Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογος πρὸς Νεστόριον (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η αρχιερατική θυσία του Χριστού και η μετάληψη της ζωοποιού σαρκός

Δογματική προσέγγιση της αρχιερατικής θυσίας του Χριστού και θεολογική ανάλυση της μεταλήψεως της ζωοποιού σαρκός του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

Παῦλος λέγει «ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· ὅθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν.» ΚΥΡ. Παῦλος λέγει· «Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται.» Καὶ πάλιν· «Ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ·» καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ἴδε οὖν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ᾽ ὑπὲρ τοῦ λαοῦ. ΝΕΣΤ. Αὐτοῦ λέγοντος· «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται δι᾽ ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα.» Τίνα οὖν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, ἢ τὴν ἀνθρωπότητα;

Οὐκ εἶπε γὰρ ὁ Χριστὸς, Ὁ τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα. ΚΥΡ. Ἐγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· ὅθεν ὁ Σωτὴρ ἔφη· «Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ ἄρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα·» οἱ δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται. ΝΕΣΤ. «Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·» καὶ διὰ τοῦτό φησιν· «Ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» νόει οὖν τὸν χρισθέντα, ὁμολόγει τὸν χρίσαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. ΚΥΡ. Ἐγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ἕνα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ἕνα εἰς δύο οὐ διαιρῶ. ΝΕΣΤ. Πῶς ἀγνοεῖν λέγεις τὴν ὥραν, ἣν ὁ Υἱὸς οὐκ οἶδεν, εἰ μὴ μόνος ὁ Πατήρ; Ἢ πῶς εἰδὼς ἀρνεῖται [cod. ἄρχεται]; Ἢ μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων (cod. τὸν ἀγνοίας μετέχοντα τόπον); ΚΥΡ. Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὥραν, τὰ πάντα εἰδὼς καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς εἶπεν· «Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός·» μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ;