμα τὴν ἐξ οὐρανῶν τοῦ Πνεύματος ἐπ᾽ αὐτὸν καταφοίτησιν; Β. Ἰωάννης ὁ Βαπτιστὴς μεμαρτύρηκε λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.» Α. Οὐκοῦν, ἀναμέτρει τὸν τοῦ ἡγιάσθαι χρόνον. Οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ᾽ ὅτε γέγονε καθ᾽ ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ᾽ ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. Ἢ οὐκ οἶσθα ὅτι πεπλούτηκε μὲν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ θείου Πνεύματος μεταλαχεῖν καὶ τὸν δι᾽ ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· πεποίηται γὰρ καὶ κατὰ τοῦτο κατ᾽ εἰκόνα τοῦ κτίσαντος· ἐπειδὴ δὲ τὴν θείαν λελύπηκεν ἐντολήν, ἀπεμπολήσας τὸ δῶρον, θανάτῳ κατεδικάζετο καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν; Β. Συνίημι. Α.

Ἔδει τοίνυν, ἐπείπερ ἐξ ἡμερότητος τῆς ἐνούσης αὐτῷ τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβουλεύετο Θεός, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστόν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας Παρθένου, μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες Πατέρα, δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες. Ἔδει γενόμενον ἄνθρωπον τὸ Πνεῦμα λαβεῖν, ἵν᾽ ἐπείπερ ἦν τε καὶ ἔστιν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφιλοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ δευτέρᾳ. Τουτὶ γὰρ οἶμαί που κατασημαίνειν εὖ μάλα τὸν θεσπέσιον Βαπτιστήν, βοῶντα περὶ τοῦ Πνεύματος ὡς θεάσοιτο μὲν αὐτὸ καθιγμένον ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς· φάναι δὲ ὅτι καὶ ἔμεινεν ἐπ᾽ αὐτόν, οὐ γὰρ μεμένηκεν ἐν ἡμῖν διὰ τὴν παράβασιν, μεμένηκε δὲ ἐν Χριστῷ. Φύσεως γὰρ ἦν οὐκ ἀνεχομένης παθεῖν τὴν ἐξ ἁμαρτίας κηλῖδα.

Ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρί, κεχειροτονῆσθαι λέγεται βασιλεύς, ὅτε καθ᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστί· καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρί, εἰς Υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορφούμενος Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει, καίτοι Θεὸς ὑπάρχων αὐτός, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. Ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ γε ἀληθῶς θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἐν ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν. Β. Τί γάρ, φασί, τὸ ἄτοπον ἐν τῷ ἡγιάσθαι λέγειν παρὰ τοῦ Πατρὸς τὸν Υἱόν; Α. Ἀνακυκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ ἐσαῦθις ἐρῶ. Εἰ μὲν γὰρ καθὸ ἄνθρωπος, ὡς ἄνθρωπον ἡγιάσθαι φασίν, ἀδιαφορήσειεν ἂν ὁ λόγος, ὡς ἔν γε δὴ τούτῳ τὸ βλάβος οὐδέν. Εἰ δὲ δὴ παρέντες τὸ ἀληθὲς καὶ παρωθούμενοι τὸ εἰκός, εἰς ἀκαλλεστάτην τινὰ καὶ πέρα παντὸς ἰοῦσαν θράσους ἀπολισθαίνουσι γνώμην, αὐτὸν ἡγιάσθαι λέγοντες τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἁπάσης ἡμῖν ἀτοπίας ἐπέκεινα διεκπίπτοι ἂν ὁ λόγος. Β. Οὐκοῦν ἐκδείξειας ἂν τῆς ἔν γε τούτοις ἡμῖν ἀτοπίας τοὺς τρόπους. Α. Καὶ μάλα.

Κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε, συλλήπτορά τε καὶ ἀρωγὸν τὸν τῆς ἀληθείας προεστηκότα Χριστὸν ἔσεσθαί μοι προσδοκῶν. Μεθέντες δὴ οὖν τὸ διαμέλλειν ἔτι, τὴν τῶν προκειμένων βάσανον εἰς μέσον ἤδη παράγωμεν, καὶ μοὶ φράσον ἐκεῖνο δὴ πάλιν. Β. Τὸ τί; Α. Τίνος ἴδιον φῶμεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Πότερα δὴ μόνου τοῦ Θεοῦ καὶ Πατρός, ἤγουν καὶ τοῦ Υἱοῦ, ἢ καὶ ἀναμέρος ἑκατέρου καὶ ἀμφοῖν, ὡς ἓν ἐκ Πατρὸς δι᾽ Υἱοῦ διὰ τὴν ταὐτότητα τῆς οὐσίας; Β. Οὕτως ἔγωγέ φημι. Α. Ὀρθῶς, ὦ ἑταῖρε, καὶ σὲ τῆς ἀγχινοίας ἄγαμαι, καὶ ταῖς θεοπνεύστοις Γραφαῖς εὖ μάλα συμβαίνουσαν τὴν ἐπὶ τῷδε δόξαν εἰρῆσθαί φημι. Νοεῖται μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν ὑπάρξει τῇ καθ᾽ ἑαυτόν, ὑφέστηκε δὲ αὖ καὶ ὁ Υἱὸς ἰδικῶς· ἀλλ᾽ εἰ καὶ ἰδίαν ὑπόστασιν ἑκάτερος ἀπετέμετο, τὸν γοῦν εἰσάπαν διορισμὸν οὐ προσίεται.

Οὐδὲ γὰρ ἂν διορίζοιτο τοῦ Πατρὸς ὁ Υἱὸς ὥσπερ ἄγγελος ἀγγέλου καὶ μὴν καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς ὁ δεῖνα τοῦ δεῖνος ὅλος ὅλου διεστήξει τυχόν, οὔτε μὴν καὶ διάμπαξ ἐλάσει τῆς διαφορᾶς ὁ λόγος, ἀναμέρος ὁλοτρόπως ἑκάτερον ἱστάς· ἢ γὰρ ἂν εἶεν καὶ δύο θεοί· μιᾶς δὲ καὶ μόνης οὔσης τε καὶ νοουμένης θεότητος, ζῶντα καὶ ὑφεστηκότα καταθρήσαιμεν ἂν ἐν Πατρὶ τὸν Υἱόν, καὶ μὴν καὶ τὸ ἔμπαλιν, τουτέστιν ἐν Υἱῷ τὸν Πατέρα· χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ. Β. Σύμφημι. Α. Μιᾶς οὖν φύσεως ἓν καὶ τὸ Πνεῦμα, καὶ προχεῖται μὲν οἱάπερ ἀπὸ πηγῆς τοῦ Πατρός· ἔστι γε μὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ· γεγέννηται γὰρ οὗτος τὴν τοῦ Πατρὸς ἰδιότητα πᾶσαν ἔχων ἐν ἑαυτῷ, καὶ ἐπείπερ ἐστὶ τῆς ἀνωτάτω θεότητος ὁ καρπός, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; Ἴδιον δὲ θεότητος ὁ ἁγιασμός, οὗ τὸ Πνεῦμα δεικτικόν. Ἅγιον γὰρ κατὰ φύσιν καὶ τῆς ὅλης κτίσεως ἁγιαστικόν. Β. Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις, πῶς δ᾽ ἂν μάθοιμι σαφῶς ὡς ἔστιν ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καθάπερ ἀμέλει τοῦ Πατρός; Α. Οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, αὐτὸν δὲ εἰσκομίσω βοῶντα Χριστόν· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.

Οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Ἢ οὐκ ἀποχρῶν ὁ λόγος εἰς πληροφορίαν τοῖς σοφοῖς, ὡς ἴδιον μέν φησι τὸν Παράκλητον; Πνεῦμα γὰρ ἀληθείας ὠνόμασεν αὐτόν, οὐχ ἑτέρα δὲ παρ᾽ αὐτὸν ἡ ἀλήθεια. Προστιθεὶς δὲ «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται,» τὴν οὐσιώδη καὶ φυσικὴν οἰκειότητα δέδειχεν ἐναργῶς, καθ᾽ ἣν ἕν ἐστι πρὸς αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Οὐ γάρ τοι μεταληπτῶς σοφὸν ἔσεσθαι παρ᾽ αὐτοῦ τὸ Πνεῦμά φησιν, οὔτε μὴν ἐν τάξει τῇ ὑπουργικῇ τοὺς παρ᾽ Υἱοῦ λόγους τοῖς ἁγίοις διακομίσειν. Ἀλλ᾽ ὥσπερ ἂν εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων περὶ τῆς ἐξ ἑαυτοῦ διασκιδναμένης ὀσμῆς καὶ ταῖς τῶν περιεστώτων αἰσθέσεσιν ἐμπιπτούσης λέγοι ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται,» τὴν φυσικὴν οἰκειότητα κατασημήνειεν ἄν, καὶ οὔτι που τὸ ὡς ἐν μεθέξει διῃρημένως, ὧδέ πη νοήσεις καὶ ἐφ᾽ Υἱοῦ καὶ Πνεύματος. Πνεῦμα γὰρ σοφίας καὶ δυνάμεως ὄν, σοφία πάντως καὶ δύναμίς ἐστιν, ὅλην ἐξ ὅλου τὴν τοῦ προϊέντος ἐνέργειαν ἀποσῷζον ἐν ἑαυτῷ, καὶ ὡς ἐν ἰδίᾳ φύσει καταδεικνύον εὖ μάλα τὴν οὗπέρ ἐστιν.

Ἐπειδὴ δὲ τὸ Ἐκ τοῦ ἐμοῦ λήψεται, φησί, προστέθεικεν ἀναγκαίως ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ὥσπερ γὰρ ἅγιόν ἐστι κατὰ φύσιν, ἐπείπερ ἐστὶν ἁγίου Πνεῦμα Πατρός, οὕτω καὶ σοφόν, ἐπεί τοι σοφίας Πνεῦμά ἐστι· σοφία δὲ ὁ Υἱός· καὶ οὔτι πού φαμεν ὡς κατὰ σχέσιν τινὰ καὶ μέθεξιν ἅγιον καὶ σοφὸν τὸ Πνεῦμά ἐστιν, οὐσιωδῶς δὲ μᾶλλον καὶ οἱονεί τις ποιότης φυσικὴ τῆς ἁγίας τε καὶ σοφῆς θεότητος, τῆς ὡς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, καὶ αὐτῷ τῷ Πνεύματι.

Ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα Πνεῦμά ἐστι τοῦ Υἱοῦ, αὐτός σε δι᾽ ἑαυτοῦ μυσταγωγήσει λέγων· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Συνίης οὖν ὅπως ὡς ἴδιον ἐπαγγέλλεται καταπέμψειν ἡμῖν τὸ ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα μὲν ἀληθείας ἀποκαλεῖ, προχεῖσθαί γε μὴν ἐξ αὐτοῦ διωρίσατο τοῦ Πατρός, καὶ μὴν ὅτι καὶ μαρτυρήσει περὶ αὐτοῦ προμεμήνυκε; Β. Καὶ τίς ἂν νοοῖτο τῆς μαρτυρίας ὁ τρόπος; Α. Ἐπειδὴ γὰρ ἐνήργηκε τὰ Θεοῦ διὰ χειρὸς ἁγίων μεμαρτύρηκεν ἐναργῶς ὅτι Θεός ἐστιν ὁ Υἱός, οὗ καὶ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει τοῦ Πατρός. Β. Ἅλις μὲν ἡμῖν τῶν τοιούτων, ὦ τᾶν. Τὸ γάρ τοι σαφὲς καὶ ἀναμφιλόγως ἔχον δέοιτ᾽ ἂν οὐχὶ τοῦ συνειπεῖν ᾑρημένου. Πνεῦμα γάρ ἐστι καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Τριβὴν οὖν καὶ πόνον τὸν ἐπὶ τῷδε μεθείς, ἴοις ἂν μᾶλλον ἐπ᾽ ἐκεῖνα νυνί, τὰ δι᾽ ὧν ἔνεστιν ἀναμαθεῖν ὅτι κατὰ φύσιν ἅγιος ὁ Υἱὸς καὶ οὐ κατὰ μέθεξιν ἐκ Πατρός. Α. Καὶ μήν, ὡς ἐγᾦμαι, πᾶς τις οὖν εἴ γε νοῦν ἔχοι, κατατεθήποι ἄν, εἴπερ ἴδιον εἶναι διοριζόμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καταψηφιοῦνται πάλιν αὐτοῦ τὴν μέθεξιν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τέ φασι καὶ δοτὸν ὡς οὐκ ἔχοντι γενέσθαι ποτέ.

Καίτοι τί δήποτε τῆς ἐντεῦθεν ἀτοπίας τὰ βλάβη βασανίζειν οὐκ ἀνεχόμενοι, ἐπὶ μόνον ἴενται, καὶ τοῦτο ἀκατασκέπτως, τὸ σφίσιν αὐτοῖς ἡδύ; Μετάσχοι γὰρ ἂν ὁ Υἱὸς τοῦ ἰδίου Πνεύματος κατὰ τίνα δὴ τρόπον ὡς θύραθεν ἐπεισθέοντος;

Μέτοχον γὰρ ἑαυτοῦ παντελῶς οὐδέν. Ἀλλ᾽ οὐκ ἔν γε τῷ σοφῷ τε καὶ ἀκριβεῖ λογισμῷ τὰ φύσει προσόντα τισὶ τὴν τῶν εἰσποιήτων ὑποκρίναιτο δόξαν, ἤγουν ἐν τοῖς τῶν ὀθνείων τετάξεται λόγοις. Πῶς οὖν διὰ Πνεύματος ἡγιάσθαι φασί, καίτοι λέγοντα σαφῶς περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν;» Καὶ τοῦτό φαμεν οὐ μεθεκτῶς εἶναί τι πιστεύοντες τῶν ἐν τῷ ἁγίῳ Πνεύματι—παντέλειον γὰρ καὶ ἀνενδεὲς κατ᾽ ἰδίαν ἐστὶ φύσιν τε καὶ ὕπαρξιν—ἐκεῖνο δὲ μᾶλλον κατασημαίνοντες ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος Λόγου Πνεῦμα ὑπάρχον, πᾶν ὅπερ ἐστὶ τῆς θεότητος ἴδιον κατὰ φύσιν ἐπάγεται, πηγὴν μὲν ὥσπερ ἔχον αὐτήν, προχεόμενον δὲ ὥσπερ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ ἁγιάζον τὴν κτίσιν. Εἰ δὲ δὴ καὶ αὐτὸν οἴοντο μεθ᾽ ἡμῶν ἡγιάσθαι τὸν Λόγον, τὰ ἐκ φληνάφων εἰς τοῦτο συλλέγοντες λογισμῶν, φραζόντων ἐκεῖνο. Β. Τὸ τί δή; Α. Τῇ τῶν γενητῶν φύσει τὸ Πνεῦμα προσομιλοῦν, ὀνίνησι μὲν αὐτὴν ὁμολογουμένως· γένοιτο δ᾽ ἄν, ὦ ᾽γαθέ, τίς ὁ τοῦδε τρόπος; Β. Ἁγίαν αὐτὴν ἀποτελεῖ. Α. Οὐκοῦν ἐκδείξειας ἂν ἀσαφείας δίχα. Συνίημι γὰρ οὔτι που. Τί δὲ δὴ τοῦτό ἐστι τὸ ἁγίαν ἀποτελεῖν; Φράσαις ἂν ἐθέλοντί μοι. Β. Καὶ μάλα.

Τὴν γάρ τοι κτίσιν τὴν λογικὴν ἁμαρτίας ἀμείνω καὶ τῆς εἰς φαυλότητα παρατροπῆς ἀποφαῖνον μεταμορφοῖ πρὸς εἰκόνα τοῦ κτίσαντος δι᾽ ἁγιασμοῦ.

Ἅγιος γὰρ ὁ πάντων Δημιουργός, διὸ καί φησιν· «Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.» Α. Ὀρθότατα ἔφης. Ἐκτίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Τὸ δὲ δὴ τὸν θεῖον ἡμῖν ἐμποιοῦν ἐξεικονισμὸν εἴη δή που πάντως ἂν ὁ ἁγιασμός, τουτέστιν ἡ ἐν Πνεύματι μέθεξις τοῦ Υἱοῦ. Καὶ γοῦν ὅτε πρὸς παρατροπὴν ἡ ἀνθρώπου φύσις διώλισθε καὶ τὸ τῆς εἰκόνος κάλλος παρεσημαίνετο, κεκαινουργήμεθα πρὸς τὸ ἀπ᾽ ἀρχῆς, ἀναστοιχειούμενοι διὰ Πνεύματος εἰκόνα τοῦ κτίσαντος, δῆλον δὲ ὅτι τοῦ Υἱοῦ, δι᾽ οὗ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, «Τεκνία, φησίν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ μὴν ὅτι τὸ τῆς ἐνθάδε λεγομένης μορφώσεως εἶδος διὰ τοῦ ἁγίου Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς, αὐτὸς ἐκδείξει βοῶν, «Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Β. Ἄριστα ἔφης. Α. Οὐκοῦν, κτίσει μὲν καὶ ποιήμασι δοτὸς ὁ ἁγιασμός· οἴκοθεν γὰρ οὐκ ἔχει, καὶ γοῦν ἐστι καὶ ἀπόπεμπτος καὶ αὐτόκλητον ἂν ἕλοι τὴν παρατροπὴν τὰ πεπλουτηκότα.

Διώλισθε γὰρ καὶ ἀγγέλων φύσις, καὶ οὐ τετηρήκασί τινες τὴν ἑαυτῶν ἀρχήν, κατὰ τὸ γεγραμμένον. Ἐνεχόμεθα δὲ καὶ αὐτοὶ ταῖς τῆς παραβάσεως αἰτίαις. Ἆρ᾽ οὖν, εἴπερ τις οἴοιτο καὶ αὐτῷ τῷ Υἱῷ δοτὸν εἶναι τὸν ἁγιασμόν, οὐχὶ δὴ πάντη τε καὶ πάντως ἐρεῖ τὸ καὶ παθεῖν δύνασθαι τὴν παρατροπήν; Πάθοι γὰρ ἂν τὸ παθεῖν δυνάμενον, καὶ εἰ μήπω λέγοιτο παθεῖν. Β. Ἀληθές. Α. Τί δέ, ὦ φιλότης; Τὸ ἡγιάσθαι λεγόμενον οὐχ ἅπας ἡμᾶς ἀναπείσει λόγος ἅγιον οὐκ εἶναι φάναι ποτέ; Κεκλῆσθαι γὰρ οἶμαι πρὸς ἁγιασμὸν ἔκ γε τοῦ μὴ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶν ὅτε καὶ ἁγιάζεται. Β. Ἀνάγκη. Α. Τὸ δὲ οὔπω σεπτόν τε καὶ ἅγιον, οὐκ ἀνάλωτον ἁμαρτίαις, μᾶλλον δὲ ἤδη νοσοῦν τὴν εἰς τὸ φαῦλον διαβολήν, εἴπερ ἐστὶν ὁ ἁγιασμὸς φαυλότητός τε καὶ ἁμαρτίας ἀποτριβὴ καὶ ἀπόθεσις. Β. Σύμφημι. Α. Οὐκοῦν εἴπερ ἕλοιντο νοεῖν τε καὶ λέγειν συνηγιάσθαι τοῖς κτίσμασι τὸν Υἱόν, οὐ δυσεύρετος ὁ καιρὸς καθ᾽ ὃν ἦν ἔτι τὴν φύσιν ἀσθενὴς καὶ ἀμείνων οὔπω τοῦ πεφυκέναι πλημμελεῖν· ἀλλ᾽ ὧδέ τε ἔχων καὶ νοούμενος, πῶς ἦν ἄρα καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός; Πῶς δὲ καὶ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Οὐ γὰρ ἐν χρόνῳ γέγονε χαρακτήρ, ἀλλ᾽ ἦν τοῦτο κατὰ φύσιν καὶ ἐν ἀρχῇ. Εἶτα πῶς οὐχ ἅγιον ἦν τὸ ἀκραιφνὲς τοῦ Πατρὸς καὶ εἰλικρινέστατον κάλλος καὶ αὐτὸς τῆς οὐσίας ὁ χαρακτήρ;

Ἢ οὐκ ἐξ ἀνάγκης ἀφύκτου λοιπὸν συνωθήσειεν ἂν καὶ οὐχ ἑκόντας ἡμᾶς ὁ λόγος εἴς γε τὸ χρῆναι λέγειν μηδὲ αὐτὸν ἅγιον εἶναι τὸν Πατέρα ποτέ; Β. Πάνυ μὲν οὖν. Ἕψεται γὰρ πάντως τὸ δεῖν ταῖς εἰκόσιν ὁρᾶσθαι ταὐτοειδῆ τὰ ὧνπερ ἂν εἶεν εἰκόνες. Α. Τί δέ, ὦ φιλότης; Οὐ γὰρ ἑαυτὸν εἶναί φησιν ἀλήθειαν ὁ Υἱός, καὶ φῶς τὸ ἀληθινὸν παρά γε ταῖς θείαις κατωνόμασται Γραφαῖς; Β. Καὶ μάλα. Α. Εἶτα οὐ μάτην ἐρραψῳδηκότες ἡμῖν τὰ ἐξ ἀμαθίας ἁλοῖεν ἄν, εἰ τοῦ κατὰ φύσιν ἁγιασμοῦ τὸ φῶς τὸ ἀληθινὸν δεδεῆσθαί φασι; Διισχυριοῦνται γὰρ ἕτερον οὐδὲν ἢ τοῦτο σαφῶς, ἡγιάσθαι λέγοντες τὸ φῶς τὸ ἀληθινόν. Πῶς γὰρ ἔτι φῶς ἀληθινὸν τὸ ἥκιστα μὲν ἅγιον ἐν ἰδίᾳ φύσει, γεγονὸς δὲ τοῦτό ποτε; Β. Οὐ γὰρ οὖν. Α. Ὁ δὲ καὶ ἐν τάξει τοῦ δύνασθαι πλημμελεῖν τὸ κατά τι γοῦν ὅλως ψευδομυθεῖν παρωθούμενος· «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται· τί μὴ μᾶλλον ἐφ᾽ ἑαυτῷ κατερυθριάσας οὐδέν, ἡγιάσθαι μὲν ἔφασκε παρὰ τοῦ Πατρός, προσετίθει δὲ τούτοις οὐδέν, ἀπαυθαδίζεται δὲ καὶ εἰς τοῦτο προήκει λόγων μεγαλοπρεπείας καὶ ὑπερβολῆς ὡς ἀνυποστόλως εἰπεῖν· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν;» Β. Πῶς οὖν ἄν τις ἴδοι τὸ ἀληθές; Α. Εἰ διαλογίζοιτο σοφῶς ὅτι κατὰ φύσιν ἅγιος ὢν ὡς Θεός, ἡγιάζετο μεθ᾽ ἡμῶν καθὸ ἄνθρωπος, τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. Β.

Πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; Α. Ὅτι πάντα παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι.

Ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· «Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἁγιάζει μὲν γὰρ αὐτός, ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός· ἁγιάζεται δὲ μεθ᾽ ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο τὸ ἡγιάσθαι φημί, καίτοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεός, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν. Β. Ἀλλὰ ναί, φασίν, οὐκ ἂν διαψεύσαιτο λέγων ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τῆς καθ᾽ ἡμᾶς οἰκονομίας ἐξῃρημένης.

Καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, ἀλλ᾽ ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλημένοις ὁμογενὴς καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τὴν φύσιν, πεποίηται δὲ παρὰ τοῦ Πατρός. Ἀληθεύει δὴ οὖν, καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν καὶ συνηγιάσθαι λέγων. Α. Ἀλλ᾽ ὦ πρὸς πάντα ἰόντες ἑτοίμως καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα καὶ νῦν ὁ θρασὺς ἡμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος ἐννοεῖν οὐκ ἔχω. Ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱός, οὐ τοῖς παρ᾽ ὑμῶν μαντεύμασι, προσεκτέον δὲ μᾶλλον τοῖς ἱεροῖς τε καὶ θείοις μυσταγωγοῖς, οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐντέταλται λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἔφη τοίνυν Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Υἱοῦ· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Θεὸς δὲ ἀληθινὸς τοῖς κτίσμασιν οὐχ ὁμογενής.

Ὅτε τοίνυν, κατά γε τὸ ἐκείνοις ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καίτοι Θεὸς ὢν ἀληθινὸς ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ᾽ ἑαυτὸν καὶ δίχα σαρκός, ἡκόντων εἰς μέσον καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν οἷσπερ ἂν βούλοιντο καταδεικνύντων λόγοις· ἢ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἐν Υἱῷ τὸ ἡγιάσθαι δοτόν, Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδέν, οἶμαι, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἡγιάσθαι φληνάφως ὑπονοεῖν τὸν ἐξ οὗπέρ ἐστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται; Β. Κινδυνεύομεν. Α. Ἵνα δὲ πανταχόθεν αὐτῶν τὸ ἀνόσιον ἐκπολιορκῆται θράσος κατοκνήσαιμ᾽ ἂν οὐδαμῶς καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν· ἢ γὰρ οὐχὶ πρέποι ἂν μόνῳ τε καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καθάπερ ἀμέλει καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; Β. Ἀνακείσεται. Α. Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱός, κατά γε τὸν παρ᾽ ἐκείνοις λόγον τὸν ἀκαλλῆ τε καὶ βδελυρώτατον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησί· κατεκομίσθη μέν, ὡς ἔοικε, τὰ τῆς ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν, οὐκ ἀπίθανον δέ, οἶμαι, τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν καθ᾽ ὁμοιότητα τὴν Υἱοῦ. Β. Πῶς τοῦτο ἔφης; Α.

Εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν, ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος, εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις, κατ᾽ αὐτὸ δὴ τοῦτο τὸ γεγενῆσθαί φημι; Β. Οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. Α. Εἴη δ᾽ ἂν καὶ ἑτέρως δυσσεβές τε ἅμα καὶ ἀμαθὲς τὸ ἡγιάσθαι πιστεύειν αὐτόν. Β. Τίνα τρόπον; Α. Τὸ ἁγιαζόμενον ἆρ᾽ οὐχὶ τῷ ὑπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; Οὐ γάρ που τῷ γε αἰσχίονι φαῖεν ἄν, ὥσπερ οὖν ἐγᾦμαι, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι. Β. Ἄριστα ἔφης. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἡγίασται κατ᾽ ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱός, ὡς ἀμείνονι πάντως που κατεχρίετο, καὶ τὴν φύσιν ἔχοντι παρ᾽ αὐτὸν ἑτέραν. Μετάσχοι γὰρ ἂν ἑαυτοῦ τῶν ὄντων οὐδέν, ἀλλ᾽ ἕτερον ἐν ἑτέρῳ μετεχόμενον, κατά γε τὸν τοῦ πως εἶναι λόγον. Β. Ἕψεται καὶ τοῦτο. Α. Εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυλίζεται;

Πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος ἡμῖν ἐμποιήσει μέθεξιν δι᾽ ἑαυτοῦ; Καὶ εἰ θείας φύσεως ἀποτελούμεθα κοινωνοί, τὸ Πνεῦμα δεχόμενοι, πῶς ἐν δευτέροις τοῦ Πνεύματος ὁ Υἱός; Ἢ πῶς ἄμεινον αὐτοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ὡς αὐτός τε καὶ παρ᾽ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, ὅλην ἔχον αὐτοῦ τὴν ἐνέργειαν καὶ τὴν αὐτοῦ μέθεξιν ἐμποιοῦν; Καὶ γοῦν ἔφασκεν ὁ Υἱός· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.» Ἐπειδὴ δὲ ἀναβέβηκε πρὸς τὸν Πατέρα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐν ἡμῖν ἐστι διὰ τοῦ Πνεύματος. Ἴδιον γὰρ αὐτοῦ καὶ οὐ θύραθεν εἰσκεκριμένον τὸ Πνεῦμα αὐτοῦ, καθάπερ ἀμέλει τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. Ἐπειδὴ δὲ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὲ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται, σοφῶς τε καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διᾴττοντος· τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν, ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετίθει φύσει, μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. Β. Σύμφημι. Τὸ γάρ τοι μακροὺς ἀντεξάγειν λόγους, ὀρθῶς λέγοντί σοι, περιττόν, μᾶλλον δὲ ἥκιστα σοφόν.

Ἀλλ᾽ εἰ μόνῳ, φασί, τῷ γε ὄντι φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ τὸ ἁγιάζειν δύνασθαι προσὸν ὁρῷτο καὶ πρέποι, τούτου δὲ πέφηνεν ἐνεργὸς ὁ Υἱός, τὸ ἀποσοβοῦν οὐδὲν ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ διαρρήδην ὁμολογεῖν· καὶ εἰ τοῦτο συγχωρήσαιμεν, Θεῷ δὲ τῷ κατὰ φύσιν τῶν ἀγαθῶν ἐνδεῖ μηδενός, τί μαθὼν ὁ καθ᾽ ὑμᾶς Υἱὸς καὶ Θεὸς δόξης τε καὶ βασιλείας καὶ κυριότητος τὴν οἰκείαν ἐπιδεᾶ παρέδειξε φύσιν; Ἔφη γάρ που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.»

Ἔφη δὲ καὶ ὁ Λουκᾶς ἐν τῇ τῶν Πράξεων συγγραφῇ ὡς ἐκ προσώπου τοῦ Πέτρου· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.» Συνίης οὖν ὅτι πανταχῇ δίδωσι μὲν ὁ Πατὴρ δόξαν τε καὶ κυριότητα, δέχεται δὲ καὶ μάλα ἀσμένως ὁ Υἱός; Ἀλλ᾽ εἰ τοιοῖσδέ τισι καταπαίειν ἡμᾶς ἀποτολμῷεν λόγοις, προσείροντές που καὶ ἕτερα, τίς ἂν γένοιτο διεκδρομὴ καὶ ἀπόνευσις τοῦ κακοῦ, τοῖσγε ὡς ἄριστα φρονεῖν ᾑρημένοις; Α. «Ὁ πραῢς ἔστω μαχητής,» ἱερὸς καὶ θεῖος ἡμῖν ὑποπεφώνηκε λόγος. Δεῖν δὲ ἔγωγέ φημι ταῖς τῶν ἐναντίων ἀντιφέρεσθαι δόξαις, κατορρωδοῦντας οὐδέν. Θεὸς γὰρ ὁ ἐνεργῶν ἐν ἡμῖν, καὶ ῥῆμα μὲν γλώτταις ἐνιείς, ἀπευθύνων δὲ πρὸς τὸ ἀκιβδήλως ἔχον τῶν εὐσεβούντων τὸν νοῦν· τὸ δὲ δὴ τῆς εὐθείας ἐξέρπειν ὁδοῦ καὶ παρακομίζεσθαί ποι πρὸς τὸ ἀκαλλὲς καὶ ἐκτετραμμένον μεταπεῖθον αὐτοὺς ἐκεῖνό ἐστιν. Β. Τὸ τί δὴ φῄς; Α. Τό, οἶμαι, παρέντας ὡς ἀσυντελὲς εἰς ὄνησιν τὸ εἰδέναι καιροὺς οἵπερ ἂν ἑκάστῳ πρέποιεν τῶν δρωμένων, ἀκατάσκεπτον ποιεῖσθαι τῶν λόγων τὴν ἐπιτήρησιν.

Εἰ μὲν γὰρ οὐ γέγονε σὰρξ ὁ Λόγος, εἰ μὴ ἐσκήνωσεν ἐν ἡμῖν, παρείσθω λοιπὸν ὡς ἕωλον ἡ καιρῶν ἐπιτήρησις, καὶ ἀκριβείας τῆς ἔν γε τούτοις ἐξῃρημένης, ἀδιαφορείτω πᾶς λόγος κατὰ τοῦ Μονογενοῦς· εἶτα τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ δι᾽ οὗ τὰ πάντα ἐγένετο, ὁ σύνεδρος τῷ γεννήσαντι καὶ συναΐδιος Λόγος, ὁ ἀναφὴς καὶ ἀόρατος, λεγέσθω παθεῖν εἰς ἰδίαν φύσιν καὶ τὰς κατὰ νώτου πληγὰς καὶ τὴν εἰς χεῖράς τε καὶ πόδας τῶν ἥλων διάτρησιν καὶ τραῦμα τὸ εἰς πλευράν, καὶ τὴν κορωνίδα τῶν κακῶν, φημὶ δὴ τὸν θάνατον. Β. Ἀλλὰ ταυτί που πάντως ἐροῦσι συμβῆναι περὶ τὸ ἀνθρώπινον· πέπονθε γὰρ καθὸ ἄνθρωπος. Α. Τί δέ, ὦ φιλότης, οὐ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας συμβῆναί φαμεν τῷ Υἱῷ τὸ παθεῖν; Β. Ναί· γράφει γὰρ ὁ Παῦλος ὅτι «Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας.» Καὶ αὐτὸς δέ που διὰ φωνῆς Ἡσαΐου φησί· «Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με.» Α. Ἀνέστησε δέ, εἰπέ μοι, τὸν ἑαυτοῦ ναόν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθοράν, πότερα καθ᾽ ἡμᾶς ὡς ἄνθρωπος, ἢ ὡς Θεὸς ἐκ Θεοῦ, καὶ εἰ πέφηνε μετὰ σαρκός; Β. Ὡς Θεὸς ἐκ Θεοῦ. Α.

Τὸ ἐν ἐκείνοις οὖν αἶσχος καὶ τὸ ἐκ τῆς ἐντροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱός, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον, διὰ τὴν ἑκούσιον κένωσιν. Β. Ἀλλὰ ταύτην εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς τὴν δόξαν ὁ Υἱός. Α. Ὀρθῶς, ὦ ἑταῖρε, συνθήσομαι γάρ. Ἐπειδὴ πέφηνεν ἄνθρωπος, καίτοι σοφία καὶ δύναμις ὢν τοῦ Πατρός, καταργήσας δι᾽ ἑαυτοῦ τὸν θάνατον καὶ ζωῆς ἀναπιμπλὰς τῆς παρ᾽ ἑαυτοῦ τὸ ἴδιον σῶμα, τῇ οἱονεὶ πηγῇ τῆς ἰδίας ὑποστάσεως ἀνετίθει τὸ δρώμενον. Πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ τῶν ὄντων καὶ παρηγμένων εἰς γένεσιν τὸ ζωογονεῖν δύνασθαι καὶ φθορᾶς ἀμείνω ἀποφαίνειν τὴν ἀπὸ γῆς σάρκα, κἂν εἰ ἐπ᾽ αὐτοῦ νοοῖτο Χριστοῦ, καθὸ λέγεται σάρξ, πλὴν ὅτι δὴ μόνῃ τῇ τῆς θεότητος φύσει.

Ὅτι δὲ γέγονεν ἐνεργὸς ὁ Υἱὸς εἰς ἀνάστασιν τοῦ ἰδίου ναοῦ, καὶ εἰ λέγοιτο δεδωρῆσθαι τοῦτο αὐτῷ παρὰ τοῦ Πατρός, κατίδοι τις ἂν καὶ λίαν εὐπετῶς, Παύλου μὲν λέγοντος περὶ τοῦ Πατρός· «Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα·» πρὸς δέ γε τοὺς Ἰουδαίους, αὐτοῦ τοῦ Υἱοῦ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἀπέθανε μὲν γὰρ ἐν ἀνθρώπου τάξει κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Ἀνεβίω δὲ αὖ ἀρρήτῳ δυνάμει καὶ ἀφράστοις ἐνεργείαις χρώμενος, καίτοι καθ᾽ ἡμᾶς ὑπάρχων, κατά γε, φημί, τὸ ἀνθρώπινον. Οὐκοῦν, δοξάζεται μὲν παρὰ τοῦ Πατρός, οὐχ ὡς δόξης ὑπάρχων ἐπιδεὴς ὅταν ἔξω νοῆται σαρκὸς καὶ Θεὸς ἐκ Θεοῦ πιστεύηται, ἀλλ᾽ ἐπείπερ ἦν ἄνθρωπος, ὃς ἰδίας φύσεως καρπὸν οὐκ ἔχων τὸ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, δέχεταί πως αὐτὸ καθ᾽ ἕνωσιν καὶ τὴν ἀπόρρητον συνδρομήν, ἥπερ ἂν νοοῖτο τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον. Δοξάζει δὲ καὶ αὐτὸς τὸν Πατέρα.

Πατὴρ γὰρ Θεοῦ γνωρίζεται τοῦ πάντα ἰσχύοντος, καίτοι πεφηνότος ἐν σαρκὶ καὶ μετὰ γηΐνου σώματος συνδιαιτωμένου τοῖς κατὰ κόσμον. Διὰ τοῦτό φησιν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.» Προτεθύμησαι μὲν γάρ, ὦ Πάτερ, φησί, τὸ θρασὺ καὶ δυσάντητον τοῦ θανάτου καταργῆσαι κράτος· ἀλλ᾽ ἦν τοῦτο δρᾶν καὶ κατισχῦσαι πληροῦν οὐχ αἵματος καὶ σαρκός, ἀλλὰ τῆς σῆς θείας καὶ ζωοποιοῦ καὶ ἀκινήτου φύσεως, ἧς ἐπείπερ ἐξέφυν ἐγώ, κατώρθωκα τὸ δοκοῦν, ἀτονήσας πρὸς οὐδὲν διὰ τὸ ἀνθρώπινον τῶν τελούντων εἰς ἰσουργίαν, ἀλλά, καίπερ ὢν ἐν σαρκὶ καὶ αἵματι, τὸ γοῦν ὅτι τῆς σῆς ἐξέφυν οὐσίας ἐξ ἰσομοιρούσης ἰσχύος πεπιστευμένος. Δόξασον δὴ οὖν με καὶ σύ, τὸν ὡς ἄνθρωπον ἀδοξήσαντα, συννεύσας ἐμοὶ τῇ σῇ δυνάμει καὶ ἐνεργείᾳ ζωοποιῷ, καὶ θανάτου κρείττονα τὸν ἀπορρήτως ἑνωθέντα μοι καταδεῖξαι ναόν. Ὅτι δὲ οὐκ ἀσυνήθους καὶ τῆς οὐ πάλαι μετούσης αὐτῷ τιμῆς τε καὶ δόξης ἀξιοῦσθαι ζητεῖ, δῆλον ἂν εἴη δήπουθεν. Ἔφη γὰρ ὅτι «Καὶ νῦν δόξασόν με, Πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ὁ γὰρ ἀεί τε καὶ ἐν ἀρχῇ τῆς δόξης Κύριος, ἀδοξήσας διὰ μέσου διὰ τοῦ καθικέσθαι πρὸς τὰ ἀνθρώπινα, πρὸς τὴν ἄνωθεν αὐτῷ καὶ φυσικῶς ἐνυπάρχουσαν δόξαν ὑπονοστεῖ, τοὺς τῇ κενώσει πρέποντας λόγους μετὰ τοῦ παθεῖν αὐτὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ δωρούμενος.

Οὐκοῦν ἀναγκαῖον ὅτι μάλιστα τῶν ἄλλων τὸ εἰδέναι καιροὺς καθ᾽ οὓς ἦν ἔτι τά τε τῆς σαρκὸς καὶ τὰ τῆς ἀδοξίας χρήσιμα καὶ τοὺς ἄνωθεν ἔτι τῆς ἐπιδημίας, καθ᾽ οὓς τῆς δόξης Κύριος ὤν, δόξαν οὐ λαβών, ἀλλ᾽ ἔχων ἰδίαν ὡς Θεὸς εὑρίσκηται. Β. Πῶς οὖν δέχεταί τινας τῶν ἀπὸ τοῦ κόσμου παρὰ τοῦ Πατρός, περὶ ὧν καί φησι πρὸς αὐτόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας;» Α. Οὐκοῦν ἐρῶ δή τι πάλιν, ταῖς τῶν ἐννοιῶν ἀτοπίαις εἰς τὸ ἐν ἀρχαῖς συνωθούμενος. Μάτην, ὡς ἔοικεν, κεκενῶσθαι λέγεται, καὶ εἰ γέγονε καθ᾽ ἡμᾶς, ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς Υἱὸς μονογενής. Εἰ γὰρ εἰσποίητον ἔχει τὸ χρῆναι κρατεῖν, καὶ δέχεταί τινας παρὰ τοῦ Πατρὸς οὓς οὐ πρὶν ἔχων ὁρᾶται, κεκαινούργηταί τι κατὰ τὸ εἰκὸς ἐφ᾽ Υἱῷ καὶ ταῖς ἐντεῦθεν εὐκλείαις κατακαλλύνεται, ξεναγεῖ δὲ ὥσπερ ἡ χάρις αὐτὸν ἐπὶ τὸ ἄμεινον καὶ ὑπερτεροῦν ἢ πρότερον ἦν. Εἶτα ὅποι ποτὲ ἡμῖν ὁ τῆς ὑφέσεως οἰχήσεται λόγος, ἢ ὅποι κεκενωμένον καταθρήσαι τις ἄν, εἴπερ ὅλως τι καὶ τῶν οὐ πάλαι προσπεφυκότων ἁλοίη πεπλουτηκώς, καὶ οἷά τινα τῆς ἐνανθρωπήσεως μισθὸν καὶ ἀντέκτισιν τὴν κατά τινων ἐξουσίαν ἀποκερδαίνων; Β. Ὧδε ἔχει. Α. Ψευδηγορήσει δὲ κατὰ τὸ εἰκὸς καὶ ὁ σοφὸς Ἰωάννης εἰ λέγοι περὶ αὐτοῦ· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.»

Πῶς γὰρ ἴδιον αὐτοῦ τὸ μόλις καὶ ἐν ἐσχάτοις καὶ παρ᾽ ἑτέρου δοτόν; Καίτοι μυρίοι μὲν ὅσοι καὶ ἀναρίθμητοι παντελῶς δεδαπάνηνται χρόνοι καθ᾽ οὓς ὁ Υἱὸς συναΐδιος ἦν τῷ Θεῷ καὶ Πατρί. Εἰ δέ, ἐπείπερ γέγονεν ἄνθρωπος, δέχεται τοὺς ἀπὸ τοῦ κόσμου, καὶ σκήπτρου καινότητα προσειληφὼς ὁρᾶται ταυτηνί, φαίην ἂν ἤδη λοιπόν, καταδείσας οὐδέν, ὡς ἀμείνων ἡ ἐνανθρώπησις τῷ Θεῷ Λόγῳ καταστάσεως ἦν τῆς ἐν ἀρχαῖς, καὶ εἰ νοοῖτο πλουτῶν τὸ ἐν ἰσότητι τοῦ Πατρός. Ἀναβιβάζει γάρ, ὡς ὁρᾷς, ἐπὶ τὸ ὑπερτεροῦν καὶ ἀσυγκρίτως ἄμεινον ἐν δόξῃ. Ἑαυτῷ τοιγαροῦν κατώρθωκεν ὁ Υἱὸς τὴν μετὰ σαρκὸς οἰκονομίαν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ταῖς ἰδίαις ἐχαρίζετο δόξαις. Πῶς οὖν ἔτι δι᾽ ἡμᾶς ἐνανθρωπῆσαι λέγεται ἢ πῶς ἀντίλυτρον τῆς ἁπάντων γέγονε ζωῆς, εἰ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν οὕτως ἀήθη καὶ οὐ πάλαι βατὴν ἐξεπρίατο δόξαν; Β. Ἄριστα μὲν ἔφης, ἀνασκιρτᾷ δὲ ἡμῖν εἰς τὸ θρασύ τε καὶ ἀπηχὲς ὁ λόγος. Α. Οὐκοῦν ἐρρίφθω καὶ παρ᾽ αὐτῶν τὸ οὕτω πικρὸν καὶ κακόηθες εἰς λόγους· Ἢ οὐ δύσοιστον εἶναί σοι τὸ χρῆμα δοκεῖ καὶ κατωθοῦν ἀναγκαίως εἰς ἀνεθελήτους ἰσχνομυθίας;

Μεθέντες γὰρ δὴ τὸ ἀνάπτειν χρόνοις τοῖς καθήκουσι τὰς φωνάς, ἄνω τε καὶ κάτω τὰ πάντα διακυκᾶν καὶ ἀναφύρειν ἐγνώκασι. Καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν ὡς ἴδια μὲν ἦν τὰ πάντα τοῦ Λόγου, καὶ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις τῇ τοῦ κεκληκότος ὑπέζευκτο δόξῃ; Ἐπειδὴ δὲ λογισμοῦ τοῦ πρέποντος τὸ ἐπὶ γῆς παρώλισθε γένος, οὐ παρεδέχθη πρός τινων ἐν σαρκὶ δι᾽ ἡμᾶς πεφηνὼς ὁ Λόγος, ἀναπεπεισμένους δὲ ἤδη κατὰ βραχὺ καὶ πεπιστευκότας ὑπετίθει ταῖς ζεύγλαις, καὶ ἀναμανθάνειν ἐθέλοντας τὰ ἀμείνω δέχεται. «Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Οὐκοῦν ἴδια μὲν τοῦ Λόγου τὰ πάντα, καθὸ πέφηνεν ἐκ Θεοῦ καὶ κατάρχει τῶν ὅλων μετὰ τοῦ Πατρός. Δέχεται δὲ ταῦτα κατὰ τὸ ἀνθρώπινον, ὅτε γέγονε καθ᾽ ἡμᾶς, οἷς τὸ βασιλεύειν καὶ τὸ κρατεῖν δύνασθαι παρὰ Θεοῦ καὶ δοτόν. Β. Δόξαν οὖν ἰδίαν ἔχειν ἐροῦμεν αὐτόν, μηδὲν εἰς τοῦτο προσειληφότα παρὰ τοῦ Θεοῦ καὶ Πατρός; Α. Ναί, καθὸ νοεῖται Θεὸς καὶ τῆς δόξης Κύριος.

Κατωνόμασται γὰρ οὕτω παρά γε ταῖς θείαις Γραφαῖς.

Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητής, Ἰάκωβος οὗτος ἦν· «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Β. Εἶτα τίς ἡ τοῦ Υἱοῦ δόξα παρὰ τὴν τοῦ Πατρός; Α. Οὐχ ὑπέρτονος, ὦ τᾶν, οὐ μείων, ἀλλ᾽ ἡ αὐτή· μᾶλλον δέ, ὥσπερ ἐστὶ σοφία καὶ δύναμις τοῦ Πατρός, οὕτως ἂν εἴη καὶ δόξα, τῆς τοῦ τεκόντος οὐσίας ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι᾽ ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τις ἡλίου βολὴ καὶ φωτὸς ἀπαύγασμα τῆς τοῦ προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκεῖνο λοιπὸν τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος εὖ μάλα νοούμενον. Β. Ἆρα ἂν ἔχοις εἰπεῖν ἐκ τῶν ἱερῶν Γραμμάτων τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; Α. Καίτοι βραχὺς κομιδῇ δαπανηθήσεται πόνος, συναγείροντί σοι τὰς τῶν ἁγίων φωνάς. Ἐφεσίοις μὲν γὰρ ἐπιστέλλων ὁ Παῦλος· «Διὰ τοῦτο, φησί, κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.» Συνίης οὖν ὅτι Πατέρα Χριστοῦ καὶ Πατέρα τῆς δόξης κατωνόμασεν εὐθὺς τὸν Θεόν, οὐχ ἕτερον οἶμαί τι παρά γε τὴν δόξαν τοῦ Πατρὸς τὸν Χριστὸν ἀποφαίνων.

Ἔφη δέ που πάλιν· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» — «Ἀποβλέποντες γὰρ εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν,» ὅς ἐστιν ἡ δόξα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Κυρίου, φημὶ δὴ τοῦ Πατρός, ἀναμορφούμεθα πρὸς αὐτὸν δι᾽ ἁγιασμοῦ ἐν Πνεύματι.

Πέτρος δὲ αὖ, καίτοι διαπρέπων ἐν μαθηταῖς, τοῖς ἰοῦσιν ἐκ περιτομῆς εἰς δικαίωσιν τὴν ἐν Χριστῷ διὰ πίστεως προσεφώνει λέγων, «Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ.» Εἴπερ οὖν ἐστιν ἰδία δόξα τοῦ Πατρὸς ὁ Υἱός, δι᾽ οὗ καὶ κεκλήμεθα πρὸς ἐπίγνωσιν αὐτοῦ, τίς ὁ φάναι τολμῶν ὅτι δοτὸν καὶ εἰσποιητὸν τῇ δόξῃ τοῦ Πατρὸς τὸ εἶναι τοῦθ᾽ ὅπερ ἐστί; Τίς γὰρ ὁ ἑτέρᾳ δόξῃ καταλαμπρύνων ἐστὶ τὴν τοῦ Πατρὸς δόξαν; Ἢ οὐκ ἐν ἴσῳ τίθης τὸ καὶ ἑτέρους χρῆναι κατατολμᾶν εἰς μέσον ἥκοντας λέγειν ὡς σεσόφωται μὲν πρός τινος ἡ σοφία τοῦ Πατρός, τὸ δὲ εἶναι δύναμις ἡ ἐνοῦσα κατὰ φύσιν ἰσχὺς αὐτῷ, τουτέστιν ὁ Υἱός, κεκέρδακε παρ᾽ ἑτέρου, καὶ ὀθνεῖον ἔχει τὸ αὔχημα; † σοφον γε ου γαρ ει † τοῖς τοιοῖσδε κατακηλοῦντες λόγοις, ἀποφέροιεν ἡμᾶς οἱ δι᾽ ἐναντίας πρὸς πᾶν ὁτιοῦν τῶν διεστραμμένων; Εἰ μὲν οὖν ἀπόχρη τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ δόξαν εἶναι τὴν ἰδίαν τοῦ Πατρὸς τὸν Υἱόν, εὖ ἂν ἔχοι καὶ σιωπήσομαι· εἰ δὲ δή σοι προσδεῖν καὶ ἑτέρων οἴει μαρτυριῶν, παροίσω λέγοντα τὸν θεσπέσιον Μελῳδὸν πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν, ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιουμένων· «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.»

Πρόσωπον γὰρ καὶ εἰκὼν τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, δι᾽ οὗ καὶ γνωρίζεται τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἰδίᾳ δόξῃ καταστράπτων τὰ σύμπαντα; Τοιγάρτοι καὶ προσεφώνει ποτὲ τῷ πανσόφῳ Μωσεῖ· «Ἀλλὰ ζῶ ἐγώ, καὶ Ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.» Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ, ὤφθη δὲ ἡμῖν ἐν αὐτῷ. Καὶ τοῦτο εἰδώς, ἔφη πάλιν ὁ θεῖος Δαβὶδ ὅτι «Οἰκοδομήσει Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.» Ὤφθη γὰρ ἡμῖν ἐν Υἱῷ λέγοντι σαφῶς· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Β. Ἕψεται δὴ οὖν, εἴπερ ἐστὶν ἀληθῶς ἰδία δόξα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, τὸ δεῖν εἶναι κατὰ φύσιν αὐτὸν Κύριον μὲν τῶν ὅλων, βασιλέα δὲ οὐχ ἑτέρως ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Εἶτα τί δή ποτε διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ἔφη πάλιν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ;» Κύριον δὲ καὶ Χριστὸν πεποιῆσθαι σαφῶς παρὰ τοῦ Πατρὸς αὐτὸν ὁ σοφὸς ἡμῖν προσμεμαρτύρηκε μαθητής. Α. Ἆρ᾽ οὖν. ὦ φιλέταιρε, φράσαις ἂν ὡς ἄριστά γε μελλήσας οὐδὲν εἴ τί περ ἑλοίμην ἀναπυθέσθαι σου; Β. Πῶς γὰρ οὔ; Α. Τὸ κεκλημένον εἰς κυριότητα καὶ ἀσυνήθως εἰς τοῦτο παρενεχθέν, ἆρ᾽ οὐκ ἂν νοεῖσθαι πρέποι Κύριον οὐκ εἶναί ποτε; Οὐδὲν γὰρ ἂν ἔκ γε τοῦ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶν ὡς ἐφ᾽ ἕτερόν τι πάλιν ἐπ᾽ αὐτὸ βαδιεῖταί τι. Β. Οὐ γὰρ οὖν. Α.

Πηνίκα δὴ οὖν ἀνακεκομίσθαι φασὶν εἰς κυριότητα τὸν Υἱόν, πρὸ τῆς εἰς τοῦτο μεταδρομῆς, τῆς εἰς κυριότητα τιμῆς τε καὶ δόξης τητώμενον ἔτι; Τουτὶ γὰρ ἀνάγκη καὶ οὐχ ἑκόντας ἡμᾶς εἰπεῖν. Β. Τί γὰρ εἰ φαῖεν ὅτι καὶ πρὸ τῆς ἐνανθρωπήσεως; Α. Ἐροῦσι μὲν οἶδ᾽ ὅτι καὶ πέρα τοῦ πρέποντος ἰόντες εὐκόλως· ἀλλ᾽ ὅ γε τῆς ἀληθείας αὐτοῖς ἀντιτάξεται λόγος. Γενομένῳ γὰρ ἐν σαρκὶ καὶ ἐν ἡμῖν σκηνώσαντι συμβῆναί φαμεν τὸ εἰσποίητον κράτος, εἰληφέναι τε δοκεῖν βασιλείαν καὶ κυριότητα. Κύριον γὰρ καὶ Χριστὸν πεποιῆσθαί φησι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ θεσπέσιος μαθητὴς οὐκ ἀδιακρίτως τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, ἀλλ᾽ Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὅτι δὲ πρὸ τῆς πρὸς σάρκα συνδρομῆς καὶ τῆς καθ᾽ ἕνωσιν συναφείας Κύριος ἦν ὁ Υἱὸς ἀνιδρωτὶ καταθρήσομεν, ἐκεῖνο τοῖς ἄλλοις προσενθυμούμενοι. Β. Τὸ τί δὴ φής; Α. Οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγεται; Β. Οὕτω φημί. Α.

Εἶναι δὴ οὖν ἀνάγκη νοεῖν πρὸ τῆς πρὸς σάρκα συνδρομῆς οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ἀλλ᾽ ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἰδίοις ὑψώμασιν, οἷς ἐπείπερ ἐμφιλοχωρεῖν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν οὐ λίαν ἐδόκει, κεχρημάτικε δοῦλος, ἵν᾽ ὥσπερ αὐτὸς ἐν τοῖς παρὰ φύσιν ἐθελοντὴς δι᾽ ἡμᾶς, οὕτως καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ φύσιν πρόθυμοι δι᾽ αὐτόν· καθίκετο γὰρ εἰς κένωσιν, οὐχὶ τῇ κενώσει διδοὺς τὸ χρῆναι νικᾶν τὴν ἔμφυτόν τε αὐτοῦ καὶ ἀπαραποίητον δόξαν, ἀλλ᾽ ἵνα τὸ ἐν ὑφέσει καὶ κάτω, τουτέστιν ἡμεῖς, ἀναθρῴσκειν ὑψοῦ δι᾽ αὐτὸν ἰσχύσωμεν. Οὐ γάρτοι τὸ χεῖρον ἐκβιάσεταί ποτε τὸ ὑπερτεροῦν, ἕψεται δὲ μᾶλλον τῷ νικῶντι καὶ προὔχοντι τὸ ἀσυγκρίτως ἡττώμενον. Ἀμαθὲς οὖν λίαν τὸ οἴεσθαι δεῖν αὐτὸν ἐκβεβιάσθαι τοῖς καθ᾽ ἡμᾶς, ὡς σὺν ἡμῖν δι᾽ ἡμᾶς ἀπομεῖναι κάτω· σοφὸν δὲ καὶ ἀληθὲς τὸ διανοεῖσθαι καὶ λέγειν πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἀπόρρητον κάλλος ἀναφοιτῆσαι τὸ ταπεινόν, τῇ ὑπερτάτῃ δόξῃ νικώμενον.

Ὅνπερ γὰρ τρόπον παθεῖν μὲν αὐτῷ συνέβη τὸν κατὰ σάρκα θάνατον διὰ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, ζωὴ δὲ ὢν κατὰ φύσιν, ἀνεκόμισε πρὸς τὸ οἰκεῖον αὐτήν, οὐδὲν εἰς ἰδίαν ὑπομείνας φύσιν, κατασείσας δὲ μᾶλλον τοῦ θανάτου τὸ κράτος, οὕτω φαμὲν ὅτι παθεῖν μὲν αὐτῷ τὴν δουλείαν συμβέβηκεν οἰκονομικῶς. Ἐπειδὴ δὲ κατὰ φύσιν ἐστὶ Θεὸς καὶ Κύριος, παραχωρεῖ τὸ λυποῦν καὶ ταῖς τῆς δόξης ὑπερβολαῖς ἡττώμενον τὸ ἐκ τῆς δουλείας κατηφάνισται δυσκλεές. Οὐκοῦν, εἰ μεμένηκεν ἐν νεκροῖς, κατά γε, φημί, τὴν σάρκα, μένει καὶ ἐν δούλοις. Εἰ δὲ ἀνέθορέ τε καὶ ἀνέβη πρὸς τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ζῇν, οἰκονομικῶς τῷ θανάτῳ τὸ δόξαι νικᾶν ἐπιδούς, ἀνοιχήσεται δηλονότι καὶ πρὸς τὸ ἕτερον, τουτέστι τὸ ἐν κυριότητι φυσικῇ διαφανές, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὸ ἐν καιρῷ δοὺς ἰσχῦσαι βραχύ, κατά γε τῆς δουλείας τὸν τρόπον.

Ταύτῃτοι καὶ ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὡς Υἱὸς Πατρὶ καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ καὶ Πατρός· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ὃ γὰρ ἂν ὑποστορέσει ἐν ἑαυτῇ κατευνάζουσα πρὸς τὸ εὐπειθὲς ἡ θεία τε καὶ ἀπόρρητος φύσις, τουτὶ δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποφέρεται ποσίν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπείτοι γέγονε σὰρξ διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύοντος, ἀλλ᾽ ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω καὶ ὑπερτάτης φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτόν, καὶ μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος κατακυριεύσει τῶν ὅλων οὐ δίχα Πατρός. Ὃ γὰρ ἂν δρῷτο παρὰ Πατρός, τοῦτο δὴ πάντως ἐστὶν ἐνέργημα τοῦ Υἱοῦ· καὶ ὅπερ ἂν λέγοιτο διαπεραίνεσθαι δι᾽ Υἱοῦ, τοῦτο δὴ πάντως ἐστὶ κατόρθωμα τοῦ Πατρός. Πάντα γὰρ δι᾽ ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρός, ἔχοντος δὲ δι᾽ Υἱοῦ καὶ σὺν αὐτῷ ἐν Πνεύματι τὴν ἐφ᾽ ὅτῳ οὖν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. Β. Ἀστειότατα ἔφης· φρενοῖς γὰρ ἡμᾶς, ὀρθὴν καὶ ἀμώμητον διαστείχων ὁδόν· ἥσαις δ᾽ ἂν οὐ μεῖον ἢ πάλαι, καθιστὰς εἰς τὸ ἐμφανέστερον τὴν κυριότητα τοῦ Υἱοῦ. Α.

Οὐκοῦν εἴ τις ἕλοιτο φιλοπευστεῖν, προσίοι τε λέγων· Φράσον ἡμῖν, ὦ τᾶν, ὅ τι ποτὲ εἶναι φῂς τὴν κυριότητα τοῦ Πατρός· ὅ τι ἂν ἀπεφήνω; Β. Ἔφην ἂν ὅτι τὸ κατάρχειν τῶν ὅλων, τὸ δοξάζεσθαι παρὰ πάντων, τὸ εἶναι τὰ πάντα αὐτοῦ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Α. Ἐν δέ γε τοῖς οὕτω σεπτοῖς καὶ περιφανέσιν οὐκ εἶναί φασιν ἐκπρεπῆ τὸν Υἱόν; Β. Εἶναι μὲν ἐροῦσιν, οἶμαί που, πλὴν ἐφέντος ἔχειν αὐτῷ τοῦ Πατρός. Α. Εἶτα πῶς οὐ ψευδομυθία τοῦτό γε καὶ ῥαψῴδημα κενόν, τοῦ Θεοῦ καὶ Πατρὸς διαρρήδην ἀνακεκραγότος· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω;» Οὐδὲ γὰρ ἂν ἠφίει τῶν ὄντων τισὶ καὶ παρ᾽ αὐτὸν ἑτέροις, κατά γε, φημί, τὴν οὐσιώδη διαφοράν, τοῖς τῆς ἀληθοῦς θεότητος ὑψώμασιν ἐναβρύνεσθαι. Ποῦ γὰρ ἔτι τὸ ἀνεστηκὸς αὐτῆς, εἰ φύσεως γενητῆς εἰς τοῦτο προήκοι μέτρον ὡς μηδὲν ἐπέκεινα λοιπὸν εὐκλείας ἐᾶν; Ἦ οὐκ ἀναγκαῖον παντὶ τῷ πεποιημένῳ καὶ παρηγμένῳ πρὸς γένεσιν ἀστιβῆ καὶ ἀνέμβατα νοῆσαι παντελῶς τὰ ἰδικῶς τοῦ Θεοῦ· Β. Ἀναγκαῖον. Α. Εἶτα πῶς ἐν τοῖς τοῦ Πατρὸς διαπρέποι ἂν ὁ Υἱός, καὶ οὐ καθ᾽ ἕτερον, οἶμαι, τρόπον ἢ καθ᾽ ὃν αὐτός; Ὁ μὲν γὰρ μακάριος Δανιήλ, θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προφητικάς, καθίζει μὲν ἐπὶ θρόνου τὸν Παλαιὸν τῶν ἡμερῶν, περιίστησι δὲ χιλίας μὲν αὐτῷ χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν.

Ἡσαΐας γε μὴν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν. «Εἶδον γάρ, ἔφη, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.

Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον,» τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἆρά σοι δοκεῖ τὸ ἰσοπαλὲς ἐν δόξῃ διακεκτῆσθαι λοιπὸν ὁ Υἱός; Ὅπου γὰρ θρόνος ὁ ἀνωτάτω καὶ ἰσόδρομος ἡ ὑπεροχὴ καὶ τῶν ἐν οὐρανῷ δυνάμεων ἡ ὡς ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν ἐμφανίζουσα μέτρον καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρτυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, ἢ πῶς ἀμφίλογον ὡς εἰς αὐτόν τις τῆς ἀμαθίας πυθμένα τὸν κατωτάτω διελήλακεν ἤδη πως, εἴπερ οὖν οἴοιτο μὴ τῇ τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; Β. Ἄραρε, καὶ ἔστι λοιπὸν ἀληθὴς ὁ λόγος. Α. Δοίης δ᾽ ἄν, ὦ ἑταῖρε, μὴ διεψεῦσθαι λέγοντας, ἐμέ τε καὶ σὲ καὶ μὴν εἴπερ τῳ καὶ ἑτέρῳ δοκεῖ, ὡς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ κατὰ παντὸς τοῦ γεγονότος ἀνῆπται κράτος, καὶ ἔστι πάντα Θεοῦ, συλλήβδην εἰπεῖν οὐρανός τε καὶ γῆ καὶ τὰ ἐν ἀμφοῖν. Β. Ἔγωγε. Α. Οὐκοῦν ἐν ἴσῳ μὲν τρόπῳ τοῦ Θεοῦ καὶ Πατρὸς εἶεν ἂν οἱ τὴν μακαρίαν ἄνω τρίβοντες ζωήν, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ εἴ τι τούτων ἐπέκεινα· εἶεν δ᾽ ἂν καὶ αὐτοῦ τοῦ Υἱοῦ.

Τουτὶ δὲ αὐτὸ καὶ περὶ τῶν ἐπὶ γῆς ὡς εὖ ἴσθι τοι φρονοῦντά με. Β. Ἔφης μὲν ὀρθῶς. Πλὴν εἰ ἕποιτο τοῖς λόγοις ἡμῖν ἡ ἐφ᾽ ἑκάστῳ πίστις δρῴης ἂν ὡς ἄριστά γε. Α. Οὐκοῦν ὁ μὲν θεσπέσιος Μελῳδὸς «Εὐλογεῖτε, φησί, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» τῇ τοῦ Πατρὸς ἐξουσίᾳ προσνέμων τὴν ἁγίαν τῶν ἄνω πληθύν. Ὅτι δὲ ἥξει κριτὴς κατὰ καιροὺς ὁ Υἱὸς προκαταμηνύων φησὶν αὐτός· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ.» Ἥξει γάρ, ἥξει κατὰ καιρούς, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· πλὴν οὐκ ὀθνείοις αὐτὸν λειτουργοῖς ἐπικομπάσειν τε καὶ ἐναβρυνεῖσθαί φαμεν, ἀλλὰ ταῖς ἐξ ἀγγέλων δορυφορίαις ὡς ἰδίαις ὄντως ὑπηρετούμενον. Β. Σύμφημι. Α. Ἀναμέλποντος δὲ αὖ τοῦ θεσπεσίου Δαβίδ, λέγοντός τε περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ,» τὰς ἐν τῷδε τῷ κόσμῳ λογικὰς ἀγέλας ἰδίας εἶναί φησιν ὁ Υἱός, ὁτὲ μὲν λέγων περὶ τῶν ἐξ Ἰσραὴλ πεπιστευκότων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει,» ὁτὲ δὲ αὖ καὶ περὶ τῶν οὔπω πεπιστευκότων· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης.»

Οὐκοῦν ἐκ μυρίων ὅσων ἡμῖν ἀποδεῖξαι ῥᾷον ὡς δεδοξάσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον ὁ Υἱός, καίτοι τῆς δόξης Κύριος ὤν, σύνεδρός τε ἀεὶ καὶ ὁμόθρονος τῷ Πατρί. Εἴη δ᾽ ἂν καὶ μάλα εἰκότως δυσδιάφυκτος ἡ γραφὴ καὶ δυσαπόνιπτον αἶσχος, τοῖς ἐπακτὸν αὐτῷ περιτιθεῖσι τὴν δόξαν καὶ εἰσκεκρίσθαι λέγουσι τὸ κατὰ πάντων κράτος. Β. Οὐκοῦν, εἰ μὴ θύραθεν, μήτε μὴν εἰσδεδεγμένον αὐτῷ τὸ κατὰ πάντων κράτος, ἀλλ᾽ ἐμπέφυκεν οὐσιωδῶς, οὐκ ἂν ἔχοιμι φράσαι τί δὴ ἄρα καὶ μαθὼν ὁ θεσπέσιος Παῦλος καταλήξειν ποτὲ τὰ τῆς βασιλείας αὐτῷ διισχυρίσατο λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.

Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Ἰδοὺ γάρ, ἰδού, φαῖεν ἄν, μεθόριον ὥσπερ τι τὸ πρὸς κατάληξιν τῆς βασιλείας αὐτοῦ, τὸ ἀπρακτῆσαι μὲν ἀρχάς, καταργηθῆναι δὲ θάνατον· παραδώσει γὰρ τότε τὸ χρῆναι κατάρχειν μόνῳ τῷ Θεῷ καὶ Πατρί. Α. Ἄπαγε τῆς οὕτω γραοπρεποῦς καὶ γελοιοτάτης ἐννοίας! Ὁ γάρ τοι ταυτὶ πεφρονηκώς τε καὶ λέγων «ἀπέλιπε μὲν ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται, διαπορεύεται δὲ δι᾽ ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν,» κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ὅτι τῶν τῆς βασιλείας καταστεμμάτων καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπόπεμπτος ἔσται κατὰ καιροὺς ὁ Υἱὸς ὁ θεῖος ἡμῖν ἔφη μυσταγωγός· ᾔδει γάρ, οἶμαί που, λύραν μὲν ἀνακρούοντα τὴν πνευματικὴν τὸν θεσπέσιον Δαβίδ, ἀναμελῳδοῦντα δὲ πρὸς τὸν Υἱὸν ἐν Πνεύματι· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.»

Τί δὲ δὴ καὶ δρῷεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων ἀθυροστομοῦντες εὐκόλως καὶ τὴν ἀγροῖκον οὕτω νοσοῦντες φρένα, προκατασημαίνοντος τῇ ἁγίᾳ Παρθένῳ τὰ ἐπὶ Χριστῷ τοῦ μακαρίου Γαβριήλ; «Μὴ γὰρ δή, φησί, καταδείσῃς τὴν οἰκονομίαν, ὦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀνδρὸς τοιγαροῦν ἁγίου τὴν εἰς ἀπεράντους αἰῶνας ἄσχετον ἐπιδρομὴν τῆς τοῦ Υἱοῦ βασιλείας κεχρησμῳδηκότος, καὶ μὴν καὶ ἀγγέλου φωνῆς συνηχούσης τὸ ἀληθές, συναινέσειν οἶμαί που τόν τε ἀγαθὸν καὶ σώφρονα καταψηφιεῖσθαι δὲ τὸ ληρεῖν καὶ ἐκκεκροῦσθαι φρενῶν εἰπεῖν τοὺς οἴεσθαι δεῖν ἑλομένους ἕτερα ἄττα φρονεῖν, καίτοι τοῦ νόμου σαφῶς ἀνακεκραγότος· «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Ἦ οὐ πλείστης ὅσης θεομισοῦς ἀσεβείας ἀνάπλεως ἡ ἀντίστασις; Β. Φαίην ἂν ἔγωγε, πλὴν ἴσθι τοι διακειμένους οὐ καθ᾽ ἡμᾶς τοὺς δι᾽ ἐναντίας. Α.

Ἀλλὰ τό γε ὡς ἄριστα φρονεῖν ἑλέσθαι καὶ μαθεῖν κείσεταί που πάντως ἐφ᾽ ἡμῖν αὐτοῖς, καὶ οὐ ταῖς ἐκείνων νωθείαις ἐφέντες ἁπλῶς ἐρεύγεσθαι τὸ δοκοῦν, ἡσυχῆ καθεδούμεθα· παρακρουόμενοι δὲ πανταχῇ, κατά γε τὸ ἐφικτόν, τὰ ἐξ ἀλλοκότου φρενὸς εὑρήματα καὶ νεανικῶς ὑπερθέοντες τὸ ἁλῶναι βρόχοις τῆς βωμολόχου ψευδομυθίας, ἐφ᾽ ἑαυτοῖς ἀναμέλψομεν· «Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Ἐπειδὴ δέ, ὡς γοῦν ὁ σοφὸς καὶ παροιμιώδης ἡμῖν ἐπεφώνησε λόγος, «κυβερνῶσι δὲ ἀσεβεῖς δόλους,» φέρε λέγωμεν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις καὶ τὰ δι᾽ ὧν ἂν δύναιντο παρακρούεσθαι γεννικῶς τῆς ἀπάτης τὴν ἔφοδον.

Οὐκοῦν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ λαμπρὰν ἐλπίδα τὴν ἐπὶ τῷδε πεπλουτηκόσιν ὁ θεσπέσιος γράφει Παῦλος· «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ.» Βασιλείας οὖν ἄρα τῆς τίνος αὐτὸν διαμεμνῆσθαι φήσομεν ἔν γε τουτοισί, φράσαις ἄν, ὦ ἑταῖρε; Ἄθρει δὲ ὅπως αὐτὴν ἐρηρεισμένην ἔσεσθαι λέγει καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον· δηλοῖ γάρ, οἶμαί που, τουτὶ τὸ ἀσάλευτον. Β. Οὐ σφόδρα ἂν ἔχοιμι σαφῶς εἰπεῖν, βουλοίμην δ᾽ ἂν ἔγωγε διαπυθέσθαι σου. Α. Ἐκβασανιστέον δὴ οὖν, ἐπεί τοι δοκεῖ, πότερα τὴν Υἱοῦ βασιλείαν ἤγουν τὴν καὶ αὐτοῖς τοῖς ἁγίοις δοθησομένην φησίν. Εἰ μὲν οὖν ἀμείνω τοῦ μεταπίπτειν δύνασθαι καὶ ἀπαρακόμιστον εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῇ κατερυθριάσειν οἶμαί που τοὺς δι᾽ ἐναντίας. Εἰ δὲ δὴ μεθέντες καὶ διωσάμενοι τὸν Υἱόν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ, εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχήν, οἱ δὲ ἀμήρυτον καὶ διηνεκῆ λαχόντες τὴν εὐθυμίαν, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται. Β. Ἄριστα ἔφης. Α. Τὸ δὲ δὴ καὶ ἀγροῖκον οὕτω ποιεῖσθαι τὴν συκοφαντίαν πῶς οὐκ ἀπόπληκτον κομιδῇ;

Τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ, οὐκ ἐπίκτητον ἢ δοτὸν πλουτοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις. «Οἱ δέ γε συμπάσχοντες, καὶ συμβασιλεύσομεν αὐτῷ,» καθὰ γέγραπται. Οὐκοῦν, ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι. Συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. Εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν εἰ κατασεισθήσεται καὶ καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, οὗ καὶ μετόχους αὐτοὺς εἶναί φαμεν; Καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται, ποῖον ἔχοντα βάθρον; Ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ;

Ἦ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον καὶ τοῖς κατωτάτω βάθροις συνιζῆσαι τὰ ἐπερηρεισμένα;

Ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται, κατ᾽ αὐτούς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἁγίων ἐλπίς. Β. Συνοιχήσεται γὰρ οὖν· ὡς ἔστι σαφής τε καὶ ἀληθὴς ὁ λόγος. Α. Τί δὲ δὴ καὶ μαθὼν ὁ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Θεοῦ βασιλείαν ὠνόμαζε τὴν Χριστοῦ; Γράφει γὰρ ὧδε· «Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ἐνδοιάσαιμι γὰρ ἂν οὐδαμῶς ὡς ὅτῳπερ ἂν ἐνυπάρχοι φυσικὸν ἀξίωμα τὸ χρῆναι κρατεῖν, ἕψεταί που πάντως αὐτῷ καὶ τὸ δεῖν εἶναι Θεόν. Ἦ οὐχ ὧδε ταῦτ᾽ ἔχειν οἰησόμεθα ἄν, ὦ Ἑρμεία; Β. Πάνυ μὲν οὖν. Εἴη γὰρ ἄν, εἴπερ ὅλως Θεός, πάντως που καὶ βασιλεύς. Α. Εἴπερ οὖν ἄρα καταλήξει ποτὲ τῆς τοῦ βασιλεύειν εὐκλείας, ἀπολισθήσειεν ἂν καὶ τοῦ εἶναι Θεός· καὶ ζωὴ μὲν ἢ φῶς οὐκ ἔτι, σιωπῶ δὲ τὸ ἄτοπον. Τίς οὖν ἂν εἴη λοιπὸν ἡ τοῦ Υἱοῦ φύσις, θεότητός τε καὶ βασιλείας καὶ τοῦ εἶναι φῶς ἀπημφιεσμένη, καὶ ζωοποιεῖν οὐκ ἔχουσα τὸ ζωῆς τητώμενον, ἔχοις ἂν ἄρα εἰπεῖν, ὦ φιλότης; Β. Οὐκ ἐννοῶ. Α. Τὸ δὲ δὴ μάλιστα κατορρωδεῖν ἀναπεῖθον τὴν οὕτως αἰσχρὰν καὶ ἀπόπεμπτον δόξαν τῶν δι᾽ ἐναντίας ἐκεῖνό ἐστιν. Β. Τὸ ποῖον; Α.

Τίνα δὴ ἄρα φασὶν ἀναφανεῖσθαι καιρὸν καθ᾽ ὅν, ὡς οἴονται, παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός; Β. Φαῖεν ἂν ὅτι θεσμοθετήσομεν οὐδαμῶς μὲν ἡμεῖς τό γε ἧκον εἰς τοῦτο· αὐτὸς δὲ ὁ Παῦλος διορίζεται λέγων· «Ἀπαρχὴ γάρ, φησί, Χριστός. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Α. Καταγηράσκοντος οὖν οἱονεὶ τοῦ παρόντος αἰῶνος καὶ εἰς λῆξιν ἤδη καταίροντος τοῦ καιροῦ, παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, κατ᾽ αὐτούς, ὁ Υἱός. Ἔχεται δὲ νυνὶ τῆς κατὰ πάντων ἀρχῆς, καὶ ἔστιν ἐν δόξῃ τῇ θεοπρεπεῖ· «Κάθου ἐκ δεξιῶν μου,» λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Β. Ἀληθές. Α. Ἔστι τοίνυν ὁμόθρονος μὲν καὶ ἰσοκλεὴς τῷ Πατρί, καθυφέντων οὔπω τῶν ἀνθεστηκότων, καὶ τὸν τῆς ὑποταγῆς ἀποσειομένων τρόπον. Ἐξωσθήσεται δὲ τῶν τῆς θεότητος θρόνων ἡνίκα ἂν ὑποθεῖεν αὐτῷ τὸν αὐχένα καὶ ὑποστορέσειαν ἤδη πως τὸν ἀπειθῆ μὲν πάλαι καὶ ἀτεράμονα νοῦν, κατατετηγμένον δὲ ὥσπερ καὶ μετερρυηκότα πρὸς ἁπαλὴν καὶ εὐαφεστέραν ἕξιν τε καὶ θέλησιν; Εἶτα τί τὸ χρῆμα τὸν Υἱὸν ὀνήσειεν ἄν; Τίνι γὰρ ὑποτετάχθαι φαμὲν τοὺς ἐν χρόνῳ μακρῷ πρὸς τοῦτο ὑπενεχθέντας μόλις; Εἰ γὰρ οἱ μὲν εἰσκομίζονται δι᾽ ὑποταγῆς, ὁ δὲ τῶν θώκων ἀποφοιτᾷ, τί τὸ τῆς οἰκονομίας ἔσται τέλος, ἐννοεῖν οὐχ οἷός τε μὲν ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ ἑταῖρε; Β. Οὐδ᾽ ἂν αὐτὸς ἔχοιμι κατιδεῖν. Α. Ἀλλὰ φέρε δὴ κἀκεῖνο κατασκεπτώμεθα. Β. Τὸ τί δή; Α.

Ἦ οὐκ ἀμείνων ὁ χρόνος τῷ Μονογενεῖ καθ᾽ ὃν ἀντεφέροντό τινες τὸ δεῖν ὑποτάττεσθαι παρωθούμενοι, ἢ καθ᾽ ὃν ἀνάγκη τῆς βασιλείας ἀπολισθεῖν, ὑποπεπτωκότων αὐτῷ τῶν ἐχθρῶν καὶ ὑπεζευγμένων ἤδη τῶν πολεμεῖν ἐγνωκότων; Β. Ἔοικεν. Α. Προσθείην δ᾽ ἂν ἔγωγε, καταδείσας οὐδέν, τοῖς εἰρημένοις καὶ τόδε· Ἀνατροπήν, ὡς ἔοικε, τῆς τοῦ Υἱοῦ βασιλείας ὁ Πατὴρ εἰργάζετο, τοὺς ἐχθροὺς ὑποτιθεὶς αὐτῷ καὶ τοὺς μισοῦντας αὐτὸν τροπούμενος. Ἔφη γὰρ οὕτω διὰ φωνῆς τοῦ Δαβίδ. Ἁλοίη δ᾽ ἂν καὶ αὐτὸς ὁ Υἱὸς ἠγνοηκώς που τάχα τὰ δι᾽ ὧν ἦν δύνασθαι μακράν τε καὶ ἀκατάσειστον διακεκτῆσθαι δόξαν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἀποφοιτῶσιν ἔτι πρὸς τὸ ἐξήνιον καὶ τὴν ἐν πίστει νοουμένην ὑποταγὴν οὐ προσιεμένοις διὰ τὸ δυσάγωγον τοῦ τρόπου φιλανθρώπως ἐπιφωνεῖν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Ἦ οὐχὶ δὴ τὸ φάναι ταυτὶ κατασοβοῦντος εἰς λῆξιν εἴη ἄν, ὦ ᾽γαθέ, τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν, εἴπερ ἔμελλεν ὑποτεταγμένων οὐ κατάρξειν ἔτι; Β. Ὧδε ἔχει. Α. Φαίην δ᾽ ἂν ὅτι ψευδομυθήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὡς ἐνανθρωπήσαντι λέγων τῷ Υἱῷ· «Αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ποῦ γὰρ ἔτι τοῦ Υἱοῦ νοοῖτ᾽ ἂν ὁ κλῆρος, εἰ παραδίδοται τῷ Πατρί;

Ποῦ δὲ τὸ τῆς κατασχέσεως χρῆμα τὸν αὐτῇ πρέποντα διασώσει λόγον, εἰ ἐξίσταται τὸ δοθὲν καὶ ἡνίκα δὴ χρῆν ἐρηρεῖσθαι καλῶς, ἀδόκητον ὥσπερ ὑπομένει τὸν κλόνον; Β. Ἀποχρῶσαν μὲν ἤδη γενέσθαι φημὶ καὶ οὐκ ἀγεννῆ τὴν ἀντίστασιν. Ἴοις δ᾽ ἂν ὡς ἥδιστά γε καὶ ἐπ᾽ ἐκεῖνο λοιπόν, ὃ καὶ οἶμαί που τοῖς εἰρημένοις ἐνδεῖν. Μαθεῖν γὰρ οὐκ ἔχω κατὰ τὸ ἀληθὲς ὅ τι ποτέ ἐστι τὸ παραδίδοσθαι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ. Α. Οὐ γάρ, ὦ γενναῖε, καὶ αὐτὸς ἐρεῖς ὅτι βεβασίλευκε μὲν ἡ δυσκαταγώνιστος ἁμαρτία, τετυράννηκε δὲ καθ᾽ ἡμῶν καὶ φθορὰ καὶ θάνατος, καὶ «ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν,» κατὰ τὸ γεγραμμένον; Β. Ναί· σαφὲς γὰρ λίαν τό γε καὶ οὕτως ἔχον ἔτι. Α. Τί δέ; οὐχὶ καὶ τὰ ἐγκόσμια ταυτὶ τῆς πονηρίας πνεύματα καὶ ὁ τῆς ἐκείνων πληθύος προεστηκὼς ὅλην ὥσπερ τοῖς ἰδίοις ποσὶν ὑποστορέσας τὴν οἰκουμένην, θεὸς μὲν αὐτὸς κατωνόμασται τοῦ αἰῶνος τούτου, τὰ δὲ αὖ δυνάμεις τε καὶ ἀρχαὶ καὶ κυριότητες, καὶ προσέτι τούτοις κοσμοκράτορες; Β. Ἀληθές. Α.

Ἀλλὰ τουτὶ δὴ πάντα κατοίσων εἰς τὸ μηδὲν καὶ ἀφανίσων εἰσάπαν ἐπιδεδήμηκεν ὁ Υἱός, ἵνα τῶν πάλαι κεκρατηκότων, τῆς καθ᾽ ἡμῶν τυραννίδος ἐκσεσοβημένων, τὸ τοῦ Θεοῦ καθαρῶς ἐπιλάμψῃ κράτος καὶ ἀνὰ πᾶσαν ἴῃ τὴν γῆν, ἀναβοθρευθείσης μὲν τῆς ἁμαρτίας διὰ τῆς πίστεως, τεθριαμβευμένων δὲ τῶν ἀρχῶν καὶ τῶν σὺν αὐταῖς ἐξουσιῶν διὰ τοῦ τιμίου σταυροῦ, κατασεισθέντος δὲ καὶ θανάτου διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ.

Δυνάμει τοιγαροῦν τῇ ἰδίᾳ, τουτέστι τῷ Υἱῷ, ταυτὶ δὴ σύμπαντα κατορθοῦν ἐφιεὶς ὁ Πατήρ, ἀνεκεφαλαιοῦτο τὴν οἰκουμένην καὶ ἀνεκόμιζεν εἰς τὸ ἐν ἀρχῇ δραπέτην ὄντα τὸν ἄνθρωπον. Τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν ὁ Υἱός· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω.» Β. Ἄριστα ἔφης. Α. Ἄθρει δὴ οὖν, ὡς ἔν γε τῷ παρόντι καιρῷ τυραννούσης μὲν ἔτι τῆς φθορᾶς, οὔπω δὲ εἰσάπαν τῆς ἁμαρτίας ἐξῃρημένης, βασιλεύοντος δὲ τῶν ἀπίστων ἔτι τοῦ πονηροῦ καὶ ἀπατεῶνος δράκοντος, διανενέμηταί πως τὸ τοῦ Θεοῦ κράτος, ἐπαμφοτερίζει δὲ ὥσπερ, ἀποσειομένων ἔτι τὸν ζυγὸν τῶν οὔπω κατεγνωκότων τῆς τῶν δαιμονίων ἀπάτης καὶ τῆς ἀνοσίου ταυτησὶ καὶ γεωδεστέρας ζωῆς· ἀναδεικνυμένου δὲ τοῦ καιροῦ καθ᾽ ὃν ἀτονήσει θάνατος καὶ τὸ τῆς ἁμαρτίας διαπεσεῖται κράτος, καταφθαρήσεται δὲ εἰσάπαν καὶ ἡ τοῦ διαβόλου πλεονεξία, παρίστησιν ὥσπερ εἰλικρινῆ τὴν ἀρχὴν καὶ τοῦ χείρονος ἀμιγῆ παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός. Μόνος γὰρ ἡμῶν κατάρξει δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ. Τὴν τοίνυν ἐκπλήρωσιν τῆς οἰκονομίας καὶ τὴν τοῦ παντὸς μυστηρίου κατόρθωσιν τῷ τῆς παραδόσεως ὀνόματι κατεσήμηνεν ὁ πνευματοφόρος.

Οἱονεὶ γάρ πως ὑφ᾽ ἑτέρων ἐχομένην τὴν τοῦ Θεοῦ βασιλείαν καὶ τῶν μεταξὺ παρεισδεδυκότων ἐκσπάσας, προσαγήοχέ τε καὶ παρέδωκεν ὁ Υἱὸς τῷ Πατρί, οὐκ ἔξω τοῦ βασιλεύειν ὑπάρχων αὐτός· συγκατάρξει γὰρ πάντως τῷ ἰδίῳ Γεννήτορι, οὗ καὶ δύναμις ὢν ζῶσά τε καὶ ἐνυπόστατος, ταυτὶ δὴ πάντα ἐνηργηκὼς νοοῖτ᾽ ἂν εἰκότως. Ὅτι δὲ ἀκατάληκτος ἡ Χριστοῦ βασιλεία, καὶ εἰ λέγοιτο λαβεῖν κατὰ τὸ ἀνθρώπινον, εἰδείη τις ἂν καὶ ἐξ ὧν ὁ θεῖος ἡμῖν γέγραφε Δανιήλ, ἐν ἀνθρωπείᾳ μορφῇ καὶ σχήματι θεωρῶν ἤδη πως τὸν Μονογενῆ. Ἔφη δὲ οὕτως· «Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας.» Καὶ πάλιν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Β. Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημένων ἡ πίστις.

Ἀλλ᾽ ἱδρῶτα μέν, ὦ γενναῖε, τὸν ἐπὶ τῷδε μέθες· εἴη γὰρ ἂν οὐκ ἀσυμφανὲς ὡς ἐν ἀκλονήτῳ διαμονῇ κείσεται, τό γε ἧκον εἰς βασιλείαν τε καὶ δόξαν ἰδίαν, ὁ Μονογενής, ἕξει τε ὡσαύτως ἀεὶ τὴν ἐπὶ θάτερα παρατροπὴν διωθούμενος· πάθοι γὰρ ἂν ἥκιστά γε τὸ πεφυκὸς ἀνιᾶν, τὴν ὑψοῦ τε καὶ ἀνωτάτω καὶ τὴν ἐπέκεινα τοῦ παθεῖν ἀποτεμόμενος φύσιν. Ἐπειδὴ δὲ κατακερτομεῖ τις ἡμᾶς πρὸς οἷς ἔφην ἕτερος τῶν διεστραμμένων, ἀσύνετος μέν, ὡς ἔοικε, πλὴν οὐκ ἄτραχυς λόγος, «ἐπ᾽ αὐτὸν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ,» κατὰ τὴν τοῦ προφήτου φωνήν, «καὶ ἐπ᾽ αὐτῷ περιτιθέσθω ὁ περιτιθέμενος τὴν ῥομφαίαν αὐτοῦ, ὅ ἐστιν ὅπλα αὐτοῦ.» Ὡς εὖ ἴσθι τοι δριμείας ἡμᾶς ἀπαλλάξεις φροντίδος, οἶμον ἰὼν ταυτηνὶ καὶ παρενεγκὼν εἰς τοῦτο τοῦ λόγου τὴν βάσανον. Φασὶ τοίνυν ὅτι Τὸν ὁμόθρονον, καθ᾽ ὑμᾶς, τῷ Πατρὶ καὶ σκῆπτρον ἔχοντα τὸ θεοπρεπές, τί μὴ καὶ ἰδίαν διακεκτῆσθαι δύναμιν αἱ θεόπνευστοι χρησμῳδοῦσι Γραφαί; Ἐνεργούμενον γὰρ αὐτῷ δὴ τουτὶ τὸ δύνασθαι παρὰ τοῦ Πατρὸς κατίδοι τις ἄν, καὶ ἐξ αὐτῶν ἀναμάθοι τῶν τοῦ Σωτῆρος ῥημάτων.

Ἔφη γάρ· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Καὶ πάλιν· «Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Α. Ἰσχύος οὖν ἄρα τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ ἄναλκιν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν ὁ θρασὺς τῶν δι᾽ ἐναντίας καταμαντεύεται λόγος, οἷς ἂν εἰκότως πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς αὐτοῦ λέγοιτο τοῦ Χριστοῦ· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.» Ὥσπερ γάρ ἐστι καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Πατρός, καὶ σοφία καὶ δόξα καὶ ἀπαύγασμα καὶ χαρακτήρ, οὕτως ἂν νοοῖτο καὶ δύναμις, δι᾽ ἧς ἐνεργὸς εἰς πᾶν ὁτιοῦν τῶν πεποιημένων γέγονέ τε καὶ ἔστι καὶ ἔσται. «Πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ὅνπερ γὰρ τρόπον οἱ βαναυσικῆς τινος τέχνης ἐπιστήμονες, χαλκοτύποι τυχόν, ἤγουν ἐπιτήδευμα τὸ λιθουργικὸν οὐκ ἀθαυμάστως ἐξησκημένοι, δρῷεν ἂν οὐχ ἑτέρως τὰ τεχνουργούμενα πλὴν ὅτι διὰ χειρὸς τῆς ἰδίας, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλκῆς τε ὁμοῦ καὶ τῆς εἰς ἔργα σοφίας, κατὰ τὸν αὐτόν, οἶμαι, λόγον ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐφ᾽ οἷς ἂν ἐθελήσειεν ἐνέργειαν δημιουργικὴν ὡς διὰ δυνάμεως ἰδίας ποιήσεται τοῦ Υἱοῦ.

Καὶ γοῦν ὁ θεῖος Δαβίδ, ζῶσάν τε καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς εἰδὼς τὸν Υἱόν, κατηντιβόλει λέγων· «Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κατηρτίσω ἐν ἡμῖν.» Παῦλος δὲ ὁ σοφώτατος Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ἀνεκεκράγει σαφῶς. Β. Οὐδ᾽ ἂν αὐτοὶ φαῖεν ἄναλκιν εἶναι τὸν Υἱόν, ἀλλ᾽ οὐδέ, ἐν ἴσῳ προφήταις καὶ ἀποστόλοις, ἑλεῖν ἐν χρόνῳ τὸ δύνασθαι κατὰ χάριν, λαβεῖν δὲ μᾶλλον αὐτῇ τῇ ὑπάρξει συγκαταβεβλημένον εὐθὺς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν. Α. «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι,» κατὰ τὸ γεγραμμένον.

Ἀγνοεῖν γὰρ ἐοίκασι τὸ ζητούμενον. Πολυπραγμονεῖ δὲ ἡμῖν εἰς τὸ παρὸν ὁ λόγος οὐχὶ πηνίκα καὶ πῶς δέδωκεν ὁ Πατὴρ τὸ δύνασθαι τῷ Υἱῷ, ἀλλ᾽ εἴπερ ὅλως δοτόν, καὶ οὐχὶ μᾶλλον ἐμπεφυκὸς οὐσιωδῶς αὐτῷ τὸ χρῆμά ἐστιν. Ὀνήσει γὰρ ἂν τὸ σύμπαν οὐδέν, εἴς γε τὸ ἀμωμήτως ἔχειν τὸ ὅσον ἐφ᾽ ἑαυτῇ τὴν τοῦ Υἱοῦ φύσιν, τὸ καὶ ἐν ἀρχαῖς δεδόσθαι λέγειν αὐτῇ τὸ δύνασθαι παρὰ τοῦ Πατρός, ἐπείτοι τὸ δυσκλεὲς ἐν τῷ δεδεῆσθαι φαίνεται καὶ ἥκιστα μὲν ἔν γε τῷ μὴ ἐν ἀρχαῖς ἑλεῖν, ἀλλ᾽ ἐν τῷ τι τῶν ὄντων εἰσποίητον ἔχειν. Δεῖ δὲ δὴ πάντως ἰσχύος ἐπιδεᾶ προαναφαντάζεσθαι τοῦ λαβεῖν τὴν τοῦ Υἱοῦ φύσιν καὶ δυνάμεσι μὲν οὐκ ἰδίαις, ὀθνείαις δὲ μᾶλλον εἰς τοῦτο ἠγμένην. Τί δὲ δὴ καὶ φαῖεν ἂν ἐρομένῳ τόδε; Β. Τὸ ποῖον; Α. Τὸ ὑπό του δυναμούμενον, αὐτὸ φαῖεν ἂν εἶναι τὸ δυναμοῦν ἢ παρ᾽ ἐκεῖνο ἕτερον; Β. Ἕτερον, οἶμαί που. Α. Εἴπερ οὖν ἐνήργηκε, κατ᾽ αὐτούς, ἐν Υἱῷ τὴν δύναμιν ὁ Θεὸς καὶ Πατήρ, αὐτὸς τὴν ἰδίαν ἰσχὺν ἁλώσεται δυναμῶν.

