Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν μεταμόρφωσιν

Κύριλλος Ἀλεξανδρείας

Η φωνή του Θεού Πατρός και η τελείωση του Νόμου στον Χριστό

Η θεία μαρτυρία από τη νεφέλη προτρέπει σε αποκλειστική υπακοή στον Υιό, καταδεικνύοντας την υπεροχή του έναντι του Νόμου και των προφητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 4

Ἐκ νεφέλης γὰρ ἄνωθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεδόθη φωνὴ λέγοντος· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Καὶ ἐν τῷ γενέσθαι, φησὶ, τὴν φωνὴν, εὑρέθη μόνος ὁ Ἰησοῦς. Τί πρὸς ταῦτά φησι σκληροτράχηλος Ἰουδαῖος, ὁ δυσάγωγος, καὶ ἀπειθὴς, καὶ ἀνουθέτητον ἔχων τὴν καρδίαν; Ἰδοὺ παρόντος Μωσέως ὁ Πατὴρ ἐντέλλεται τοῖς ἁγίοις ἀποστόλοις, ἀκούειν αὐτοῦ.

Ἀλλ᾽ εἴπερ θέλῃ ταῖς Μωσέως ἀκολουθεῖν αὐτοὺς ἐντολαῖς, ἔφη ἂν, ὅτι Πείθεσθε τῷ Μωσῇ, τηρεῖτε τὸν νόμον. Νυνὶ δὲ οὐδὲ τοῦτό φησιν ὁ Θεὸς, καὶ Πατήρ· ἀλλ᾽ ἑστῶτος Μωσέως, καὶ τοῦ προφήτου αὐτοῦ Ἠλία, αὐτοῦ μᾶλλον αὐτοὺς ἐπιτάττει ἀκούειν. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ Πατὴρ, καὶ οὐ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἀναγκαίως γοῦν ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος.

Οὐκοῦν ὅτε τοῖς ἁγίοις ἀποστόλοις ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐκ νεφελῶν ἄνωθεν ἐνετέλλετο λέγων· «Ἀκούετε αὐτοῦ·» Μωσῆς μὲν ἀπῆν, Ἠλίας δὲ οὐ παρῆν, μόνος δὲ ἦν ὁ Χριστός. Αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε. Καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου, καὶ προφητῶν. Διὰ τοῦτο καὶ τοῖς τῶν Ἰουδαίων δήμοις προσεφώνησε λέγων· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπειδὴ δὲ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἀτιμάζοντες ἐντολὴν, καὶ τὸν διὰ τῶν ἁγίων προφητῶν ἀθετοῦντες λόγον μέχρι παντὸς μεμενήκασι, δικαίως ἀπηλλοτριώθησαν, καὶ τῶν τοῖς πατράσιν αὐτοῖς ἐπηγγελμένων ἐξώσθησαν ἀγαθῶν. «Ὑπακοὴ γὰρ ὑπὲρ θυσίαν ἀγαθὴ, καὶ ἡ ἐπακρόασις, ὑπὲρ στέαρ ἀρνῶν,» καθὼς γέγραπται. Καὶ τὰ μὲν τῶν Ἰουδαίων ἐν τούτοις· ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, πάντα πάντως ὑπάρξει ἀγαθὰ δι᾽ αὐτοῦ τε καὶ παρ᾽ αὐτοῦ τοῦ Χριστοῦ· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.