Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Η ανακαίνιση της φύσεως, ο έσχατος Αδάμ και η νίκη κατά του θανάτου

Ερμηνεία της μεταμορφώσεως και αφθαρτοποιήσεως των σωμάτων, της αντιπαραβολής μεταξύ του χοϊκού και του επουράνιου ανθρώπου, και του εσχατολογικού θριάμβου επί της φθοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 8

ΤΟΜΟΣ Ζ. <Ἀλλ᾽ ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; κ.τ.λ.> Ὁ ΠΡΟΦΗΤΗΣ Ἡσαΐας μετὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον ὡς ἔσται κατὰ καιροὺς Θεοῦ κατανεύοντος, καὶ ἀφάτῳ δυνάμει μεταπλάττοντος εἰς ζωὴν τὸ τῷ θανάτῳ κεκρατημένον, προανακεκράγει λέγων “Ἀναστήσονται οἱ ”νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραν- “θήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα ”αὐτοῖς ἐστιν·” δρόσον οἶμαι λέγων τροπικῶς τὴν ζωοποιὸν ἐνέργειαν τοῦ Θεοῦ, καθ᾽ ἣν καὶ τὸ εἶναι τοῖς οὐκ οὖσι προσνέμει, καὶ τοῖς ἤδη παρενηνεγμένοις εἰς ὕπαρξιν τὸ εὖ εἶναι χαρίζεται· συνέστηκε γὰρ τὰ πάντα ἐν αὐτῷ, καθάπερ ἀμέλει καὶ δι᾽ αὐτοῦ παρήχθη πρὸς γένεσιν· ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἐπὶ γῆς πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμ- ”παντα πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου “τὸ πρόσωπον, ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐ- ”τῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου- “σιν· ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται, καὶ ”ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.” πέπονθε μὲν γὰρ ἡ ἀνθρώπου φύσις τοῦ θείου προσώπου τὴν ἀποστροφὴν ἐν Ἀδὰμ διὰ τὴν παράβασιν· τοιγάρτοι μονονουχὶ συγκέχυται καὶ τετάρακται, καὶ εἰς τὸν ἴδιον ὑπενόστησε χοῦν, κατεβιβάσθη τε καὶ εἰς θάνατον καὶ φθοράν.

ἐπειδὴ δὲ γέγονε καθ᾽ ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν μέθεξιν, ἀναμορφούμεθα πρὸς τὸ ἐν ἀρχαῖς καὶ οἷον ἀνεκτίσμεθα· κεκλήμεθα γὰρ εἰς καινότητα ζωῆς, τὸ τοῦ θανάτου διαδιδράσκοντες κράτος. καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος “Εἰ δὲ τὸ πνεῦμα ”τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν “Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν ”διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὅτε τοίνυν ἀνεβίω μὲν ὁ Χριστὸς πατήσας τοῦ θανάτου τὸ κράτος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων ὡς ἑψομένων πάντως τοῖς ἴχνεσιν αὐτοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῆ τὸ κατά τι γοῦν ὅλως ἐνδοιάζειν ἔτι περὶ τὸ τῆς ἀναστάσεως μυστήριον;

Εἴ τις ἕλοιτο τοῖς τῆς θεότητος ἔργοις περιεργότερον ἐνιεὶς τῆς ἑαυτοῦ διανοίας τὸν ὀφθαλμὸν πειρᾶσθαι περιαθρεῖν τῆς ἑκάστου παραγωγῆς τὸν τρόπον καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καταλήξειεν ἂν οὐδαμῶς τό Πῶς δὴ τοῦτο ἀπόπληκτον λέγων. πῶς γὰρ γέγονεν ὁ οὐρανὸς, ἐκ ποίας ὕλης ἢ πόθεν; ποίαν ἔχει τὴν ἕδραν; γῆ δὲ πῶς ἢ πόθεν καὶ ὅποι ποτὲ διερήρεισται; παρήχθη δὲ ὅπως ὁ ἡλίου κύκλος, σελήνη καὶ ἄστρα καὶ τὰ ἕτερα τῶν κτισμάτων; πῶς δὲ ὁ τῶν ὅλων Δημιουργὸς χοῦν ἀπὸ γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον; πῶς εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκας ἡ γῆ μετεπλάττετο; εἰ δὲ εἴπερ οὐχ εὑρεθησόμεθα τὸν ἐφ᾽ ἑκάστῳ τῶν πεποιημένων ἀποδοῦναι λόγον, ταύτῃ καὶ ἀναιρήσομεν ὅτι καὶ γεγόνασιν ὅλως, ὅποι ποτὲ λοιπὸν ἐκτελευτήσειεν ἂν ἡ τῶν ἐννοιῶν ἤτοι σκαιῶν ἐγχειρημάτων ἔκβασις;

