Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν μεταμόρφωσιν

Κύριλλος Ἀλεξανδρείας

Η εξουσία επί ζώντων και νεκρών και η πρόταση του Πέτρου

Η κλήση του τεθνεώτος Μωυσή και του ζώντος Ηλία αποδεικνύει την κυριότητα του Χριστού, ενώ εξετάζεται η ασυμβατότητα της επιθυμίας του Πέτρου με το σχέδιο του πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 4

Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν ὅτι καὶ ζωῆς, καὶ θανάτου ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω, καὶ τῶν κάτω κρατεῖ. Διὰ τοῦτο καὶ τὸν ζῶντα, καὶ τὸν τετελευτηκότα, εἰς μέσον ἄγει. Καὶ γὰρ φαινόμενοι οὐκ ἐσίγων, ἀλλ᾽ ἐλάλουν τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τοῦτ᾽ ἔστι, καὶ τὸ πάθος, καὶ τὸν σταυρὸν, ἐν τούτοις δὲ καὶ τὴν ἀνάστασιν. Ἀλλ᾽ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν, ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπληροῦτο γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. Εἶτα διαγρηγορήσαντες θεωροὶ γίνονται τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. Οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα καὶ ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς· σκηνὰς δὲ τρεῖς γενέσθαι φησὶν, οὐκ εἰδὼς ὃ λέγει. Οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τὸ παρόντος χρόνου τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὁ γὰρ Παῦλός φησιν, «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ,» Χριστοῦ δηλονότι. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας, καὶ οὔ ποτε πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης ἕνεκα ἀποφοιτήσαντα τὸ παθεῖν ἐθέλειν ὑπὲρ αὐτοῦ;

Σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν.

Οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος, ὅπερ ἔφη· πλὴν πρὸς τῇ παραδόξῳ καὶ ἀποῤῥήτῳ θέᾳ τῆς δόξης Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον, εἰς βεβαίωσιν τῆς ἐπ᾽ αὐτῷ πίστεως, καὶ οὐχὶ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ γὰρ καὶ ἡμῖν αὐτοῖς.