Ἄθρει δή μοι πάλιν ὅτι Χριστοῦ δεδωκότος αὐτοῖς τὴν διακονίαν τῆς καταλλαγῆς, κεχειροτόνηνται γὰρ δι᾽ αὐτοῦ πρὸς ἀποστολὴν, Θεὸν ἔφη τὸν δεδωκότα· Θεὸν οὖν ἄρα καὶ ἰσοκλεᾶ τῷ Πατρὶ διακηρύττουσιν αὐτὸν, μίαν εἰδότες τὴν ἀμφοῖν κυριότητά τε καὶ ἐξουσίαν· ποῖος οὖν ἄρα ἐστὶ, τίς οὗτος ἐπὶ τῆς διακονίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς καταλλαγῆς, ἐπιφέρει λέγων Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, τουτέστιν ὁ ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, Θεὸς ἦν· διὰ γὰρ πίστεως, ὡς ἔφην, τῆς εἰς Χριστὸν, εἰρηνεύσαμεν πρὸς Θεὸν, ἤτοι κατηλλάγμεθα. καὶ τούτου σαφὴς ἀπόδειξις, τῶν πεπλημμελημένων ἡ ἄφεσις, ἣν χαρίζεται μὲν ὁ Θεὸς καὶ Πατήρ· ὀρέγει δὲ πάλιν ἐπ᾽ ἐξουσίᾳ ὡς Θεὸς ὁ Υἱὸς, λέγων τῷ παραλυτικῷ “Ἀφέωνταί ”σοι ἁμαρτίαι σου.” οὐκοῦν ἐν Χριστῷ τουτέστιν ἐν προσώπῳ Χριστοῦ, κόσμον ἑαυτῷ καταλλάσσει Θεὸς, μὴ λογιζόμενος τοῖς ἡμαρτηκόσι τὰ παραπτώματα αὐτῶν. ἐπειδὴ δὲ τετάγμεθα, φησὶ, πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ τέθειται τῆς καταλλαγῆς ἐν ἡμῖν ὁ λόγος· διάκονοι γάρ ἐσμεν Θεοῦ· ἀναγκαίως τοῖς οὕτω πεπιστευκόσι τὰς ὑπέρ γε σφῶν αὐτῶν λιτὰς, καὶ οἷον αὐτοῦ τὸ πρόσωπον ἀναλαβόντες Χριστοῦ, τοῖς ἀποφοιτᾶν ἐθέλουσί φαμεν Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ, πιστεύσαντες εἰς αὐτὸν, δῆλον ὅτι τὸν ὑπὲρ οὗ πρεσβεύομεν· Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός.