Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η καθ' υπόστασιν ένωση και η κατάργηση του θανάτου

Απόρριψη των χριστολογικών διαιρέσεων, επιβεβαίωση της καθ' υπόστασιν ενώσεως και ανάλυση της μετοχής του Λόγου στη σάρκα προς λύτρωση των πιστών από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 11

Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαί τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου τὴν δόξαν, πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου; ἔστι γὰρ ἐκ μήτρας Ἐμμανουὴλ καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ Υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα παρὰ τὸν ᾧ ταῦτα δέδοται παρ᾽ αὐτοῦ· πῶς οὖν ἔτι Κύριος εἷς μία τε πίστις καὶ ἓν τὸ βάπτισμα; εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ᾽ ὅ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ μνήμης ἠξιῶσθαί φαμεν αὐτὸν παρὰ τοῦ Θεοῦ Λόγου, ψυχικοὶ δὴ πάντως ἐσμὲν πνεῦμα μὴ ἔχοντες καθὰ γέγραπται· διορίζομεν γὰρ εἰς δύο τὸν ἕνα.

εἰ δὲ ἦν ἐν ἀρχαῖς ὅπερ ἐστὶ καὶ ἐξ αὐτῆς μήτρας Ἐμμανουὴλ, εἰ τὸν τῆς ἑνώσεως μὴ παραδεξόμεθα τρόπον, ἑαυτοῦ δὴ πάντως ὁ Λόγος διαμεμνήσεται, ἑαυτὸν ἠξίωσε τῆς ἐπισκοπῆς, ἑαυτὸν εὐεργετήσας ὁρᾶται, καὶ πολλὴν ἡμῖν ἐν τούτοις τὴν ἀτοπίαν εἰσκομιεῖ τῶν ἐννοιῶν ἡ δύναμις· οὐ γὰρ ἀλλότριον τοῦ Λόγου τὸ σῶμα αὐτοῦ, ἄλλως τε τίς ἄρα ἐστὶν ὁ κεκενῶσθαι λεγόμενος παρὰ τῆς ἁγίας γραφῆς;

Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναί φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ᾽ ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεώς τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ᾽ ἐπ᾽ αὐτοῦ λέγοιεν πεπράχθαι τὴν κένωσιν τοῦ Μονογενοῦς, κεκένωταί τι παθών· ᾧ γὰρ τὸ παθεῖν συμβέβηκε, πρέποι ἂν μᾶλλον καὶ τὸ τῆς κενώσεως χρῆμα. σεσώσμεθα τοίνυν δι᾽ ἑαυτῶν, εἴπερ ἐστὶν ἄνθρωπος καθ᾽ ἡμᾶς οὐχ ἑνωθεὶς καθ᾽ ὑπόστασιν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ᾽ ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καίτοι πρόσιμεν ὡς Θεῷ προσευχόμενοι καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτήματα. <Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς καὶ αὐτὸς παραπλησίως.> Ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν.

ὅτε τοίνυν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος καίτοι Θεὸς καὶ Κύριος ὢν κατὰ φύσιν καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνὲς εὖ μάλα τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι “Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς ”μου,” ποτὲ δέ “Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ ”Θεός.” Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν καίτοι πάλαι “μερίδες ”ἀλωπέκων” ὄντες, καθά φησιν ὁ Δαυείδ. ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι τοῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ᾽ αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός. καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ”ἦσαν κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν ἣν δέδωκάς “μοι δέδωκα αὐτοῖς.” καίτοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων χάριτι μεθ᾽ ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν. κατεσφράγισε γὰρ τῷ ἰδίῳ Πνεύματι πρὸς υἱοθεσίαν καὶ ἐν αὐτῷ “κράζομεν Ἀββᾶ ὁ πατήρ.” οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τε ἐσμὲν καὶ σαρκὶ καὶ ἐν φθαρτοῖς καὶ γηΐνοις σώμασι.

ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ζωὴ κατὰ φύσιν ὑπάρχων μετέσχε τῶν αὐτῶν καὶ οὐ καθ᾽ ἕτερον τρόπον ἀλλὰ παραπλησίως ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.

Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατισχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος Δαυείδ “Ἵνα τί, Κύριε, ἀφέστηκας ”μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσι;” ταύτῃτοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν ἀλλὰ δὴ γέγονεν ἐγγύστερον μεθ᾽ ἡμῶν ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος τουτέστιν ὁ ἄνθρωπος, καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν “ἀνακεφαλαιώσα- ”σθαι τὰ πάντα ἐν τῷ Χριστῷ” ἵνα λοιπὸν ἀτονήσῃ θάνατος καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾶν τοῖς ἐπιγείοις σώμασιν.

Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος “Ἐπειδὴ δι᾽ ἀνθρώπου θάνατος καὶ δι᾽ ἀνθρώπου ”ἀνάστασις νεκρῶν.” ἔδει γὰρ ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον. ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρηται καὶ τῶν ἐκείνου δειμάτων ὡς ἐπ᾽ αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾶν “Ποῦ σοι θάνατε ”τὸ νῖκος, ποῦ σου ᾅδη τὸ κέντρον;” ζωὴ γὰρ ὑπάρχων οὐσιωδῶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενος. οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτῷ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσιν ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὡμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ πῶς ἂν ὅλως νοοῖτο καὶ ἀδελφὸς ὁ παντὸς ἐπέκεινα γενητοῦ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, ταῖς κατὰ φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος;

πῶς κεκοινώνηκεν αἵματος καὶ σαρκὸς εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὖν ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος ἑνώσει τῇ καθ᾽ ὑπόστασιν συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς. <Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς.> Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ᾽ ἦν ἰσχνόφωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τὸ τηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαυεὶδ ψάλλει που καί φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραήλ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆ- ”ρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίων “Ἐξέτεινε τὰ ”κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παρα- “φυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μωυσέως ὁρᾶται κήρυγμα, προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς τὰ πρόσκαιρα καὶ εὐμάραντα· γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ.