Οὐκοῦν ἡ Μωσέως καὶ Ἠλία παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον ὑπὸ νόμου καὶ προφητῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην προκαταδειχθέντα παρ᾽ αὐτῶν, δι᾽ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου τὰ τῶν προφητῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ ἀλλήλοις προσλαλεῖν Μωσέα τὸν ἱερώτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον· Ἠλίας δὲ οὗτος ἦν. Ἔστι δὲ καὶ ἄλλο τι ἐννοῆσαι. Ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα κἀντεῦθεν τὸ μέσον ἴδωσι τοῦ δούλου, καὶ τοῦ δεσπότου. Μετὰ ταύτην δὲ καὶ ἑτέραν ἔννοιαν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ·» καὶ πάλιν· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·» ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασίς ἐστι τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς οὐ προσηκούσης, τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει.