Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ἁγίαν Θεοτόκον

Κύριλλος Ἀλεξανδρείας

Έλεγχος και καταδίκη του Νεστορίου

Αναίρεση της αιρετικής διδασκαλίας του Νεστορίου μέσω της Αγίας Γραφής, αναφορά στις αγνοηθείσες νουθεσίες και προαγγελία της καθαιρέσεώς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα, ὅτε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην, ὃν Ἱερεμίας ὁ προφήτης ἐκήρυξε λέγων, «Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν·» καὶ πάλιν ὁ μιαρὸς οὗτος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ, τούτοις θαῤῥῶν ἀνεπτερύξατο, καὶ δοκῶν ἡμᾶς καταπλῆξαι, μᾶλλον διήγειρεν· δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως εἴπωμεν· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ᾽ ἄρχουσιν.» Οὗτος γὰρ, οὗτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ᾽ ἡμεῖς εἴπωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα· «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου, ἢ πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι, οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω, ἔχων τὸν προφήτην Δαβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα· «Ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.» Τίς ἤκουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα; Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον, νῦν εἰς ἄνθρωπον μεταμορφούμενον, καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην!

Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν Ἰουδαίων ἀπότομον τόλμαν, ἣν κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε. Τίς γὰρ νῦν παῤῥησίαν ἔδωκεν; Ὁ βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων, ὅτι Ἄνθρωπον ἐσταυρώσατε. Ἔτι δὲ καὶ πλάνην Ἑλλήνων, καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας, ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα, μήτε τὴν πικρὰν νόσον Ἀρείου, καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων, καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος, εἰς ὃν ἐγκύψας καὶ οὗτος ἐβλασφήμησεν· οἴμοι! πάντας ὑπερέβαλεν ἡ τούτων κακία, καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος· «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω·» ᾧ δὲ ἐῤῥέθη· «Ἄφρων, ταύτῃ τῇ νυκτὶ οἱ ἄγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;»

Ὅσον γὰρ ἀνηνέχθης εἰς ὕψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς, τοσοῦτον πάλιν κατηνέχθης εἰς βάραθρον βλασφημίας ἐμπεσὼν, ὃν οὐκ ἔπεισε Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς, τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα, ἡ μυρότοκος πηγὴ, ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος, ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ ὕψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ, ὃν ὀπτασία Χριστοῦ ἐπ᾽ ὄψιν ἔῤῥιψεν, καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν, ὃς τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα, εἰς ἕνα Κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα Πατέρα, ἕνα Υἱὸν, ἓν Πνεῦμα ἅγιον, ἀδιάστατον οὐσίαν, ἀπεριέργαστον, ἀκατάληπτον θεότητα, Θεὸν ἐκ Θεοῦ τὸν Κύριον, φῶς ἐκ φωτὸς, ἀπαύγασμα δόξης, ἐκ Παρθένου Μαρίας γεννηθέντα, κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος· «Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Καὶ πάλιν ὁ αὐτός· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ ζῶντος.» Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ, ἀλλὰ καὶ διὰ τοῦ μακαρίου Δαβὶδ ἀκούομεν καθ᾽ ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.»

Καὶ ὁ μεγαλόφρων Ἡσαΐας, υἱὸς Ἀμῶς τοῦ προφήτου, ὁ ἐκ προφήτου προφήτης, ἐκήρυξε λέγων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός.» Ἀλλ᾽ οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις, καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ; κἂν τοὺς συνδαίμονάς σου μίμησαι, τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας· «Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Εἰ γὰρ καὶ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς «πρὸ καιροῦ,» ἀλλὰ καὶ νῦν ἐπὶ σὲ ἔφθακεν. Ἔδει μὲν ἐλθεῖν τὸν Ἀντίχριστον· ἀλλὰ ταχέως ἀντ᾽ ἐκείνου παραγέγονας. Οὔτε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Ὢ πράγματος φοβεροῦ, οὐδὲ ἐκστάσεως γέμοντος! οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ, Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ οὗτος τὸν Υἱὸν Θεοῦ εἰς ἄνθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον ὄντα τῆς ὀρθοδόξου πίστεως, ἔτι δὲ καὶ χορὸν ἁγίων βασιλίδων ἐν πίστει διαλαμπουσῶν· ἀλλ᾽ οὐκ ἠδυνήθη εἰς τέλος προχωρῆσαι.

Τὰ γὰρ τῶν πτωχῶν τοῖς φιλοχρύσοις διδοὺς, ἐνόμισε δι᾽ αὐτῶν νικᾷν τὴν ἀλήθειαν, καὶ διὰ τῆς παγκάλου φιλαργυρίας ναυαγίῳ δεινοτάτῳ περιέπεσεν· ἐν λιμένι διάγων, ἐναυάγησε, μὴ κατέχων τοὺς τῆς πίστεως οἴακας. Διὸ καὶ ὑποβρύχιος γέγονε τοῖς κακοῖς, καὶ θέατρον τραγῳδίας ὅλῃ τῇ οἰκουμένῃ. Ἐνόμισε γὰρ διὰ τοῦ παγκάκου καὶ πικροτάτου φρονήματος ἀναπείθειν τοὺς τῆς εὐσεβείας ἐργάτας, μὴ λαβὼν εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν κατανοῆσαι διδασκαλίαν Πατέρων καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, καὶ ἀρχαγγέλων φωνὰς, ἀσπλαγχνίαν τινὰ καὶ μανίαν εὑράμενος κακὴν, καὶ ἀθεΐαν περιβεβλημένος, λοιμὸν καὶ ἄθεον θρησκείαν τῇ οἰκουμένῃ θεσπίσαι ἠθέλησεν. Ἀλλ᾽ οὐχ εὗρεν ἡμᾶς ἀπαρασκευάστους πρὸς τὴν παράνομον αὐτοῦ καὶ δύσφημον ἐπίνοιαν. Οὐ γὰρ ὅπλοις στρατιωτικοῖς θαῤῥοῦμεν, οὐδὲ τῇ χρυσοειδεῖ καὶ παγκάλῳ τιμωρίᾳ, ἀλλὰ διὰ τῶν ἁγίων καὶ θεοπνεύστων Γραφῶν πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιούμεθα. Τὰ γὰρ ἡμέτερα ὅπλα οὐ σαρκικὰ, οὐδ᾽ ἐπίγεια, ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια, καθὼς ὁ μακάριος Παῦλος ἐκήρυξεν. Ἀλλὰ μὴ δόξῃ τις ταῦτα ἡμᾶς λέγοντας ὡς ἐπιχαίρειν τῷ πτώματί σου, πανάθλιε· καὶ γὰρ πεσόντος σου ἐπὶ τὸ σκάμμα τῆς δυσφημίας ταύτης, χεῖρά σοι διὰ γραμμάτων ὠρέξαμεν, καὶ παρήκουσας τῆς ἡμετέρας μετριότητος· διὰ τοῦτο τὸν τῆς παρακοῆς ἐκληρονόμησας κίνδυνον.

Ὅτι γὰρ τούτων οὕτως ὄντων ἀληθῶς μάρτυρα παρέχωμεν ἀξιόπιστον, τὸν ἁγιώτατον καὶ ἀρχιεπίσκοπον πάσης τῆς οἰκουμένης, Πατέρα τε καὶ πατριάρχην Κελεστῖνον τὸν τῆς μεγαλοπόλεως Ῥώμης, ὃς καὶ αὐτός σοι διὰ γραμμάτων παρῄνεσε, λέγων ἀποστῆναί σε τῆς μανιωδεστάτης δυσφημίας. Καὶ παρήκουσας δὲ αὐτοῦ, καὶ ἐνεκαυχήσω ἐν τῇ ματαιότητι τῆς μανίας σου· ξυρὸν πάσης τῆς οἰκουμένης γενόμενος, τὴν τετραπέρατον οἰκουμένην ἐτάραξας, καὶ πάντας τοὺς ἁγίους εἰς τὸν τόπον τοῦτον μετὰ πολλοῦ πόνου καὶ φόβου συνήλασας. Ἔγραψας γὰρ κακίαν, καὶ οὐδ᾽ ὅλως ἀγαθωσύνην. Διὰ τοῦτό σε ὁ Θεὸς καθελεῖ εἰς τέλος ἐκ τῆς ἱερωσύνης, καὶ ἀπὸ τῆς τῶν Πατέρων σοφίας ἐκτελεῖς, καὶ ἐκτείλας πρότερον ἀπὸ τῆς βασιλικῆς πόλεως, ἔπειτα καὶ ἐκ τοῦ θρόνου τῆς ἀρχιερωσύνης, οὗπερ ἀναξίως ἐτύγχανες «Διὰ τοῦτο ὄψονται οἱ δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπὶ σοὶ γελάσονται καὶ ἐροῦσιν· »Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾽ ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.»