Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η χρίση, η εξύψωση και η αληθής θεότης του σεσαρκωμένου Λόγου

Ερμηνεία της χρίσεως του Χριστού, της χορηγίας του Αγίου Πνεύματος και της καθέδρας Του εκ δεξιών του Πατρός, με έμφαση στην αληθή καθ' υπόστασιν ένωση των φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 11

Ὁ Δαυεὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν “Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ ”τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως “παρὰ τοὺς μετόχους σου.” οἴονται δέ τινες οὐ τῷ Μονογενεῖ πρέπειν τὰς τοιάσδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον· ὕθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἢ τῆς πρὸς Θεὸν ἑνότητος ἐψιλωμένος ἵνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καίτοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἂν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογένει, καὶ ταῖς Ἡσαΐου περὶ αὐτοῦ προφητείαις ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ”ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ- “μανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ”ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. διότι πρὶν ἢ “γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκ- ”λέξασθαι τὸ ἀγαθόν.”

ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν ὡς αὐτόχρημα ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἂν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν; ἀλλ᾽ ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος. πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι Ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτος ἔσται τις καίτοι κατὰ φύσιν ἄνθρωπος ὢν ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρὶ, χρηματίσαι δὲ καὶ Κύριος ἐν ἴσῳ τῷ κατὰ φύσιν, καὶ ἀγγέλους μὲν ἔχειν προσκυνητὰς, λατρεύουσαν δὲ τὴν σύμπασαν, καίτοι τῆς γραφῆς λεγούσης “Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ ”μόνῳ λατρεύσεις,” καὶ πρόσφατον ἐν ἡμῖν οὐκ ἐώσης εἶναι θεόν. ἀλλ᾽ ἐπ᾽ ἐκεῖνό που τάχα δραμοῦνται τὸ σύνηθες ἐπικούρημα, καὶ δὴ καὶ ἐροῦσιν ὡς ἑνώσει τῇ πρὸς Θεὸν τὴν τῆς κατὰ φύσιν θεότητος περικείσεται δόξαν. ὁμολόγει τοίνυν ἀληθῆ τὴν ἕνωσιν καὶ μὴ σοφίζου τὸ χρῆμα, διιστὰς μὲν τὰς φύσεις καὶ ἀνὰ μέρος ἑκάστην τιθεὶς, ἀσυναφῆ τε εἶναι θατέραν λέγων καὶ μόνην ἡμῖν τῶν προσώπων τὴν ἕνωσιν οὐκ οἶδ᾽ ὅπως ἐξευρηκώς.

Εἰρῆσθαι τοίνυν διαβεβαιούμεθα πρὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν ὡς καθ᾽ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὢν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν γέγονε καθ᾽ ἡμᾶς καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα διὰ τὸ ἀνθρώπινον καίτοι Θεὸς ὑπάρχων, καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεός· ἀλλ᾽ οἷον δι᾽ ἑαυτοῦ προσάγων ἡμᾶς τῇ χάριτι καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας, καίτοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν μετὰ τοῦτο καθ᾽ ἡμῶν τυραννήσασαν ἁμαρτίαν· “Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος ἀλλ᾽ ”αὐτὸς” ὁ Κύριος ἔσωσεν ἡμᾶς. εἰ δὲ δή τις οἴεται τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος.

εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπράχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρίσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἂν εἴη κατὰ φύσιν ἅγιος, μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς χρίσεως χρόνους ἤγουν ἀπεράντους αἰῶνας καὶ πρὶν γενέσθαι καθ᾽ ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος.

Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ; διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ᾽ ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν οὐδὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν. εἶτα τίς ὁ ἁγιάζων αὐτόν; ἐῤῥῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν εἰ τὰ τῆς ἀνθρωπότητος ἴδια Θεὸς ὢν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἂν εἰκότως παραιτοῖτο τὰ αὐτῆς; οὐκοῦν εἰ μὲν νοοῖτο καθ᾽ ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ Πνεύματι τὸν αὐτοῦ καταχρίει ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἂν ἐργάζοιτο δι᾽ οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ Πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος· “Ἰησοῦν ”γὰρ τὸν ἀπὸ Ναζαρὲτ, φησὶν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς “Πνεύματι Ἁγίῳ καὶ δυνάμει·” δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς τοῦτο λαβεῖν ἀξίοις.

καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἐνεφύσησε λέγων “Λάβετε Πνεῦμα Ἅγιον,” προσεφώνει δὲ καὶ τοῖς Ἰουδαίων δήμοις ὁ θεσπέσιος Πέτρος περὶ αὐτοῦ “Τῇ ”δεξίᾳ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύ- “ματος λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε τοῦτο ὃ ὑμεῖς ”βλέπετε καὶ ἀκούετε.” ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς ὑψῶσθαί τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ δοῦναι τὸ Πνεῦμα, ὑψοῦται δὲ δηλονότι ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς αὐτὸς ὢν ἡ χεὶρ τοῦ Πατρὸς, δι᾽ ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται. ὑψοῦται τοίνυν δι᾽ ἑαυτοῦ κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκώς “Ἐξέλθετε,” κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός.

Κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ᾽ ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις ἀποστόλοις “Πορεύομαι πρὸς τὸν Πατέρα ”μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.” ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι᾽ αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ᾽ ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι, καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ᾽ οὐκ ἔξω γέγονε τοῦ εἶναι ὅ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρίσθαι λέγεται, φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων δὲ φυσικῶς τῶν καθ᾽ ἡμᾶς καὶ τοσοῦτον, ὅσον ἂν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι᾽ ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ Λόγος τῷ ἰδίῳ Πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀῤῥαβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ μᾶλλον ἁγιασμοῦ καὶ τῆς ἑαυτοῦ δυνάμεώς τε καὶ δόξης.

τοιγάρτοι καὶ ἔφασκεν “Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν ”ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.” Ὅτι δὲ καίτοι κεχρίσθαι λεγόμενος παρὰ τοῦ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, οὐ πέπαυται τοῦ εἶναι ὃ ἦν τε καὶ ἔστι καὶ ἔσται διαπαντὸς, τουτέστι Θεὸς, αὐτὸς ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἐνδοιάζειν οὐκ ἐᾷ, κατὰ τοῦ αὐτοῦ προσώπου ἐντιθεὶς ἐφεξῆς Καὶ σὺ κατ᾽ ἀρχὰς Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

Εἶτα τούτοις ἐπισυνάπτων εὐθύς Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ οὐκ ἂν οἶμαι ὑπολάβοι τις σωφρονῶν ἕτερον εἶναι τὸν σύνεδρον τῷ Πατρὶ παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον. καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰουδαίων καθηγηταῖς “Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος ”υἱός ἐστιν; λέγουσιν αὐτῷ Τοῦ Δαυείδ·” εἶτα πρὸς αὐτοὺς ὁ Χριστός “Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν ”κύριον λέγων Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ “δεξιῶν μου;” σύνες οὖν ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει καὶ κατ᾽ ἀρχὰς ἔφη θεμελιῶσαί τε τὴν γῆν καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανοὺς, ὑπάρχειν δὲ καὶ διαπαντός· ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος καίτοι τῶν δι᾽ αὐτοῦ γεγονότων οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ, κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανασίαν· ἄφθαρτον γὰρ καὶ ἀνώλεθρον παρ᾽ αὐτὸν οὐδέν. προσεπάγει δὲ τούτοις σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς Πρὸς τίνα γὰρ εἶπε τῶν ἀγγέλων Κάθου ἐκ δεξιῶν μου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος κἂν εἰ γέγονεν υἱὸς Δαυεὶδ σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ καὶ ἀγγέλων; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ τὸ δουλοπρεπὲς αὐχοῦσι μέτρον καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ᾽ αὐτοῖς τὸ γνήσιον εἰς ὑπακοήν. εἰ δὲ δή τις λέγοι Καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς διὰ τῆς ἁγίας παρθένου γεγεννημένον θεμελιῶσαί τε τὴν γῆν κατ᾽ ἀρχὰς καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανοὺς, ἀντακούσεται παρ᾽ ἡμῶν ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν ἤγουν εὐδοκίαν, ἴδια μὲν εὑρήσει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος. <Πάντα ὑπέταξας τῶν ποδῶν αὐτοῦ.> Ἄνιθι, φησὶ, ταῖς ἐννοίαις εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν καὶ τίνα γέγονε πρῶτον, πολυπραγμόνει δὲ πῶς πεποιήμεθα παρὰ Θεοῦ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετιμήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς.