Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στο δέκατο τρίτο κεφάλαιο της προς Εβραίους επιστολής

Σχολιασμός αποστολικών χωρίων για την άτρεπτη φύση του Θεού Λόγου, τη σταθερότητα των πιστών και την υπομονή του ονειδισμού του σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 11

οὐκοῦν εἰ μόνος ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ καὶ ὁ γεννήσας αὐτὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι πατήρ; ὅτι γὰρ οὐκ ἀλλοιοῦται γεγονὼς ἄνθρωπος καθ᾽ ἡμᾶς ὁ Λόγος, ἐν τούτοις διαμεμήνυκεν ὁ πνευματοφόρος. καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ χθὲς, τοῦ γεμὴν ἐνεστῶτος τὸ σήμερον, τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τό Εἰς τοὺς αἰῶνας· εἰ δὲ τὸ χθὲς καὶ σήμερον ἀντὶ τοῦ προσφάτου τινὲς δεχόμενοι διατείνονται, ὁ χθὲς καὶ σήμερον πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως· ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ᾽ ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστὸς, καὶ οὐ μεμέρισται, κατὰ τὴν Παύλου φωνήν;

ἢ δηλονότι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον σωματικῶς, ὁ αὐτὸς πνευματικῶς καὶ εἰς τοὺς αἰῶνας. <Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε.> Τὸ δὲ παραφέρεσθαι εἴρηται ἐκ μεταφορᾶς τῶν μαινομένων, τῶν τῇδε κἀκεῖσε περιφερομένων· ἢ τῶν εὐπαραφόρως ἐν ἴσῳ δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετακλινομένων, καὶ μηδὲν βέβαιον ἐχόντων· καίτοι Παύλου μὲν διακεκραγότος “Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι·” αὐτοῦ δὲ τοῦ Δεσπότου τὸ λίαν εὐπάροιστον καὶ εὐδιαπτόητον τοῦ τρόπου τὴν ἀνωτάτω τοῖς ἔχουσι τιθέντος διαβολὴν, καὶ δίκην ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων “Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ ”Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς·” τὸ γάρ τοι βεβαίως τε καὶ ἀκλινῶς ἱδρυμένον πρὸς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν ἀσφαλές τε καὶ ἄσυλον. <Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα κ.τ.λ.> Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος· ἀπέθανε μέντοι κατὰ τὴν σάρκα Χριστὸς, ἵνα ἡμᾶς καθαρίσῃ τῷ ἰδίῳ αἵματι. <Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν κ.τ.

λ.> Φέρωμεν τοίνυν τὸν ὀνειδισμὸν αὐτοῦ, τουτέστι τὸν ὑπὲρ ἡμῶν σταυρόν· οὕτω καὶ αὐτὸς ἔφη “Ὃς οὐ λαμβάνει τὸν ”σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστι μου “ἄξιος·” τὸ δὲ ἔξω τῆς πύλης, ἔξω τοῦ κόσμου νοεῖν ἔοικε· ζωῆς γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ. <Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας κ.τ.λ.> Σὺ δέ μοι ὅρα πάλιν, ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκαλεῖ· εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς “ἑκάστῳ κατὰ τὰ ἔργα ”αὐτοῦ,” διά τε τοῦτο τοὺς εὖ ποιοῦντας τὸν πλησίον ἀποδεχόμενος καὶ λέγων “Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμέ- ”νην ὑμῖν βασιλείαν, ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν,” καὶ τὰ ἑξῆς, πῶς οὐκ ἔσται Θεὸς ὁ οὕτως ἀποκεκλημένος διὰ τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ ποιούντων θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέπουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσπέμπων τὸν τῶν ἁγίων χορόν;