Τὸ μετὰ τὴν Χριστοῦ ἀνάστασιν ἀμφιβάλλειν περὶ ἀναστάσεως, δυσβουλίας ἐστὶ καὶ ἀμαθίας καὶ ἀλαζονείας, τὸ λέγειν ἐπὶ τῶν τοῦ Θεοῦ ἔργων τὸ πῶς, ἀλλὰ μὴν καὶ τὸ λέγειν Ποίῳ σώματι ἐγείρονται οἱ νεκροὶ καὶ τοῦτο εὔηθες· εὔδηλον γὰρ ὅτι τῷ αὐτῷ. καὶ γὰρ καὶ ὁ Κύριος τὴν ἑαυτοῦ σάρκα ἀνέστησεν ὡς ἦν. ἐπειδὴ δέ τινες λέγουσι προὐπεῖναι τὴν ψυχὴν, τιμωρίας δὲ ἕνεκεν ἐνδεσμεῖσθαι τῷ σώματι, ἀθετοῦσιν οὐ μόνον τὸν τῆς δημιουργίας λόγον καθ᾽ ὃν ἐπὶ ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν.

Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐρεῖς Ναὶ λέγεις ὀρθῶς· παρίημί τε λοιπὸν τὸ χρῆναι ζητεῖν Πῶς ἐγείρονται οἱ νεκροί· διειδέναι γεμὴν ἀναγκαῖον ποίῳ σώματι ἔρχονται· ἆρα γὰρ τὸ ἐκ γῆς δὴ τοῦτο καὶ τῇ φθορᾷ κάτοχον ἀναβιώσεται σῶμα, ἢ ἕτερόν τι παρ᾽ αὐτὸ πλὴν ἐξ αὐτοῦ; φαίην δ᾽ ἂν ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὡς ὁ μὲν ὀρθὸς τῆς πίστεως λόγος περιίστησιν ἡμᾶς εἰς τήνδε τὴν σάρκα τὴν ἀνάστασιν· ἀνεβίω γὰρ οὕτω Χριστὸς ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ ἀρπαχὴ τῶν κεκοιμημένων· ἐπειδὴ δὲ οὐ σφόδρα τισὶν ἀρέσκει τὸ δόγμα, φέρε παραθέντες ὃν εὖ ἔχειν οἴονται λόγον, τὰ εἰκότα λέγωμεν· (εἶτα παραθεὶς τῶν προϋπάρχειν λεγόντων τὰς ψυχὰς τὰς μυθολογίας φησίν) Εἶτα πῶς ἀποσεμνύνεται Θεὸς ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ; φησὶ γάρ που πρὸς τὸν μακάριον Ἰώβ “Εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν ”αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;” πέρα γὰρ οἶμαι παντὸς ἂν ἴοι θαύματος τὸ λογικὸν ἐκ γῆς ἀποτελέσαι ζῷον· πῶς δὲ γεγονότα τὸν ἄνθρωπον εὐθὺς καὶ πεπλασμένον ἐκ γῆς εὐλόγησεν ὁ Δημιουργός “Αὐξάνεσθε καὶ πληθύνεσθε λέγων καὶ πλη- ”ρώσατε τὴν γῆν;” (

καὶ πολλὰ ἕτερα πρὸς αὐτοὺς εἰπὼν, ἐπιφέρει) ἀρίστῳ χρῆται παραδείγματι ὁ θεσπέσιος Παῦλος, πίπτειν μὲν εἰς γῆν τὸ σῶμα λέγων οἷά τινα κόκκον, οὐχ οὕτως ἀναστησόμενον καθὰ καὶ ἐσπάρη γυμνὸν, ἀλλ᾽ ὡς ἐν ἀμφιάσει καὶ περιστολῇ τῶν ἐξ ἔθους ἐμφυομένων αὐτῷ, καλάμης δὴ λέγω καὶ φυλλάδος· δίδωσι γάρ φησιν ὁ Θεὸς ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.

ἐπειδὴ γὰρ οὐχ ἅπαντας τοὺς κεκοιμημένους ἀναβιώσεσθαί φησιν ἐν δόξῃ, κἂν εἰ πάντες ἐν ἀφθαρσίᾳ· οὐ γάρ που τοῖς ἀνεπιεικέσι καὶ τοῖς τῶν φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφανοῦσθαι πρέπει· ταύτῃτοι χρησίμως διαφόρων μέμνηται σπερμάτων, οἷς καὶ διανέμει Θεὸς, καθ᾽ ὃν ἂν ἕλοι τρόπον αὐτὸς, τὸ ἐν τοιῷδε τυχὸν ἢ ἑτεροίῳ σχήματι διαφέρεσθαι· φησὶ γάρ Καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. <Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια.> Εἷς μὲν ὁ λόγος καθὸ σῶμα ἑκάστου καὶ ἔστι καὶ λέγεται, μερίζεται δὲ εἰς διάφορα καθ᾽ ἕτερόν τινα λόγον· καὶ ἀναβιώσεται μὲν ἐν ἀφθαρσίᾳ τὰ πάντων σώματα, πλὴν ἔσται τις διαφορὰ περί γε τὴν δόξαν καὶ τὴν περιστολὴν ἣν ποιοῖτο Θεὸς, τὰ πρὸς ἀξίαν ἑκάστῳ διανέμων. <Ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.> Ἰστέον ὅτι δυσὶν ἀρτίως παραδειγμάτοιν εἰς μέσον ἡμῖν παρενηνεγμένοιν τοῦ τε κατὰ τὸν κόκκον φημὶ, καὶ τοῦ διεκφαίνοντος τὴν τῶν οὐρανίων σωμάτων τὴν ὡς ἐν δόξῃ διαφορὰν, ἀποφέρει τέως πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμφέρειαν, καί φησι τὸ ἑξῆς· <Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ.> Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος ἐγκαταβληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ κάλλους ἀναφὺς θαυμάζεται, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε καὶ ἀφθαρσίᾳ καὶ μὴν καὶ δυνάμει κατημφιασμένον.

ἄξιον δὲ θαυμάσαι τοῦ θεηγόρου τὴν νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται πεποιθὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθορὰν, εὐτέχνως δὴ λίαν καὶ σοφῶς πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγματος φύσιν ἐξομοιῶν. οὐκοῦν τῷ κόκκῳ παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα, φησὶν, ἀλλ᾽ εὖ μάλα περιεσταλμένον τὴν ἀφθαρσίαν καὶ τὴν δόξαν, καὶ πρός γε τούτοις τὸ εὐσθενὲς, καὶ μὴν καὶ τοῦτο καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων Δημιουργοῦ πρὸς πᾶν τοὐναντίον τὰ ἐν αὐτῷ.

ἐνυπάρχει μὲν γὰρ τῷ πεσόντι σώματι καὶ οἷον εἰς γῆν ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς, κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παράβασιν καὶ τὴν ἐπὶ τῷ θανάτῳ δίκην, ἀναφωνούσης ἡμῖν τῆς φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ παρεισβεβληκότων ἡ ἀπόθεσις, ἀντεισκρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις· ἀνεκαινίσμεθα γὰρ ἐν Χριστῷ κατὰ τὰς γραφάς· ἔφη γὰρ προφήτης ἅγιος “Θάρσει Σιὼν, μὴ ”παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, “δυνατὸς σῶσαί σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει ”αὐτοῦ.” ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, τότε δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ “καινὴ κτίσις· καὶ τὰ μὲν ἀρχαῖα ”παρῆλθε, γέγονε δὲ καινά.” ποῖα δέ φησιν ἀρχαῖα; τὰ παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα· παλαιὰ μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ ἄναλκι, καὶ πρός γε τούτῳ τὸ δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα· καινὰ δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ πνευματικόν· ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευματικόν.

Τί τὸ πνευματικὸν εἴη ἂν ὢ μυσταγωγέ; ἆρα γὰρ ἔσται σὰρξ μὲν οὐκέτι, συγκείσεται δὲ οὐδαμῶς, καθάπερ ἀμέλει καὶ νῦν ἐξ ὀστῶν τε καὶ νεύρων δι᾽ ὧν ἂν ἡ τοῦ καθ᾽ ἡμᾶς σώματος ἀποτελοῖτο φύσις· ἔσται δὲ μᾶλλον ἰσχνόν τε καὶ ἀερῶδες καὶ σκιαῖς ὀλίγα παραχωροῦν φησιν; οὐδαμῶς· εἰ γὰρ ὧδε ταῦτα ἔχειν οἴονταί τινες, οὐκ αὐτό που πάντως ἀναβιώσεται τὸ πίπτον εἰς γῆν, ἀλλ᾽ ἕτερόν τι παρ᾽ ἐκεῖνο, καὶ τῷ πρώτῳ προσεοικὸς οὐδέν· φαίην δ᾽ ἂν εἶναι πνευματικὸν, οὐ τὸ ἐν εἴδει σκιᾶς, ἤγουν ἀσωμάτου πνεύματος, τὸ ἀφεστηκὸς δὲ μᾶλλον καὶ μὴν καὶ εἰσάπαν ἀπηλλαγμένον τοῦ σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος. εἰ γάρ ἐστί φησι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν. ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν, περιθείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν ἤγουν τὸ σαρκικὸν, καθάπερ ἀμέλει καὶ σοφίαν νοοῦμεν ψυχικὴν καὶ ἐπίγειον τὴν καθ᾽ ἡμᾶς τε καὶ ἀνθρωπίνην· οὕτω κἂν εἰ λέγοιτο σῶμα ψυχικὸν, οὐκ ἂν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαφύγοι γραφὴν, ἐπεὶ κατὰ τίνα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί τινες καὶ πνευματικοί;

γέγραπται γὰρ ὅτι “ψυχικὸς ἄνθρω- ”πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ “αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς ”δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.” ἐπειδὴ δὲ ἦν ἀκόλουθον τὸν ἐπὶ τῷδε λόγον καὶ διὰ πραγμάτων ἐμπεδοῦν, προσεπάγει καί φησιν Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ψυχικὸν μὲν οὖν ὠνόμασε τὸν Ἀδάμ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ εἰς ψυχὴν πεποιῆσθαι ζῶσαν, ὡς οὐκ εἰς ἅπαν ἀπηλλαγμένον σαρκικῶν ἐπιθυμιῶν· αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς τὰ τῆς σαρκὸς ὁρῶσαί τε καὶ τετραμμέναι πάθη, κἂν εἰ νόμον ἔχοιεν τὸν συνήγορον, ἀλλ᾽ οὖν εἶεν ἂν κατά γε τὸ ἀληθὲς σαρκικῆς ἀσθενείας ἐγκλήματα, εἰ πρός γε τὴν τῶν δρωμένων ὁρῶν τις φύσιν. οἷον δή τι φημί “Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος·” ἐγκαταβέβληται γὰρ τῇ τοῦ σώματος φύσει παρὰ τοῦ πάντων δημιουργοῦ κίνησις ὀρεκτικὴ, διανιστᾶσα τὸ ζῷον εἰς παιδοποιΐας ἔφεσιν· εἴρηται γὰρ πρὸς τὸν ἄνθρωπον “Αὐ- ”ξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν·” καὶ ὁ πλάσας δὲ, φησὶν, ἐν ἀρχῇ, “ἄρσεν καὶ θῆλυ ἐποίησεν ”αὐτούς.” οὐκοῦν ἀκαταιτίατος μὲν ἡ εἰς μόνον ὁρῶσα παιδοποιΐαν ἔφεσις· πλὴν ὅσον ἧκεν εἰς τὴν τοῦ δρωμένου φύσιν, εἴη ἂν σαρκικὸν τὸ πάθος ἤτοι ψυχικόν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀδιαβλήτων παθῶν.

οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ᾽ εἰς πνεῦμα γέγονε ζωοποιοῦν· ἑνώσας γὰρ ἑαυτῷ τὸ ἀνθρώπινον ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς κατὰ φύσιν Θεὸς Λόγος, οὐ τὴν καθ᾽ ἡμᾶς ἀνθρωπίνην, ἀλλὰ θεῖάν τινα καὶ θεοπρεπῆ καὶ ἀμώμητον παντελῶς διεβίω ζωήν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀνέπαφον μὲν ἡδοναῖς ἐκτόποις ἔχων τὸν νοῦν, ἐπιθυμίαις δὲ ταῖς τῶν ἐδωδίμων οὐχ ἁλώσιμον· εἰ γὰρ καὶ ὁρᾶται μετεσχηκὼς τροφῆς καὶ ποτοῦ, διά τοι τὸ πιστεύεσθαι κατὰ ἀλήθειαν εἶναι ἄνθρωπος καθ᾽ ἡμᾶς, ἀλλ᾽ οὖν ἐλευθέραν ἐποιεῖτο τὴν μέθεξιν· ἦν μὲν γὰρ ἐν σαρκὶ δι᾽ ἡμᾶς οἰκονομικῶς, ὑπὲρ σάρκα δὲ πάλιν· πνεῦμα γὰρ ἦν ζωοποιὸν ὡς Θεός· ὁ δέ γε προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο· πεποίηται γὰρ εἰς ζῶσαν ψυχὴν, καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος.

Ὅτι τοίνυν ὁ ψυχικὸς οὐ φύσεως ἡμῖν διαφορᾶς ὑπεμφήνειεν ἂν, ζωῆς δὲ μᾶλλον ἠθῶν τε καὶ τρόπων ποιότητα, καθ᾽ ἣν ὁ μέν τις ἐστὶ τῷ γεωδεστέρῳ καὶ σαρκικῷ φρονήματι κάτοχος, ὁ δὲ τῇ τοῦ πνεύματος ἐλευθερίᾳ περιφανὴς, ἀποδείκνυσι σαφῶς ἀπό τε Ἀδὰμ τοῦ πρώτου καὶ τοῦ δευτέρου· ἄμφω μὲν γὰρ γεγόνασιν ἐν γηΐνοις σώμασιν, ἀλλ᾽ ἥ γε τοῦ φρονήματος οἱονεὶ ποιότης, καὶ μὴν καὶ τὸ ἑτεροίως ἑλέσθαι διαβιοῦν, τὸν μὲν ἀπέφηνε ψυχικὸν, ἕτερον γεμὴν ἀσυγκρίτως ἐν ἀμείνοσι τουτέστι πνευματικόν. <Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν.> Ἐπιλαμβάνεται δὲ τρόπον τινὰ τῶν καιρῶν καθ᾽ οὓς γεγόνασι, καί φησιν Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν· ἐπειδὴ ἔφη σπείρεσθαι μὲν εἰς γῆν τὸ σῶμα ψυχικὸν, ἀποφαίνει λευκῶς ὡς ἔστιν οὐκ ἀπαράδεκτον τῇ τοῦ ἀνθρώπου φύσει τὸ ἐκ φρονήματος ψυχικοῦ μεταφοιτᾶν εἰς πνευματικὸν, καὶ ὅτι πρεσβύτερον τοῦ πνευματικοῦ τὸ ψυχικὸν εἴη ἄν· καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; <Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός κ.τ.λ.> Ὁ πρῶτός φησιν ἄνθρωπος τουτέστιν Ἀδὰμ, εἰς ψυχὴν πεποίητο ζῶσαν, τουτέστι γεώδης καὶ σαρκικός· ὁ γεμὴν δεύτερος ἐξ οὐρανοῦ· εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος κατὰ τὰς γραφὰς, ἀλλ᾽ ἠ ...

καὶ ὁ ἐξ οὐρανοῦ καὶ “ἐπάνω πάντων,” κατὰ τὴν Ἰωάννου φωνήν· οὐκοῦν ἄμφω μὲν ἤστην, ὡς ἔφην, ἐν γηΐνοις σώμασιν, οὐ μὴν καὶ ἐν ἴσοις ἔτι κατά τε τὴν γνώμην ἤτοι τὸν τῆς ζωῆς τρόπον· ἦν μὲν γὰρ ὁ πρῶτος ἐν φρονήματι σαρκικῷ, πνεῦμα δὲ ζωοποιοῦν ὁ δεύτερος καὶ ἐξ οὐρανοῦ. καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τουτέστι τὴν πρὸς Ἀδὰμ ὁμοίωσιν, καὶ παθῶν ἡττώμενοι καὶ ἀσθενοῦντες εἰς ἁμαρτίας, καίτοι τῆς φθορᾶς ὑπενηνεγμένοι ζυγοῖς, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ· καὶ φιλοσαρκίας ἀμείνους καὶ τοῦ πλημμελεῖν ἐθέλειν ἔτι γεγενημένοι, καὶ αὐτὸν ἤδη νενικηκότες τὸν πάλαι δεινὸν καὶ δυσάντητον καὶ ἀγρίως καθ᾽ ἡμῶν τυραννήσαντα θάνατον. <Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.> Συνίστησι τὸ τῆς ἀναστάσεως καὶ διὰ τούτου μυστήριον· ἕως μὲν γάρ ἐστι τὸ σῶμα τὸ ἀνθρώπινον σὰρξ καὶ αἷμα, τουτέστι θνητὸν καὶ φθαρτὸν, Θεοῦ βασιλείαν, τουτέστι τὸ εἶναι διηνεκῶς, οὐκ ἂν δύναιτο κληρονομεῖν.

πᾶσα δὴ οὖν ἀνάγκη καταπίνεσθαι τὴν φθορὰν καὶ ἀφανίζεσθαι τὸ εὐμάραντον, μεταπλάττεσθαι δὲ πρὸς ἀφθαρσίαν αὐτὸ, καὶ θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δόξῃ καταφαιδρύνεσθαι· κληρονομήσει γὰρ τότε τὴν τοῦ Θεοῦ βασιλείαν. <Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.> Μέγα καὶ οὐράνιον ἀληθῶς τὸ μυστήριον, καὶ ἀποκαλυφθὲν αὐτῷ πάντως που διὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, “ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ”ἀπόκρυφοι.” αὐτὸς γάρ ἐστι καὶ τῶν ἔσεσθαι προσδοκωμένων διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει “δουλείας εἰς ”τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.” καὶ εἰ ταῦτα ἀληθῆ, πῶς οὐκ ἔδει πάντη τε καὶ πάντως συνκαινουργεῖσθαι τῇ κτίσει τὸν δι᾽ ὃν ἡ κτίσις, φημὶ δὲ τὸν ἄνθρωπον; ἔδει καὶ αὐτὸν ὁρᾶσθαι καινὸν, οὐ φθορᾷ τῇ πρώτῃ τυραννούμενον, οὐ σαρκικαῖς ἡδοναῖς εἰς ἁμαρτίας πλεονεκτούμενον, ἐγηγερμένον δὲ μᾶλλον ἐν ἀφθαρσίᾳ τε καὶ ἐν εὐσθενείᾳ καὶ ἐν τιμῇ καὶ θείᾳ τινι δόξῃ περιεσταλμένον.

ἔφη γάρ που καὶ ὁ θεσπέσιος Ἡσαΐας “Καὶ προπορεύσεται ἔμπροσθέν σου ”ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε·” καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς διεβεβαιοῦτο· σαφῶς, ὡς ἐν καιρῷ συντελείας τοῦ αἰῶνος τούτου ἀναβιώσονται μὲν οἱ νεκροὶ, “οἱ γεμὴν συνιέντες ἐκλάμψουσιν ὡς ”ἡ λαμπρότης τοῦ στερεώματος.” πλὴν οὐχ ἅπασιν ἀδιακρίτως ἡ τῆς τοιᾶσδε τιμῆς καὶ δόξης προκείσεται χάρις· πρέποι δ᾽ ἂν μᾶλλον ἀπολέγδην τοῖς τῶν ἄλλων ἐξῃρημένοις, οἳ καὶ σύμμορφοι γεγόνασι “τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ·” ἀναβιώσονται μὲν γὰρ ὁμολογουμένως τὰ πάντων σώματα τῇ τῆς ἀφθαρσίας χάριτι κατημφιασμένα, ἀλλαχθήσονται δὲ οὐ πάντες· ἀλλ᾽ οἱ μὲν φαῦλοι ἀπομενοῦσιν ἐν τῷ τῆς ἀτιμίας σχήματι ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι, οἱ δέ γε δίκαιοι ἀλλαχθήσονται μόνοι πρὸς τῷ τῆς ἀφθαρσίας ἀγαθῷ, καὶ τῆς θείας δόξης καταπλουτήσαντες τὴν περιστολήν. αὐτὸς τοιγαροῦν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ θεοπρεπεῖ “μετα- ”σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον “τῷ σώματι τῆς δόξης αὐτοῦ.” ποῖον δὲ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν;