Ἆρ᾽ οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; Β. Καὶ μάλα. Α. Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ οἱονεὶ τὴν ἐντριβῆ τοῖς σοφοῖς ἁμαξιτὸν διαστείχοντες, δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγωμεν τὸν Υἱόν, ἀμέσως τε ἅμα καὶ προσεχῶς, δι᾽ οὗ καὶ ἐν ᾧ τὴν ἐπὶ πᾶσιν ἐνέργειαν ἀπόρρητον ἔχει καὶ διεπήξατο μὲν οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς, διιδρύσατο δὲ τὴν γῆν, παρήγαγε δὲ καὶ τὰ ὧν ἐστιν ὄχημα καὶ τροφὸς καὶ «ποιεῖ μὲν ἀγγέλους πνεύματα, τοὺς δὲ λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ κατανεύσαντος τοῦ Πατρὸς καὶ τοῖς ἐν τῷδε τῷ κόσμῳ τὴν σωτηρίαν, κεχρημάτικέ τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ὅς ἐστιν ἰσχὺς καὶ δύναμις τοῦ Πατρός, ἐζωοποίει μὲν τοὺς νεκροὺς καὶ τῶν μνημάτων ἀνίστησι τοὺς ἤδη κατεφθαρμένους καὶ πονηρὰ μὲν τῶν ἀνθρώπων ἀπεσόβει πνεύματα, τοῖς δὲ τῶν ὀμμάτων ἐστερημένοις ἀσύνηθες μέν, γλυκὺ δ᾽ οὖν ὅμως ἐνίει τὸ φῶς, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ἰσοπαλῆ τερατουργήματα κατ᾽ ἐξουσίαν εἰργάζετο τὴν θεοπρεπῆ. Β. Ἀλλ᾽ ἐνεργοῦντος, φησίν, ἐν αὐτῷ τοῦ Πατρός. Α. Καὶ τίς ἂν γένοιτο τῆς τοῦ Πατρὸς ἐνεργείας ὁ τρόπος, οὐκ ἂν ἔχοιεν, οἶμαί που, φιλοπευστοῦσιν εἰπεῖν.

Ἆρ᾽ ὡς δι᾽ ὀργάνου καὶ ὑπουργικὴν εἰσφέροντος χρείαν τοῖς τοῦ τεκόντος θελήμασι τοῦ Υἱοῦ ἤ, ὅπερ ἐστὶν ἄμεινόν τε καὶ ἀληθές, ὡς διὰ δυνάμεως τῆς ἰδίας ἐνήργηκεν ὁ Πατήρ; Εἰ δὲ δὴ παρέντες τὸ ἄμεινον καὶ τὸ ὀρθῶς ἔχειν εἰκότως ὑπειλημμένον ἐξιτηλότατα παραθέοντες, ὀργανικὴν αὐτῷ τὴν ἐνέργειαν περιθεῖεν οἱ τάλανες, ἰστέον ὅτι διοιχήσεται μὲν εἰς τὸ μηδέν, καταρρεῖ δὲ ἤδη πρὸς τὸ ἀκαλλὲς ἡ περὶ αὐτοῦ δόξα καὶ χάρις. Ὅτι γὰρ οὐδὲν παντελῶς, τό γε ἧκον εἰς αὐτήν, ἡ διὰ τῶν ὀργάνων ἐστὶν ὑπουργία, τοῖς δὲ κινεῖν εἰωθόσι καὶ ἐφ᾽ ὅτῳπερ ἂν ἕλοιντο παρατρέπειν αὐτὰ τὰ τῆς εὐκλείας ἀνῆπται μόνοις, σαφὲς ἂν γένοιτο καὶ δι᾽ αὐτῆς ἡμῖν τῆς θείας Γραφῆς. Ἔφη γάρ που Θεός, τὴν ὀργανικὴν ὑπουργίαν ὡς ἀνόνητον διαγελῶν· «Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» Οὐκοῦν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, νοοῖτ᾽ ἂν οὐδέν, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἐνέργειαν μὲν οὐδεμίαν ἔχων φυσικήν, ἀψύχοις δὲ ὥσπερ ὀργάνοις προσεοικὼς καὶ τοῖς τοῦ κινοῦντος θελήμασιν ὑποκείμενος. Φύσεως δὲ οὕτως ἔχων (δοκεῖ γὰρ ὧδε ληρεῖν τοῖς δι᾽ ἐναντίας), λόγοις ἡμᾶς ἀνθότου τοῖς ὑπὲρ ἀξίαν κατακροτεῖ λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.»

Καὶ πρός γε τούτῳ, σαφέστατά τε καὶ ἐναργῶς ταῖς ἰσοστάθμοις τιμαῖς αὐτὸς τὴν ἰδίαν κατεχρύσου φύσιν, ἀναφανδὸν ἀνακεκραγώς· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καίτοι πῶς οὐκ εὐμαθὲς καὶ ψευδοεπείας ἁπάσης ἀπηλλαγμένον τὸ ἰδίαν μὲν ὅλως ἐνέργειαν μηδὲ ἐπὶ γλώττης ἔχειν, ἀπονέμειν δὲ μόνῳ τὴν ἐφ᾽ ἅπασι τοῖς δρωμένοις κατόρθωσιν τῷ Θεῷ καὶ Πατρί, λέγοντα· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται δι᾽ ἐμοῦ τε καὶ ἐν ἐμοί, καὶ μὴν καὶ οὓς θέλει ζωοποιεῖ;

Ἀλλὰ τοῦτο μὲν οὔ φησιν· ἀναμέρος δὲ ὥσπερ ἀνατιθεὶς καὶ ταῖς ἑαυτοῦ δυνάμεσι τὸ δρᾶν ἀκωλύτως ἅπερ ἂν ἕλοιτο κατορθοῦν οὐ μεῖον ἢ ὁ Πατήρ, δέδειχεν ἐναργῶς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφυκὼς καὶ ὑπάρχων ἰδιοσυστάτως, ἐπάγεται φυσικῶς τὸ κατὰ πᾶν ὁτιοῦν ἰσοσθενὲς καὶ ἰσοστατοῦν εἰς ἐνέργειαν. Οὐ γάρ τοι τοῖς καθ᾽ ἡμᾶς τὰ πολὺ λίαν ἀνεστηκότα καὶ ὑπερκείμενα κανονίζοντες, ἀνύπαρκτον εἶναι δώσομεν, κατά γε τὸν ἴδιον λόγον, τὴν ἐν Θεῷ νοουμένην ἰσχύν, τουτέστι τὸν Υἱόν. Ἔστι γάρ, ἔστι ζῶσά τε καὶ ἐνυπόστατος, ἀνίσχουσα μὲν ἀπορρήτως καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου Πατρός, τοῖς δὲ τῆς θεότητος ἰδιώμασιν οὐκ ἐπακτῶς, οὐσιωδῶς δὲ μᾶλλον ἐκπρεπής. Β. Εὖ λέγεις. Α. Ταύτῃτοι καὶ ὁ θεῖος μὲν ἔφη Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐκ ἔκφυλον δὲ τοῦ Θεοῦ τὴν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ δύναμιν, τουτέστι τὸν Υἱόν, ἐπιστάμενος ὁ μέγας ἔφη Δαβίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ᾽ ὑπόστασιν ἰδικὴν νοοῖτ᾽ ἄν, εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος; Β. Ἕτερός που πάντως. Ὑφέστηκε γὰρ ἰδικῶς, εἰ καὶ ἔστιν ὁμοούσιος. Α.

Παρακομίζοντος οὖν εἰς τὸ εἶναι τὰ πάντα τοῦ Πατρὸς καὶ διαπηγνύντος τοὺς οὐρανούς, πῶς ὁ Λόγος ἐστὶν ὁ τῶνδε δημιουργός; Β. Φράσαις ἂν αὐτὸς γλιχομένῳ μοι μαθεῖν. Α. Καὶ μάλα. Πικρὸς δὲ ὁ λόγος καὶ πολὺ πρὸς ἰσχνότητα κατερρινημένος. Ἡ τῆς μιᾶς θεότητος φύσις ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι γινώσκεται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Καὶ ἔστι μὲν καθ᾽ ὑπόστασιν ἰδικὴν παντέλειος ὁ Πατήρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλ᾽ ἡ ἑνὸς τῶν ὠνομασμένων δημιουργικὴ θέλησις, ἐφ᾽ ὅτῳπερ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ κτίσιν ἐστὶν οὐσίας ἀποτέλεσμα, κοινὸν μὲν ὥσπερ τι, πλὴν καὶ ἰδικῶς ἑκάστῳ προσώπῳ πρέπον, τὸ τοίνυν ἐκ μιᾶς φύσεως ἐνεργούμενον ὡς διὰ τριῶν ὑποστάσεων πρέποι ἂν καὶ ἰδικῶς ἑκάστῃ, παντελείως ἐχούσῃ καθ᾽ ἑαυτήν. Ἐνεργεῖ τοιγαροῦν ὁ Πατήρ, ἀλλὰ δι᾽ Υἱοῦ ἐν Πνεύματι· ἐνεργεῖ καὶ ὁ Υἱός, ἀλλ᾽ ὡς δύναμις τοῦ Πατρός, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενος καθ᾽ ὕπαρξιν ἰδικήν. Ἐνεργεῖ καὶ τὸ Πνεῦμα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ παντουργικόν. Β. Ἐφικτὰ μὲν οὐχ ἅπασιν ἅπερ ἔφης· ὑποβάθραν δ᾽ οὖν ὅμως αὐτὴν ἔχει τὴν ἀλήθειαν. Α. Βραχὺ τοιγαροῦν τῶν οὕτως ἰσχνῶν ἐννοιῶν τὸν λόγον ὑποβιβάζοντες, διαστείχωμεν ἑτέραν, εἰ δοκεῖ, τὰς ἐκ λογισμῶν ἑτέρων πληροφορίας συλλέγοντες. Β.

Ἴωμεν· ἕψομαι γὰρ ἀσμένως. Α. Οὐκοῦν, εἰ μὴ ἔστιν ὁ Υἱὸς ἰσχὺς τοῦ Πατρός, εἰσποιητὴν δὲ καὶ αὐτὸς τὴν δύναμιν ἔχων ὁμοῦ τοῖς πεποιημένοις ἐνήργηκεν ἐπὶ γῆς τὰ παράδοξα, φράσειας ἂν ὅπως οὐκ ἂν αὐτῷ τις διαμωμήσαιτο, καὶ λίαν εἰκότως;

Οὐ γὰρ ἤθελεν ἐπιτιμᾶν καίτοι λέγοντι τῷ λεπρῷ· «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·» ἀνεσόβει δὲ ὥσπερ αὐτῷ τὰ τῆς ἀμαθίας ἐπὶ τὸ χειρόνως ἔχον, προαλῶς ὑπισχνούμενος, μᾶλλον δὲ ἤδη καὶ προστεταχὼς ὑπάρξαι τὴν αἴτησιν. «Θέλω γάρ, ἔφασκε, καθαρίσθητι.» Ὀφθαλμῶν δέ τισιν ἐξερρυηκότων, ἐπειδὴ προσθέοντες ἔφασκον, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὲ Δαβίδ,» ἤρετο δὴ πάλιν· «Τί θέλετε ἵνα ποιήσω ὑμῖν;» Τῶν δὲ τὸ τριπόθητον ἐκλιπαρούντων σφίσιν ἐνίεσθαι φῶς ἐνετίθει πάλιν, μελλήσας οὐδέν. Καίτοι τί μὴ μᾶλλον ἔδει τῷ μὲν λεπρῷ λέγειν· Θέλει ὁ Πατήρ, καθαρίσθητι· τοῖς δὲ τοῦ βλέπειν ἐστερημένοις· Τί βούλεσθε, ἵνα ποιήσῃ ὑμῖν ὁ Πατήρ; Ἦ οὐκ ἄμεινον ἐροῦμεν βεβουλεῦσθαί τε ὁμοῦ καὶ δρᾶσαι τοὺς ἁγίους ἀποστόλους, ἀποσειομένους εὖ μάλα τὸ δοκεῖν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ κατορθοῦν δύνασθαι τὰς θεοσημίας; Ἔφασκον γὰρ τῷ μὲν τῇ ὡραίᾳ πύλῃ προσεδρεύοντι· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει·» ἑτέρῳ δὲ αὖ· «Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός.» Οὐκ ἀθαύμαστον δὲ διὰ τοῦτό τισι πεποιημένοις τὴν ἐνέργειαν διαρρήδην ἔφασκον· «Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;»

ᾬοντο γὰρ δεῖν Χριστῷ τὴν δόξαν ἀνάπτειν καὶ οὐχὶ σφίσιν αὐτοῖς, ἐπεί τοι κατά γε τὸ ἀληθὲς τῆς ἐν αὐτοῖς χάριτός τε καὶ ἐνεργείας πηγή τις ὥσπερ ἡ ἀνωτάτω καὶ ῥίζα Χριστός. Ἐπειδὴ γὰρ προετίθει τῶν ἄλλων καὶ προεχειρίζετο πρὸς ἀποστολὴν αὐτούς, ταῖς θείαις εὐθὺς κατακαλλύνων δωρεαῖς καὶ ἀμογητὶ δύνασθαι κατορθοῦν τὰς τερατουργίας ὡς Θεὸς ἐπιδιδούς, «Ἀσθενοῦντας θεραπεύετε, φησί, καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε·» οὐκοῦν, ἄριστά τε καὶ ὡς ἔνι καλῶς ἐννενοηκότες τίς ὁ τῆς ἐνούσης αὐτοῖς ἰσχύος δοτήρ τε καὶ πρύτανις, αὐτῷ τῆς εὐκλείας τὸν στέφανον ἀναπλέκουσιν, ἐπιφωνοῦντες ἀεὶ τοῖς ἠρρωστηκόσιν· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου·» πρὸς ὃν καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἀναμέλπει λέγων ὅτι «Καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Ἦ οὐκ ἀξιεπαινετώτατον εἶναι φῂς τῶν ἁγίων ἀποστόλων τὸ ἐπὶ Χριστῷ φρονεῖν ἑλέσθαι μέγα, αὔχημά τε ποιεῖσθαι φιλεῖν τῆς διὰ σφῶν αὐτῶν ἐνεργείας αὐτόν; Β. Καὶ μάλα. Α.

Τί οὖν ἐπὶ τῷδε φαῖεν ἄν, ὦ Ἑρμεία, διηπορηκόσιν ἡμῖν καὶ ἀνθότου λέγουσι μὴ καὶ αὐτὸς ὁ Υἱὸς τοῦ ἰδίου προσώπου μεθιστὰς εἰσάπαξ τὴν τοῦ δύνασθαι δόξαν, μόνου διαμέμνηται τοῦ Πατρός, ἀλλ᾽ ἰδίοις νεύμασι καταγράφει τὰς θεοσημίας, ζωοποιεῖν μὲν εὐκόλως οὕσπερ ἂν ἕλοιτο διειπών, κατὰ τὸ ἰσομοιροῦν τῷ Πατρὶ καὶ ἐν ἰσοσθενεῖ δυνάμει, θέλησιν δὲ τῷ λεπρῷ πρὸς ἀπόνιψιν τοῦ πάθους ἐπιδιδοὺς καὶ τοῖς τὴν ὄψιν ἐρρυηκόσι τὴν χειρὸς ἁφὴν δωρούμενος; Ἆρ᾽ ἐνδοιαστὸν ἔτι, μᾶλλον δὲ οὐχὶ καὶ ἀναμφιλόγως ἔχον, ὡς αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Θεοῦ καὶ Πατρός, ἀναστοιχειοῖ τὴν κτίσιν εἰς τὸ ἀπ᾽ ἀρχῆς, οὐκ εἰσποίητον, οὐκ εἰσκεκριμένον, πολλοῦ γε καὶ δεῖ, φύσεως δὲ μᾶλλον τῆς ἰδίας ἔχων καρπὸν καὶ ἐνέργημα τὸ δημιουργεῖν, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ; Εἴη δ᾽ ἄν, ὡς γέ μοι φαίνεται, κατόρθωσίς τε καὶ ἀποτέλεσμα τῆς αὐτῆς ἰσχύος καὶ ἐνεργείας τὸ καὶ ἀπ᾽ ἀρχῆς εἰς τὸ εἶναι παρενεγκεῖν ἐξ ἀνυπαρξίας τὰ ἐκτισμένα καὶ κατεφθαρμένα δι᾽ ἁμαρτίαν, κλόνον τε ὑπομεμενηκότα τὸν ἐπὶ τὰ χείρω καὶ αἰσχίονα, μεταπλάττειν δύνασθαι πρὸς τὸ ἀπ᾽ ἀρχῆς. Β.

Πῶς οὖν ἔφασκεν οὐχ ὑπεσταλμένως· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·» καὶ πρός γε δὴ τούτῳ, «Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Ὡς εἴπερ ὀρθῶς ἀναμάθοιμι ταυτί, τὴν χάριν ἂν εἰδείην οὐ μικράν. Α. Ἴθι δὴ οὖν εἰς ἀνάμνησιν ὧν ἐλέγομεν ἀρτίως περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἔφην γὰρ ὅτι τριῶν ὑποστάσεων ὑπαρχουσῶν, ἰδικῶς τε ἅμα καὶ ἀλλήλαις προσεχῶς, ὡς ἐν μιᾷ θεότητος φύσει, τὸ ἑνὸς ἐνέργημα προσώπου καὶ ὅλης ἂν λέγοιτο τῆς οὐσίας καὶ ἑκάστης ὑποστάσεως ἰδικῶς· ὅλη γὰρ ὥσπερ δι᾽ ὅλης καὶ ἰδικῶς δι᾽ ἑκάστου κινεῖσθαι φιλεῖ. Β. Μεμνήσομαι· πῶς γὰρ οὔ; Α. Οὐκοῦν ἐνεργεῖν ἐθέλοντός τι περὶ τὴν κτίσιν τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἂν ἀπρακτήσειεν ὁ Υἱός· οὐδ᾽ ἂν εἰ ἐργάσαιτό τι τυχὸν ὁ Υἱός, ἀέργητος ὁ Πατὴρ εἴη ἄν, εἴπερ ἐστὶ Θεὸς εἷς καὶ δημιουργός. Ἅτερος γὰρ ἐν ἁτέρῳ νοεῖται καὶ ἔστιν ἀληθῶς, κατά γε τὸ συμφυές τε καὶ ὁμοούσιον, εἰ καὶ νοοῖντο διῃρημένως ἔν τε ὑπάρξεσι καὶ προσώποις ἰδικοῖς. Β. Ὀρθῶς ἔφης. Α. Τούτων δὴ οὖν οὕτως ἡμῖν ἄριστά πως κατὰ τὸ εἰκὸς τεθεωρημένων, φέρε καταθρήσωμεν τὴν οἰκονομίαν τὴν ἔν γε τοῖς προκειμένοις καὶ τῶν τοῦ Σωτῆρος ῥημάτων τὴν εὐτεχνίαν καταθαυμάσωμεν.

