Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν μεταμόρφωσιν

Κύριλλος Ἀλεξανδρείας

Η εμφάνιση του Μωυσή και του Ηλία και η αναίρεση των ιουδαϊκών κατηγοριών

Η Μεταμόρφωση στο όρος και η παρουσία των προφητών λειτουργούν ως μαρτυρία ότι ο Χριστός δεν καταλύει τον Νόμο ούτε σφετερίζεται τη θεία δόξα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 4

Ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς ἀπ᾽ αὐτῶν τοὺς ἐπιλέκτους ἔχων· εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι δοκεῖν. Εἶτα Μωσῆς καὶ Ἡλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἢν ἔμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ σωτήριον πάθος, τὸ ἐπὶ τῷ τιμίῳ, φημὶ, σταυρῷ. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωσέως νόμος, καὶ ὁ τῶν ἁγίων προφητῶν λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν· ὁ μὲν ἐν τύποις καὶ σκιαῖς μονονουχὶ, καθάπερ ἐν πίνακι. καταγράφων αὐτὸ, οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας, καὶ ζωῆς, οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον.

Οὐκοῦν ἡ Μωσέως καὶ Ἠλία παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον ὑπὸ νόμου καὶ προφητῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην προκαταδειχθέντα παρ᾽ αὐτῶν, δι᾽ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου τὰ τῶν προφητῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ ἀλλήλοις προσλαλεῖν Μωσέα τὸν ἱερώτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον· Ἠλίας δὲ οὗτος ἦν. Ἔστι δὲ καὶ ἄλλο τι ἐννοῆσαι. Ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα κἀντεῦθεν τὸ μέσον ἴδωσι τοῦ δούλου, καὶ τοῦ δεσπότου. Μετὰ ταύτην δὲ καὶ ἑτέραν ἔννοιαν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ·» καὶ πάλιν· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·» ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασίς ἐστι τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς οὐ προσηκούσης, τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει.

Καὶ γὰρ Μωσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἂν περιεῖδε τὸν νόμον πατούμενον, ὡς ἐνόμιζον· οὐδ᾽ ἂν τὸν παραβαίνοντα αὐτὸν, καὶ τῷ τεθεικότι πολέμιον, ἐθεράπευσεν ἄν.

Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε. Καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν, καὶ Θεὸν ἑαυτὸν ἔλεγεν ἴσον τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρημένων.