Δύναται γάρ τις ὀξέως ἐργαζόμενος, ἐν μιᾷ ὥρᾳ ἐνέγκαι ἔργον ὡς ἀπὸ πρωΐθεν ἐργαζόμενος· ὁ λῃστὴς εἰς μίαν ὥραν ἤκουσεν τὸ, «Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἀλλ᾽ ἄκουσον τί φασιν ἐκεῖνοι· «Ἡμεῖς οἱ βαστάσαντες τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας·» Ἀληθεύουσιν· οὐ γὰρ ἐν νόμῳ ἐβάστασαν τὸ βάρος τοῦ ζυγοῦ τοῦ νόμου, ἀλλ᾽ ἐγένοντο καὶ οὗτοι ἴσοι τούτων διὰ τὸ ἔργον· «Ἑταῖρε, γὰρ, φησὶν, οὐκ ἀδικῶ σε.» Οὐκ ἀδικεῖ ὁ τῆς δικαιοσύνης κριτής· τὸ δὲ «θέλω τούτῳ χαρίσασθαι ὡς καὶ σοὶ,» μὴ νομίσῃς προσωποληψίαν εἶναι, μηδὲ κατὰ χάριν δίδοσθαι τὸν μισθὸν, ἀλλ᾽ οὕτω νόει· ἐπειδὴ οἵως ἂν ποιήσωμεν, οἵως ἂν ἐργασώμεθα, ἄξιον οὐδὲν ποιοῦμεν· πᾶσα γὰρ δικαιοσύνη ἀνθρώπου ὡς ῥακὸς ἀποκαθημένης· χάριν τὸ ὅλον ὠνόμασεν, ὡς λέγει Παῦλος, «Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται·» Θεοῦ τὸ δῶρον, οὐχ ὅτι οὐκ ἐργαζόμεθα, ἀλλ᾽ ὅτι κατ᾽ ἀξίαν οὐδὲν ποιοῦμεν· «Ὅτ᾽ ἂν γὰρ, φησὶ, ποιήσητε ταῦτα πάντα, εἴπατε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν.» Ἀμέλει γοῦν ἄρτον τῷ πένητι παρέχεις, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖς, ὁρᾷς τὸ, θέλω χαρίσασθαι.