Ὁλκὸν ἀεὶ τὸ θαῦμα πρὸς πίστιν καὶ εἰ τοῖς λόγοις ἕποιτο τὸ τερατουργεῖν, ῥᾷστα ἂν ἴοιεν ἐπὶ τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς καὶ οἱ σφόδρα πως ἤδη διανενευκότες εἰς ἀπόστασιν. Καὶ τοῦτο εἰδὼς καὶ αὐτὸς ὁ Χριστὸς τῷ ἑκατοντάρχῳ προσεφώνει λέγων· «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.» Β. Συνῆκα ὃ φῄς. Βούλει γάρ που, καθάπερ ἐγᾦμαι, λέγειν ὅτι τεθαυματούργηκεν ὁ Χριστός, ἀπόνασθαί τι κἀντεῦθεν τοῖς Ἰουδαίοις ἐπιδιδοὺς καὶ ὁδὸν ὥσπερ τινὰ πρὸς τὸ εἰκτικόν τε καὶ εὐπειθὲς εὐτέχνως ἐκμηχανώμενος τοῖς τοῦ θέλειν ἀναμαθεῖν τὴν ἀλήθειαν ἀνοσίως ἀπεσκιρτηκόσιν. Α. Οὕτω φημί. Φθάνει γάρ με τὸ σόν, ὦ οὗτος, εὐμαθές.

Ὡς ἄγαμαί τοι σοφὸν ἔχων ὁμιλητὴν καὶ εἰς εὐήκοον οὖς λιγυρὸν ὥσπερ ἱεὶς ἐκ καλάμου τὸ αὔλημα. Οὐκοῦν, ἐπειδήπερ ἐνήργηκέ τι καὶ ἐν Σαββάτῳ τῶν ἄγαν τεθαυμασμένων, ἐπέθρῳσκον μὲν Ἰουδαῖοι πικροὶ καὶ δεινοί· ἀνοιγνύντες δὲ ὥσπερ ἀπύλωτόν τε καὶ ἀκρατὲς τὸ στόμα αὐτῷ, καὶ μὴν καὶ εἰς λόγους ὅτι μάλιστα τοὺς δριμεῖς τὴν γλῶσσαν ἐκθήγοντες, ἀριστοεπεῖν ἐδόκουν καὶ τοῦ νόμου λύσιν ἐπιφημίζοντες, «Εἰ ἦν οὗτος, ἔφασκον, ἀπὸ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Τοιγάρτοι Χριστὸς ἀπεσκευάζετο τὰς αἰτίας, καὶ αὐτὸν ἐν Σαββάτῳ καταδεικνὺς ἐνεργὸν τὸν Πατέρα καὶ τὸ δρᾶν ἐθέλειν τοῖς ἐν κόσμῳ τὰ ζωαρκῆ διὰ τὸν νόμον οὐ κατοκνήσαντα.

Ἔφασκε γὰρ ὅτι «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Ὅτι δέ ἐστι μία μὲν θέλησις, μία δὲ δύναμις, ἡ ἐφ᾽ ἅπασι τοῖς δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ἀφ᾽ ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» Καὶ διαλέγεται μὲν παχύτερόν πως ἢ χρὴ περὶ τῆς θείας ἰσχνότητος καὶ ὑπεροχῆς· φράσαι γὰρ ἦν οὐχ ἑτέρως τὰ πέρα λόγου τοῦ καθ᾽ ἡμᾶς. Συνίεμεν δὲ ἡμεῖς λεπτῶς τε καὶ διεσμιλευμένως καὶ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ τε καὶ ἀπερινοήτῳ φύσει. «Ἃ γὰρ ἂν βλέπῃ, φησί, τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἰσχύος καταδεᾶ τὴν ἰδίαν αὐτὸς ἐξῄδει φύσιν, ἔφη ἄν, οἶμαί που, σαφέστερόν τε καὶ πρεπωδέστερον· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; Ἐπειδὴ δὲ ἰσουργόν τε οἶδε καὶ ἰσοσθενῆ, παρέδειξεν ὅτι μίαν ἔχων καὶ τὴν αὐτὴν πρὸς αὐτὸν οὐσίαν, καὶ αὐτὸς διᾴττει κατ᾽ αὐτὸν ἐπὶ τὰ δρώμενα, μιᾷ βουλήσει πρὸς πᾶν ὁτιοῦν ὁμόσε τε ἰὼν τῷ φύσαντι καὶ εἰς τὴν ἐφ᾽ ἅπασι ταὐτοεργίαν τε ὁμοῦ καὶ ταὐτοβουλίαν κοινοῖς ὥσπερ τισὶ τοῖς τῆς θεότητος συνδούμενος νόμοις.

Τό γε μὴν οὐ δύναται, οὐχὶ πάντη τε καὶ πάντως ἀσθενείας ἂν ἔχοι δήλωσιν, ἀλλὰ καὶ φύσεως ἔσθ᾽ ὅτε τὴν ἐφ᾽ οἷς ἐρήρεισταί τε καὶ ἕστηκεν ἀπαραποίητον διαμονὴν κατασημήνειεν ἄν, ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Θεὸς ἁμαρτεῖν οὐ δύναται. Εἴποι δ᾽ ἂν καὶ φῶς μὲν ὡς Οὐκ ἂν δυναίμην μὴ εἶναι φῶς. Πῦρ τε αὖ καὶ ὕδωρ, φωνῆς ἐνούσης, ἀνακεκράξονται τὸ Οὐκ ἂν δυναίμεθα μὴ εἶναι πῦρ τε καὶ ὕδωρ.

Ἐπειδὴ δὲ καὶ τοῖς τερατουργουμένοις καὶ πέρα παντὸς ἰοῦσι θαύματος ἐπετίμων οἱ πάντολμοι, τοῦ ἐμπαροινεῖν ἀφιστὰς αὐτῷ, τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἀνετίθει τῷ Πατρί, λέγων· «Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Ἐνεργὸς γὰρ ὁ Πατὴρ δι᾽ Υἱοῦ, καὶ οὐκ ἄν τι δρῴη πώποτε δίχα τῆς ἐνούσης ἰσχύος αὐτῷ, τουτέστι τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος τε καὶ ὄντος Λόγου. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·» τὸ εἰς ἀλκὴν οἶμαί που διὰ πάντων ἴσον μήνυσιν ἀκριβῆ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος κἀνθάδε τιθείς. Β. Οὐδὲν ἂν ἔχοιμι τοῖς οὕτως ὀρθῶς εἰρημένοις ἐπιτιμᾶν, προσερέσθαι δέ τι βραχὺ δοίης ἂν ἐθελοντί μοι, ἤγουν ἤδη λογιῇ δυσμαθῆ τε καὶ φορτικὸν καὶ ὀχλοποιὸν ἑτέρως; Α. Ἥκιστά γε, ὦ φιλότης. Ὄκνου γὰρ ἀμείνων ἡ προθυμία, καὶ τὸ συνειπεῖν εὐκλεὲς εἰ συκοφαντοῖτο πρός τινος τοῦ Σωτῆρος ἡ δόξα. Β. Ὁ τοίνυν, φασίν, ὁμοούσιός τε καὶ ἰσουργὸς τῷ Πατρὶ πρὸς ὑμῶν εἶναι πεπιστευμένος προσκυνεῖ μεθ᾽ ἡμῶν.

Γυναικὶ γάρ που τῇ Σαμαρείτιδι προσλαλῶν, «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, φησίν· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.» Ἀλλ᾽, ὦ γενναῖοι, φασίν, ὁ τοῖς προσκυνοῦσιν ἐναρίθμιος, πῶς ἂν ἔτι τὴν τῆς ὁμοουσιότητος ἀποίσεται δόξαν καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ προσκυνουμένῳ Πατρί, καίτοι καθ᾽ ἕτερον ἄν τις ἴδοι τρόπον τὸ ἀνέχειν τε καὶ ὑπερκεῖσθαι τὴν αὐτοῦ φύσιν παραχωρήσαντα τῷ Πατρί; Ἔφη γὰρ ὅτι «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας,» δῆλον δὲ ὅτι τῆς ἐσχάτης, «οὐδεὶς οἶδεν, οὐδὲ ἄγγελος ἐν οὐρανῷ, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.» Α. Λάτρις οὖν ἡμῖν ἀντὶ Θεοῦ καὶ τοῖς δι᾽ αὐτοῦ γεγονόσιν ἐν ἴσῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τέλει διάσκεψιν καθάπερ ἐκ μηχανῆς ἠγνοηκὼς ὁ Υἱὸς ἀδοκήτως ἐκφαίνεται.

Ἆρ᾽ οὖν οὐχὶ γέλως τε ἤδη ταυτί, καὶ τοῖς ἐν σκηνῇ παιγνίοις προσεοικότα καλόν γε; Οὐ γὰρ εἰ τοῖς τοιοῖσδε βωμολοχεύμασι καὶ λογισμοῖς ἀνθρωπίνοις εἰς αὐτό που τὸ λοῖσθον ἴουσιν ἀπαιδευσίας, καθάπερ τισὶ βορβόροις ἐγκαθιέντες τὸν νοῦν, τὴν εὐοσμοτάτην τῶν ἱερῶν δογμάτων ἀπεμπολήσαιμεν γνῶσιν. Ἐοίκασι γάρ που, κατά γε τὸ εἰκός, διαλελῆσθαι παντελῶς, καίτοι πλειστάκις ἐνηχούμενοι πρός τε ἡμῶν αὐτῶν καὶ τῆς θεοπνεύστου Γραφῆς, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, πέφηνε καθ᾽ ἡμᾶς, οὐκ ἐν εἴδει μόνῳ τῷ τῆς σαρκός, ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος εἴτ᾽ οὖν ἰδιώμασιν, εἴτ᾽ οὖν ἑτεροίως ὀνομάσαι χρή. Ἰδίωμα δὲ ἀνθρωπότητος τῆς Θεῷ κατεζευγμένης καὶ ζυγῷ δουλείας κατεσφιγμένης μεθ᾽ ὑπακοῆς ἡ προσκύνησις, καὶ μὴν καὶ τὸ μὴ εἰδέναι τίς ἡ ἐν Θεῷ βουλή τε καὶ σκέψις. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Καὶ ὥσπερ ἐπείτοι πέφηνε καθ᾽ ἡμᾶς ὁ Λόγος, οὐκ ἄν, οἶμαι, φαῖεν ἂν ὡς σεσάλευται τοῦ εἶναι Λόγος, μεταποιηθεὶς εἰς σάρκα τὴν ἀπὸ γῆς, οὕτω καὶ εἰ προσελήφθη τὸ ἀνθρώπινον, ἴδιόν τε γέγονεν αὐτοῦ, τὸ λυποῦν οὐδὲν ἐννοεῖν τε καὶ φράσαι ὅτι πεφόρεκεν οἰκονομικῶς ὁμοῦ τῇ ἀνθρωπότητι τὰ αὐτῆς. Τουτὶ γὰρ αὐτὸ καὶ ὁ τῆς κενώσεως ἐζήτει λόγος.

Οὐκοῦν ἢ ἀπογυμνούντων ἀναφανδὸν σαρκός τε ἅμα καὶ τῶν δι᾽ αὐτὴν τὸν Λόγον καὶ ἀναιρούντων εἰσάπαξ τὴν ὅλην οἰκονομίαν, καὶ Θεὸν ὄψονται καθαρῶς τὸν Υἱόν, ἢ εἰ τοῦτο καταπεφρίκασιν ὡς ἀνόσιόν τε καὶ ἀπηχές, ἀνθότου λοιπὸν τοῖς τῆς ἀνθρωπότητος ἐπερυθριῶσι μέτροις καὶ ἐπιτιμᾶν ἐγνώκασι τοῖς ὅτι μάλιστα τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρεπωδεστάτοις; Καίτοι χρῆν δήπου διανοεῖσθαι σοφῶς ὅτι ὥσπερ Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνώς, ἴδια ποιεῖται τὰ ἀνθρώπινα, οὕτω καὶ ἄνθρωπος γεγονώς, τὴν τῇ θεότητι πρέπουσαν τιμήν τε καὶ δόξαν ὡς ἰδίαν ἔχει· προσκυνεῖται γὰρ οὐ μόνον ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν οὐρανοῖς, καίτοι τὸ χρῆναι προσκυνεῖν ὡς ἄνθρωπός τε καὶ Ἰουδαῖος οὐκ ἀτιμάσας ὡς σμικροπρεπές. «Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰ μὲν οὖν ἐκ σπέρματος Ἀβραὰμ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον γεγεννῆσθαί φασι, ληροῦμεν ἡμεῖς· κεκλήσθω καὶ Ἰουδαῖος, καὶ ἔστω προσκυνητής.

Εἰ δὲ εἰς λῆξιν ἤδη μανίας τὴν ἀνωτάτω διεληλακὸς αὐτοῖς τὸ ἐγχείρημα ταυτὶ φρονεῖν ἑλομένοις ἐξελέγχεται, διαβεβαιώσονται δὲ μᾶλλον, ὡς ἡνίκα μὲν ἐπελάβετο σπέρματος Ἀβραάμ, ἀνέφυ δὲ κατὰ σάρκα καὶ ἐκ ῥίζης τῆς Ἰεσσαί, κεχρημάτικε μὲν Ἰουδαῖος, γέγονε δὲ καὶ προσκυνητὴς ὡς ἄνθρωπος, τί μεθέντες ὡς ἕωλον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἐπ᾽ αὐτὴν ἀναθρῴσκουσι τὴν τοῦ Λόγου φύσιν καὶ τὸν ὁμοούσιον τῷ Πατρὶ κατακομίζουσι δυσσεβῶς ἐπὶ τὸ χρῆναι προσκυνεῖν γυμνῶς τε καὶ ἀπημφιεσμένως, καὶ εἰ μὴ νοοῖτο τυχὸν ἐν τοῖς καθ᾽ ἡμᾶς, ἤγουν ἐν ἡμῖν, οἷς, εἴπερ ἕλοιντο προσκυνεῖν, οὐδεὶς ἄν, οἶμαι, διαμωμήσαιτο, μᾶλλον δὲ καὶ πρὸς ἐπαίνου τὸ χρῆμα καὶ ἁπάσης ἂν γένοιτο θυμηδίας πρόξενον; Ἦ γὰρ οὐχὶ γέγραπται περὶ αὐτοῦ ὡς ὑφιζήσειεν ἂν κατά γε τὸ ἀνθρώπινον καὶ τὴν ἀμείνω φύσιν, τουτέστι τὴν ἀγγελικήν, καὶ τῆς ἐκείνων εὐκλείας νοοῖτ᾽ ἂν ἡττῆσθαι βραχύ; Β. Ἀληθές· ἔφη γὰρ ὁ Παῦλος· «Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Α. Εἶτα τί μαθόντες, εἰπέ μοι, καίτοι τὴν ἀμείνω λαχόντες φύσιν οἱ τὴν ἄνω τρίβοντες πόλιν καὶ ἀπλανῆ που πάντως καὶ ἀπαραλόγιστον παντελῶς τὴν ἐπὶ Θεῷ γνῶσιν πεπλουτηκότες, τὸν ἐν μείονι φύσει καὶ κατόπιν ἥκοντα τῆς ἐνούσης εὐκλείας αὐτοῖς, ἐποιοῦντο προσκυνητόν, φράσαις ἄν, ὦ ἑταῖρε; Β.

Καὶ μὴν καὶ τοῦτό γέ ἐστιν ἤδη σόν. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ὁ αὐτὸς ἐλάττων τε ἅμα καὶ ἐν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, ἀπονεμοῦμεν εὐκρινῶς τῇ μὲν ἀνθρωπότητι, χωροῦν ἐπ᾽ αὐτὴν πρεπόντως τὸ ἔλαττον—παρὰ πολὺ γὰρ ἀγγέλων ἡ ἀνθρώπου φύσις— τῇ δὲ ὑπὲρ πάντα θεότητι, τὸ ὑπερκεῖσθαί τε καὶ ὑπεραίρειν τὰ γενητά, καὶ πάσης ἐπέκεινα λογικῆς οὐσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου διᾴττειν οὐσιωδῶς. Εἰ δὲ δὴ καὶ δίχα σαρκὸς καὶ οὔπω τοῖς καθ᾽ ἡμᾶς οἷον ἐμπλακεὶς ὁ Λόγος τό γε ἐν ἐλάττοσι κεῖσθαι καὶ αὐτῶν ἂν εἰκότως ἀποφέροιτο τῶν ἀγγέλων, μείων μὲν ἔσται τῶν ἰδίων κτισμάτων καὶ πρός γε τούτῳ προσκυνητής, οὐδὲν ἐπαμύνοντος ἢ ὑπερδικοῦντος ἔτι τοῦ παρ᾽ ἡμῶν λόγου. Εἰ δὲ δὴ ταυτὶ φάναι τε καὶ φρονεῖν δυσσεβές τε ἅμα καὶ σφαλερώτατον, μείων δὲ ὅτι καὶ ἄνθρωπος, ἕψεταί που πάντως ἐκεῖνο νοεῖν· προσκυνητὴς γὰρ ὅτι καὶ ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ ἐν ἴσῳ τῷ Πατρὶ πρὸς ἁπάντων προσκυνούμενος.

Ἔφη μὲν γάρ που Θεὸς δι᾽ ἑνὸς τῶν προφητῶν, «Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται.» Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος εἰδὼς τὸ γεγεννημένον. «Ἐν τῷ ὀνόματι, φησίν, Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Ἀλλὰ ναί, φασί, συμπροσκυνούμενον μὲν τῷ Πατρὶ τὸν Υἱὸν εὑρήσομεν, προσκυνοῦντα δὲ αὖ, ὡς τετιμημένον καὶ τίς κατὰ φύσιν ἐστὶν οὐκ ἠγνοηκότα· τὴν μὲν γὰρ τῶν γενητῶν ὑπερανέχει φύσιν, ἔστι δὲ οὐκ ἐν οἷς ὁ Πατήρ. Α. Ξένιον οὖν ἄρα καὶ μισθὸν ἀρετῆς τὴν τῆς θεότητος δόξαν ἀποκεκέρδακεν ὁ Υἱός, καὶ τὸ προσκυνεῖσθαι δεῖν οὐκ ἀξίωμα φύσεως ἰδικῆς, ἀλλ᾽ ἐν ψιλοῖς καὶ μόνοις διεκληρώσατο τοῖς θελήμασι τοῦ Πατρός. Β. Οὕτως οἴονται καὶ φασίν. Α. Εἶτα ὅποι τε καὶ ὅπως κατανένευκε τῷ Υἱῷ τὴν προσκύνησιν ὁ Πατήρ, ἐκδείξειεν ἄν· οὐ γάρ που τοῦτο ἐροῦσιν ὡς ὅτι ἂν ἕλοιντο δοξάζειν αὐτοὶ ψῆφος ἂν εἴη τοῦτο τοῦ Θεοῦ καὶ Πατρός. Β. Προστέταχε, φασί, τοῖς ἁγίοις ἀγγέλοις προσκυνεῖν αὐτόν. Τί γὰρ ἕτερον ἢ τοῦτο αὐτὸ κατασημήνειεν ἂν τὸ «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Α.

Ἆρ᾽ οὖν, ὅτι προστέταχε μὲν ὁ Πατὴρ προσκυνεῖσθαι δεῖν τὸν Υἱὸν ἀκριβῶς ἐγνώκασι, καταρνήσονταί γε μὴν ὅτι τῷ Μονογενεῖ τὸ πρωτότοκος ἐπενηνεγμένον, κατά γε τὸν τῆς ἀνθρωπότητος τρόπον, συνεισκεκόμικεν ἀναγκαίως τὸ καὶ εἰσποίητον εἶναι δοκεῖν τὴν δόξαν αὐτῷ; Πότε γάρ, εἰπέ μοι, πρωτότοκος ἢ ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς; Εἰ μὲν οὖν ὁμογενής τε ἡμῖν καὶ ἀδελφὸς τὴν φύσιν καὶ πρὸ σαρκὸς ἦν ὁ Λόγος, τί μὴ τοῦτο ὑπάρχειν ἐν ἀρχαῖς, ἀλλ᾽ ἐν ἐσχάτοις καιροῖς γεγενῆσθαι λέγεται; πῶς δ᾽ ἂν νοοῖτο Μονογενὴς ὁ τῇ κτίσει συντεταγμένος;

Ἐπειδὴ δὲ οὐκ ἐνδοιαστόν, μᾶλλον δὲ ἀληθῶς τε καὶ ἀραρότως ἔχον, ὡς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, διά τε τοῦτο Πρωτότοκος, ἐπακτὴν ἔχει τὴν δόξαν καὶ τὸ προσκυνεῖσθαι δεῖν ἐπενηνεγμένον. Εἰ δὲ μὴ οὕτως ἔχειν οἴονται κατὰ σφᾶς, ἀναγκαῖος αὐτοὺς περιτρέψει λόγος εἰς ἀκαλλῆ τε καὶ ἔκτοπον ἠλιθιότητα λογισμῶν.

Φαίη γὰρ ἂν οἶμαί τις· Εἰ, ἐπείτοι γέγονεν ἄνθρωπος Πρωτότοκος διὰ τοῦτο, καιρὸς δὲ οὗτος αὐτῷ τοῦ προσκυνεῖσθαι δεῖν, ὅτε δὴ μάλιστα κεκενῶσθαι λέγεται, πρὸς εὐκλείας μὲν ἔσται τῆς ἀληθοῦς αὐτῷ τῆς κενώσεως ὁ καιρός, πρεσβύτερον δὲ τῆς ἐνανθρωπήσεως τὸ σμικροπρεπές τε καὶ ἀκλεές, ὅτε καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων, ὡς γέγραπται, πρὸς τὴν οὕτω καταβεβλημένην κατέθορε φύσιν, φημὶ δὴ τὴν ἀνθρωπίνην. Ἀλλ᾽ εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ Σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθίζοντα τὸν Υἱὸν ἐν κύκλῳ περιεστᾶσιν, ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα καὶ Κύριον Σαβαὼθ ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ;

Ποίας γὰρ δόξης ἀνάπλεως ἦν ὁ οὐρανός, εἰ τὸ προσκυνεῖσθαι μετὰ Πατρὸς εἰσδέχεται μόλις ὅτε πέφηνε καθ᾽ ἡμᾶς;

Ἄκουε δὲ γράφοντος Ἔσδρα τοῦ σοφοῦ· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·» Καίτοι τοῦ μακαρίου Δαβὶδ ἀνακεκραγότος ἐναργῶς περὶ τοῦ τῶν ὅλων κατεξουσιάζοντος Θεοῦ, «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Ὁ τοίνυν πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοῦ κεκλῆσθαι Πρωτότοκος τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασιν ὑπάρχων ἐκπρεπής, πῶς ἂν ἐν μείοσι κατά τι γοῦν ὅλως ἢ ἐν οἷς ὁ Πατήρ; Β. Ἔστω, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν· ὅτε γέγονε Πρωτότοκος, τοτηνικάδε καὶ προσκυνεῖσθαι προστέτακται.

Μὴ οὐχὶ δοτὸν αὐτῷ τὸ χρῆμά ἐστι παρὰ τοῦ Πατρός; Α. Ἀλλ᾽ οὐχ ἁπλῶς εἰ δοτόν, ἀλλὰ ὁπηνίκα δοτὸν εὖ μάλα κατασκεπτέον. Β. Ὅτε δηλαδὴ καὶ Πρωτότοκος. Α. Ὡς πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς καθιγμένος;

Τουτὶ γάρ, οἶμαί που, δηλοῖ τὸπρωτότοκος. Β. Οὕτω φημί. Α. Εἶτα πρέποι ἄν, εἰπέ μοι, τῇ ἀνθρώπου φύσει, νοουμένῃ καθ᾽ ἑαυτὴν τοῦθ᾽ ὅπερ ἐστὶ τὸ ἐν τάξει τε καὶ μέτρῳ Θεοῦ προσκυνεῖσθαι δεῖν; Β. Ἥκιστά γε. Α. Ὀρθῶς, ὦ ἑταῖρε. Μόνῃ γὰρ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει τὰ αὐτῆς ἰδικῶς. Οὐκοῦν, ὅτε τῶν ἰδίων ὑψωμάτων κατέθορεν ὁ Υἱὸς καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, τὸ τῇ φύσει δοῦλον καὶ τὸ ἀναγκαίως προσκυνοῦν οἰκειωσάμενος σχῆμα, τότε προσκεκύνηκε μεθ᾽ ἡμῶν. Ἐπειδὴ δὲ ἦν ἀνέφικτον παντελῶς καὶ λογισμοῦ τοῦ καθήκοντος ἐκπεφοιτηκὸς τὸ μὴ ἐν ταῖς τοῦ Πατρὸς εὐκλείαις ὁρᾶσθαι περιφανῆ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, καὶ εἰ γέγονεν ἐν σαρκί, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας μυσταγωγεῖται λοιπὸν τὸ ἐπ᾽ αὐτῷ μυστήριον ὁ οὐρανός, τουτέστιν ἡ τῶν ἁγίων ἀγγέλων πληθύς, καὶ ὡς πρωτότοκον ἀναδεδειγμένον καὶ ἐν πολλοῖς ἀδελφοῖς τὸν μονογενῆ καὶ ὁμόθρονον τῷ Πατρὶ προσκυνεῖν ἐπετάττετο, οὐκ εἰς πρώτας εἰσβολὰς τῆς τοιᾶσδε δόξης ἀνακομίζοντος αὐτὸν τοῦ Πατρός, οὔτε μὴν ὡς ἀτριβές τι καὶ ἄηθες ἀπονέμοντος τὴν προσκύνησιν, ἀλλὰ τὸν ἀεί τε καὶ ἐξ ἀρχῆς αἰώνων πρὸς αὐτῶν προσκυνούμενον καὶ ἐν σαρκὶ γεγονότα προσκυνητὸν ἀποφαίνοντος.

Οὐκοῦν (ἀνακομίσω γὰρ αὖθις εἰς τὸ ἀπ᾽ ἀρχῆς τὸν λόγον) προσκεκύνηκεν ὁ Υἱὸς ὅτε καὶ Πρωτότοκος καὶ ἐν τῷ τῆς δουλείας πέφηνε σχήματι, ὅθεν δὴ μάλιστα διαμάθοι τις ἂν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς τὸ περιφανὲς ἀξίωμα. Εἰ γὰρ τῷ τῆς δουλείας σχήματι πρέποι ἂν μόνῳ τὸ προσκυνεῖν, τίνι τῶν ὄντων ἀσυμφανές ἐστι τὸ πρὸ τῆς ἐνανθρωπήσεως ἐλεύθερον κάλλος; Ὅτι δὲ μυσταγωγίας τῆς παρὰ τοῦ Πνεύματος καὶ αὐτοὺς λέγοντες δεδεῆσθαι τοὺς οὐρανούς, οὐ τὴν τῶν ἁγίων ἀγγέλων ἐξυβριοῦμεν φύσιν, ἀλλὰ ταῖς θείαις ἑπόμενοι Γραφαῖς καὶ εἰς τοῦτον ἴμεν τὸν λόγον, πληροφορήσει γράφων ὁ Παῦλος, «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·» καὶ πρός γε τούτῳ φησὶ καὶ ὁ θεσπέσιος Μελῳδός, «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.»

Ἐπειδὴ γὰρ ἀνεβίω σκυλεύσας τὸν ᾅδην καὶ καταργήσας τὸν θάνατον ὁ Χριστός, ἀναθέοντι λοιπὸν εἰς τὸ ἄνω καὶ παλινδρομεῖν ἐθέλοντι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα διοιγνύναι μὲν ᾗ τάχος αὐτῷ τὰς ἐν τοῖς οὐρανοῖς διεκελεύετο πύλας τὸ Πνεῦμά που πάντως τὸ ἐνηχοῦν ἐν αὐτοῖς καὶ ταῖς ἄνω δυνάμεσι τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν παρεδείκνυ, λέγον· «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.» Β. Ἄραρεν οὖν ὅτι προσκεκύνηκε μὲν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει. Φαίης δ᾽ ἂν ὅτι, καθάπερ ἐγᾦμαι, ὡς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφαρμόσαιμεν ἂν τά γε εἰκότα φρονεῖν ᾑρημένοι καὶ τὸ μὴ εἰδέναι λέγειν αὐτὸν τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην. Α. Φαίην ἄν, ἴσθι τοι, κατερυθριάσας οὐδέν. Πλεῖστος γὰρ ὅσος ἡμᾶς οὐκ ἀβασανίστων ἐννοιῶν, μονονουχὶ καὶ ὀφρῦσιν αὐταῖς διανεύων ἐσμός, δυσχερείας ἁπάσης ἐψιλωμένην καὶ ἁμαξιτὸν ὥσπερ τινὰ διαστείχειν κελεύει τὴν ἐπὶ τῷδε δόξαν. Εἴη γὰρ ἄν, οἶμαί που, τοῖς τῆς κενώσεως μέτροις οὐκ ἀσύμβατον τὸ τῆς ἀγνοίας σμικροπρεπές, οὐχὶ τῆς τοῦ Λόγου φύσεως ἴδιον μειονέκτημα, καθὸ νοεῖται Λόγος καὶ σοφία τοῦ Πατρός. Ἦ γὰρ οὐχὶ ταυτὶ δή σοι δοκῶ καταθρῆσαι σοφῶς; Β. Πάνυ μὲν οὖν. Α.

Τίς γὰρ ἡμᾶς βωμολόχος οὕτω καὶ δὴ καὶ πανούργως ἐξυφασμένος ἀναπείσειεν ἂν λόγος ἐννοεῖν ἑλέσθαι καὶ φρονεῖν ὡς ἠγνόηκέ τι τῶν ἐν Θεῷ κεκρυμμένων ὁ Μονογενής, εἴπερ ἐστὶν ἀληθῶς κατὰ τὰς Γραφὰς καὶ σοφία καὶ βουλὴ τοῦ Πατρός; Β. Ἀναπείσειεν ἂν οὐδεὶς τόν γε ἀληθῶς νουνεχῆ. Α. Οὐ γάρ, ὦ φιλότης, ψευδοεπήσειεν ἂν οὔτι που καὶ ὁ σοφὸς ἡμῖν γράφων Παῦλος· «Ὥσπερ γὰρ οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Β. Παντάπασι μὲν οὖν. Α. Οἶδεν οὖν ἄρα τὸ Πνεῦμα τοῦ Θεοῦ τὰ ἐν αὐτῷ, καὶ οὐδὲν αὐτῷ κεκρυμμένον ἢ ἀσυμφανές; Β. Οἶδε· πῶς γὰρ οὔ; Α. Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸς τὰ ἐν τῷ Πατρί, καίτοι λέγοντος ἀκούω σαφῶς τοῖς ἁγίοις ἀποστόλοις, «Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.»

Ἆρά σοι σαφὲς τὸ παροισθέν ἐστι λόγιον, καὶ προσδέδορκας ὅτι Πνεῦμα μὲν ἀληθείας κατωνόμασε τὸν Παράκλητον, ἔφη γε μὴν ὡς πρόεισιν ἐκ Πατρός, ἴδια πάντα δεικνὺς ἑαυτοῦ τὰ τοῦ Πατρός; Β. Ἄριστα ἔφης. Α. Τὸ δὲ δὴ μάλιστα καταγέλαστον ἀληθῶς καὶ διεπτυσμένην εἰκότως τῶν δι᾽ ἐναντίας ἀποφαῖνον τὴν δόξαν οὐδὲν ἧττον ἄν τις καὶ διὰ τούτου μάθοι. Τὸ γὰρ ἀγνοεῖν οἴεσθαι τὸ οὕτω βραχὺ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα τε καὶ ἀπαστράψαντα Λόγον, τὸ ἀπαύγασμα, τὴν εἰκόνα, τὸν τῆς ὑποστάσεως χαρακτῆρα λαμπρόν, τὸν ἰσοκλεᾶ καὶ ὁμόθρονον, «ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι,» καθὰ γέγραπται, ὅσην ἂν αὐτοῖς καὶ μάλα εἰκότως τὴν τῆς εἰσάπαν ἀβελτηρίας ἐμποιήσειε δόξαν; Β. Ὡς πλείστην ὅσην. Α. Ἀλλ᾽ οὐδ᾽ ἂν αὐτόν, οἶμαί που, τὸν Πατέρα καὶ Θεὸν ὑγιᾶ τὴν οἰκείαν ἀνασώσασθαι δόξαν, εἴπερ ἠγνόηκέ τι κατὰ τὸ ἀληθὲς ἡ βουλὴ καὶ ἡ σοφία αὐτοῦ. Β. Σύμφημι ὡς ἅπας τις οὖν ὅπερ ἂν εἰδείη τυχὸν εἴσεταί που πάντως οὐ δίχα βουλῆς καὶ σοφίας τῆς ἑαυτοῦ. Α. Εὖγε, ὦ φιλότης· πρέποι γὰρ ἂν οὐχ ἑτέρως ἢ ὧδε φρονεῖν τοὺς τῆς ἀληθείας ὑπασπιστάς. Παρέντες δὴ οὖν τὸ περιττοῖς ἔτι καὶ μακροῖς ἐνδιατρίβεσθαι λόγοις, ἐπ᾽ ἐκεῖνο ἴωμεν.

Ἔθος τῷ Σωτῆρι Χριστῷ τοιόνδε τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς· εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς· εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, καὶ δρᾶν ἐπὶ τούτῳ τὰ δι᾽ ὧνπερ ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστάτην ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ Θεῷ.

Ἑλομένους τοιγαροῦν οὐκ οἶδ᾽ ὅπως τὰ ὑπὲρ μέτρον οἰκετικὸν ἐρέσθαι τε καὶ ἀναμαθεῖν, ἠρεμεῖν ἀναπείθει, λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μήτε ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ, μήτε δ᾽ ἂν αὐτῷ τῷ Υἱῷ καθίστη γνώριμον, εἴπερ τις εἴη ψιλὸς καὶ κατ᾽ αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς, καὶ οὐκ ἔχων φύσει τὸ εἶναι Θεός. Ἐγκειμένοις δέ που καὶ ἐνεστηκόσιν εἰς τὸ δεῖν ἀναμαθεῖν, οἱονεί πως ἤδη καὶ ἐπιτιμᾷ λέγων· «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.» Ὁρᾷς ὅπως ἥκιστα μὲν δεῖν πολυπραγμονεῖν ἐπιτάττει τὰ ὑπὲρ σφᾶς αὐτούς, μετακομίζει δὲ ὥσπερ ἐπὶ τὸ ἐν χερσί τε καὶ πρεπωδέστερον; Δρᾶν γὰρ τοῦτο ἔθος αὐτῷ· καὶ γοῦν τὸν ἐκ γενετῆς τυφλὸν προσεκόμιζόν ποτε τῶν ἱερῶν ἀρτίως ἐκθέοντι περιβόλων οἱ θεσπέσιοι μαθηταί· εἶτα δόξαις Ἰουδαϊκαῖς κατακολουθοῦντες ἔτι, φιλομαθείας ὑπόθεσιν ἐποιοῦντο τὸν ἄρρωστον καὶ δὴ καὶ ἔφασκον, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»

Ἐπειδὴ δὲ κριμάτων ἥπτοντο θείων, καὶ τὸ οὕτως ἀστιβὲς καὶ δυσέφικτον ἀνθρώποις κατατρανοῦσθαι σφίσιν αὐτοῖς καὶ πέρα τοῦ πρέποντος ἰόντες ἐξελιπάρουν, μεθίστη πάλιν αὐτοὺς ἐπὶ τὸ φρονεῖν ἑλέσθαι τὰ οἰκετικά, καὶ τῆς ὑπὲρ ἄνθρωπον γνώσεως ἀπεσόβει, καὶ φιλεργίας ἔχεσθαι μᾶλλον καὶ ἀγαθῶν σπουδασμάτων μετεπαίδευσε λέγων, «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.» Ἀκούεις ὅπως ἀνῃρηκὼς τὴν δόξαν ὡς ἀκαλλῆ καὶ ταῖς Ἰουδαίων ἀμαθίαις πρεπωδεστέραν, τὸ χρῆναι μᾶλλον ἀγαθουργεῖν τῶν ὑπὲρ ἄνθρωπον ἐννοιῶν ἀνθελέσθαι κελεύει, τῇ θείᾳ που πάντως ἀπονέμων φύσει τὸ εἰδέναι μόνη καὶ καθ᾽ ἑαυτὴν ἅπερ ἂν ἕλοιντο πληροῦν. Β. Εὖ λέγεις. Α. Οὐκοῦν οὐχ ἑτέρως διακεισόμεθα, φρονοῦντες ὀρθῶς, ἢ ὅτι, καὶ εἰ μεθ᾽ ἡμῶν ἀγνοῆσαι λέγεταί τι κατὰ τὸ ἀνθρώπινον, ἀλλ᾽ οὖν, ἐπείπερ ἐστὶ Θεός, οἶδε πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱός, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.