τουτὶ τὸ ἐκ γῆς, τὸ τῷ θανάτῳ κατησχημένον ἐκ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς, ἣν λέλυκεν ὁ Χριστὸς “γενόμενος ὑπὲρ ἡμῶν κατάρα·” ἔσται δὲ ὁ μετασχηματισμὸς οὐκ εἰς ἑτέραν τινὰ φύσιν ἀποκομίζων ἡμᾶς, ἐσόμεθα γὰρ ὅπερ ἐσμὲν, τουτέστιν ἄνθρωποι, πλὴν ἀμείνους ἀσυγκρίτως· ἄφθαρτοι γὰρ καὶ ἀνώλεθροι, καὶ πρός γε τούτῳ δεδοξασμένοι. τί δ᾽ ἂν βούλοιτο δηλοῦν ἡ ἐσχάτη σάλπιγξ ἣ διανιστᾷ τοὺς νεκροὺς, αὐτὸς ἡμῖν σαφηνιεῖ λέγων ὁ θεσπέσιος Παῦλος “Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ ”ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐ- “ρανοῦ·” καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. οὐκοῦν παρεικάζει σάλπιγγι τὴν τοῦ ἀρχαγγέλου φωνὴν, καὶ τὸ θεῖον ἐκεῖνο καὶ φρικωδέστατον κέλευσμα. εἰ δὲ καὶ ὁ ἀρχάγγελός ἐστιν ὁ κεκραγὼς καὶ τὸ τῆς ἀναστάσεως σύνθημα διδοὺς τοῖς ἐν γῇ κειμένοις, ἀλλ᾽ οὖν τοῦ Χριστοῦ ἔσται φωνή· καὶ γάρ ἐστιν αὐτὸς ἰδίᾳ δυνάμει διανιστὰς τοὺς νεκροὺς, καὶ οὐχί που πάντως ἡ τοῦ ἀρχαγγέλου φωνή· δεσποτικοῖς γὰρ προστάγμασι πᾶσα κτίσις ὑπέζευκται λογική· ποία τοίνυν ὅλως ἀνάστασις ἔσται κατὰ ἀλήθειαν, εἰ μὴ αὐτό φαμεν ἀναβιώσεσθαι τὸ τῷ θανάτῳ κατησχημένον; ἢ τίνα τρόπον ἐροῦμεν, μονονουχὶ κατορχούμενοι τῆς φθορᾶς Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ τὰ ἑξῆς; <Ποῦ σου θάνατε τὸ κέντρον;

ποῦ σου ᾅδη τὸ νῖκος;> Ἰστέον δὲ ὅτι τὴν τοῦ προκειμένου ῥητοῦ παράθεσιν ὁ μακάριος Παῦλος κατὰ τὴν ἑβραίων ἔκδοσιν ἐποιήσατο· ἔχει δὲ οὐχ οὕτως ἡ τῶν ἑβδομήκοντα· γέγραπται γὰρ ἐν προφήταις “Ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη;” Πλὴν τὸ κέντρον τοῦ θανάτου φησὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· πλήττει μὲν γὰρ οἷά τις σκορπίος ὁ τὸ κέντρον ἔχων τοῦ θανάτου, τουτέστιν ὁ σατανᾶς. πλήττει δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ τῆς ἁμαρτίας· ἀλλ᾽ ἔδωκεν ἡμῖν ὁ Σωτὴρ “ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν καὶ ἐπὶ πᾶσαν ”τὴν δύναμιν τοῦ ἐχθροῦ.” κατηφάνισται γὰρ τοῦ θανάτου τὸ κέντρον, ἐξῃρημένης τῆς ἁμαρτίας καὶ οὐκ ἔτι δύναμιν ἐχούσης τὸν νόμον· κατακρίνει γὰρ ὁ νόμος τοὺς ἁμαρτάνοντας· τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος δύναμιν εἶναι τῆς ἁμαρτίας τὸν νόμον· λέλυται δὲ καὶ τοῦτο ἐν Χριστῷ· ἁμαρτία γὰρ ἡμῶν οὐ κυριεύσει, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν· χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρόφασις, εἰσόμεθα λέγοντος τοῦ μακαρίου Παύλου Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.