Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Η εκκλησιαστική τάξη, η έννοια της κεφαλής και η τριαδική θεολογία

Δογματική και ερμηνευτική προσέγγιση της σχέσης των φύλων, της ευπρέπειας στις λατρευτικές συνάξεις και της αναίρεσης των πλανών περί της φύσεως του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 8

ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Δ. <Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν.> Ἐπειδή τινες τῶν ἐν Κορίνθῳ νεοπαγεῖς τὸν τῆς προσευχῆς ἀγνοοῦντες τρόπον εἰσοικισάμενοι μὲν τὴν πίστιν, οὐ μὴν ἔτι καὶ ἠκριβωκότες τίνα χρὴ τρόπον εἰς οἶκον ἰέναι Θεοῦ· προσῄεσαν μὲν προσευξόμενοι τῷ Θεῷ καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσκομίσαντες λιτὰς, εἶτα τοῦτο εὑρὼν ἐν ἀκαλλεστάτῳ σχήματι· ἄνδρες γὰρ τῶν ἐξ ἔθους περιβλημάτων οὐκ ἀπογυμνοῦντες τὰς κεφαλὰς ἐποιοῦντο τὴν πρόσοδον, γύναια δὲ ὁμοίως ἀκατασκίαστόν τε καὶ ἀναμφίεστον ἔχοντα τὴν τρίχα προσῄεσαν τῷ Θεῷ, μονονουχὶ καταβοώσης ἀμφοῖν τῆς φύσεως· δεδώρηται γὰρ ἀνδρὶ μὲν τὴν παῤῥησίαν, αἰδοῖ δὲ τὸ γύναιον συστέλλει πρὸς εὐκοσμίαν. ἐπειδὴ δὲ ἦν ἀκόλουθον λογισμοῖς αὐτοὺς ἀναγκαίοις ἐκδυσωπεῖν εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ἃ χρὴ, καὶ οἱονεί τινα βραβευτὴν τοῦ ἑκατέρῳ πρέποντος τὸν τῆς φύσεως ποιεῖσθαι νόμον, πειρᾶται ὁ Παῦλος ἐκ τοῦ φυσικοῦ νόμου πεῖσαι φρονεῖν ἃ χρὴ, καὶ ἄνεισιν ἐπὶ τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν. κεφαλὴν ἐνθάδε φησὶ τὸ ἀρχέτυπον κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕκαστον νοοῖτ᾽ ἂν εἰκότως, καὶ οὐσιώδη πως τὸν τῆς εὐγενείας, εἴτ᾽ οὖν ἑτέρως ὁμοφυΐας, διακληρώσασθαι τρόπον.

γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τουτέστιν Ἀδὰμ, κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ· οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημιουργός “Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.” οὐκοῦν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστὸς, ἀρχέτυπος μὲν ὡς Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ᾽ ἡμᾶς καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, καὶ γοῦν υἱὸν ἑαυτὸν ἀνθρώπου κατονομάζεται πανταχοῦ καίτοι τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν ἀπόῤῥητον ἔχων· γέγονε λοιπὸν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου τουτέστιν Ἀδὰμ ἡ γυνὴ, ἔκφυλος δὲ οὐδαμῶς, ὁμοφυὴς δὲ μᾶλλον καὶ ὁμοειδὴς αὐτῷ· καὶ τοῦτο αὐτὸς διωμολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ φήσας “Τοῦτο νῦν ”ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου,” καὶ τὰ ἑξῆς.

Ἐπειδὴ δέ τινες γενητὸν λέγουσι τὸν Υἱὸν, ὡς καὶ τὰ λοιπὰ κτίσματα, ὧν, φησὶν, ἐστὶ κεφαλὴ ὁ Χριστός· κεφαλὴ γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός· διενθυμεῖσθαι δεῖ καὶ πρό γε τῶν ἄλλων αὐτοὺς ὅτι τῆς βλασφημίας ἡ δύναμις, οὐ τῆς ἐφ᾽ Υἱῷ θεωρίας ἅψεται μόνης, διελάσει δὲ ὥσπερ ἀσχέτῳ διάττουσα δρόμῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα· καὶ τίνα τρόπον, ἐρῶ. εἰ γὰρ εἶναι γενητόν φασιν, καὶ τοῖς κτίσμασιν ἐναρίθμιον ἡγεῖσθαι πρέπειν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἐπείπερ ἐστὶ κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἂν νοοῖτο κατὰ τὸν ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἴπερ ἐστὶ κεφαλὴ τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοί φασι, πάντη τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι φυσικοῖς εἰς ταυτότητα συνδεῖται νόμοις· οὐκοῦν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές· πῶς οὖν ἔτι τὴν τῶν γεγονότων ὑπερνήχεται φύσιν; ἢ τίνα ζητήσωμεν τὸν ὅλων Δημιουργόν; ἀλλ᾽ οὐ ταῖς ἐκείνων ἀβελτερίαις ἑψόμεθα· πόθεν;

ἀγένητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγενήτου Πατρὸς τὸν ἐξ αὐτοῦ φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις ὁμόφυλα κατά γε τὸ ἀνθρώπινον εἰς “κεφαλὴν τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ ”τὸ σῶμα αὐτοῦ·” πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι κατὰ τὴν τοῦ Παύλου φωνήν. <Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ κ.τ.λ.> Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται καὶ ὁριστὴν τὸν τῆς φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παῤῥησία πρεπωδεστάτη, γυναικὶ γεμὴν τὸ ἐγκαλύπτεσθαι κόσμος· οὐκοῦν ὕβρις εἰς τὸ ἀρχέτυπον εἴη ἂν καὶ μάλα εἰκότως, τῆς εἰκόνος τὸ ἀκαλλές· εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παῤῥησίαν, ἀκατακάλυπτον ἔχων τὴν κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν· ἐλεύθερον γὰρ τὸ θεῖον καὶ πέρα μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ τεθαυμασμένον. καὶ εἴπερ ἐστὶν ἡ γυνὴ καθ᾽ ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος, καὶ δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις, τί τὸ πρῶτον φιλονεικεῖ τὸ ὑστερίζον ἐν χάριτι;

κατ᾽ εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ, πλὴν ὡς διὰ μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν· οὐ γράψομαι αἰδοῖ περιστέλλουσαν, ὡς ἔνι, τὸ ζῷον καὶ στεφανοῦσαν τῇ κόμῃ· τὸ γάρ τοι παῤῥησιάζεσθαι, γυναιξὶν οὐκ ἀζήμιον. οὐκοῦν κατακαλυπτέσθω φησὶ διὰ τοὺς ἀγγέλους, δῆλον δὲ ὅτι τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. οὐχ ὅτι πάσχουσί τι ἐν τῷ ὁρᾶν γυναῖκας· ἄνθρωποι μὲν γὰρ τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς ἔχοντες σῶμα, καὶ ταῖς ἐμφύτοις ἡδοναῖς πρὸς τὰ αἰσχίω κατωθούμενοι, πάθοιεν ἂν τὸ βλάβος, ταῖς γυναίων ὥραις ἐφ᾽ ἃ μὴ πρόσηκεν ἐρεθιζόμενοι· περὶ δέ γε τῶν ἁγίων ἀγγέλων, τί ἄν τις ἔχοι τοιοῦτον ἢ νοεῖν ἢ φράσαι; ἅγιοι γάρ εἰσι καὶ ῥύπου παντὸς ἀμείνους ὅτι καὶ ἔξω σαρκὸς λεπτοῖς τε καὶ νοητοῖς καὶ τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον κεχρημένοι σώμασιν· ἀλλ᾽ ὅτι δυσφοροῦσι λίαν εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. πρέποι δὲ γυναιξὶ τὸ κατακαλύπτεσθαι· καὶ τούτου μάρτυς ἡ φύσις· ἡ γὰρ κόμη φησὶν ἀντὶ περιβολαίου δέδοται αὐτῇ. τηρείσθω τοίνυν καὶ ἐπ᾽ αὐτῷ τὸ πρέπον διὰ τοὺς εἰδότας ὑπὲρ ἡμᾶς τὴν τοῦ δημιουργήσαντος βούλησιν.

Χρῆται γεμὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν ἑτέρᾳ· ἔφη μὲν γὰρ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν ἄνδρα· κατόπιν δὲ τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐῤῥίφθαι τὸ θῆλυ, διισχυρίσατο σαφῶς ἐπάγων τὸ ἑξῆς Ἡ γυνὴ γάρ φησι δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· εἶτα περιστέλλων εὖ μάλα ἐφ᾽ οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ, προσεπάγει καί φησι Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικός. γέγονε μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ τοῦτό ἐστιν ἀληθές· εὕρηται γεμὴν εἰς ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής· συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις, ἀλλήλων ἐν χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην· Θεὸς δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ δημιουργὸς, προσεμπεδοῖ λέγων Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, παρῆκται γὰρ εἰς τὸ εἶναι τὰ πάντα διὰ Χριστοῦ.