Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Ο πρώτος και ο έσχατος Αδάμ

Σύγκριση της καθολικής πτώσης, της φθοράς και της αμαρτίας που προήλθαν από τον προπάτορα, με την υπερβάλλουσα χάρη και τη λύτρωση που προσέφερε ο Χριστός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 8

πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητής “Ἡ πίστις συνήργει τοῖς ἔργοις ”καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη·” ἔφη δέ που καὶ αὐτὸς ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἁβραάμ “Πίστει προσενήνοχε τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν ”μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, “πρὸς ὃν ἐλαλήθη Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· ”λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός.” οὐκοῦν κἂν εἰ λέγοιτο τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ᾽ ἦν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐναργής. <Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ.> Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων “Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν ”υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς “αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.”

ἔδωκε γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον υἱόν· ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑτέρου τινὸς χάριν γέγονε “σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” ἢ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας, καταργήσῃ δὲ καὶ αὐτὸν “τὸν τὸ κράτος ”ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν” σατανᾶν· καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ᾽ ἡμῶν τυραννήσασαν ἁμαρτίαν· ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ ὡς ἐν ἀπαρχῇ τοῦ γένους καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ. παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δημιουργῷ· ταύτῃ τοι γέγονε καὶ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὁλοτρόπως δὲ ἀπολωλότας κατηλέησε πάλιν ὁ τῶν ὅλων δεσπότης· καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς, ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν, καὶ ἀνακομίζων εἰς τὸ ἀπ᾽ ἀρχῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι, πρόξενος δὲ μᾶλλον καὶ δοτὴρ τῆς πρὸς Θεὸν οἰκειότητος, δι᾽ ἁγιασμοῦ τε καὶ ἀφθαρσίας καὶ τῆς ἐν πίστει δικαιοσύνης.

ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως· οὐκοῦν ὡς δι᾽ ἑνὸς ἀνθρώπου φησὶν ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ᾽ ᾧ πάντες ἥμαρτον· εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις, βατὴν εἴργασται τὴν ἀνθρώπου διάνοιαν· “Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.”

ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ παναγίου Θεοῦ διά τοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν “ἐπὶ τὰ πονηρὰ ”ἐκ νεότητος,” ἀλογώτερον διέζωμεν βίον· καὶ “κατέπιεν ”μὲν ὁ θάνατος ἰσχύσας,” ὡς ὁ προφήτης φησὶν, ἐπλάτυνε δὲ καὶ “ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα ”αὐτοῦ τοῦ μὴ διαλιπεῖν·” ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν μιμηταὶ καθ᾽ ὃ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ᾽ οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπ᾽ οὐρανὸν, καθῄρηται γὰρ ἡ ἁμαρτία, πέπτωκεν ὁ σατανᾶς, κατήργηται δὲ καὶ ὁ θάνατος. <Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.> Ὁ νόμος ὁ διὰ Μωυσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας· κατειργάζετο δὲ μᾶλλον ὀργήν· ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις· οὗ δὲ δὴ ὅλως παραβάσεως τρόπος, ἐκεῖ που πάντως καὶ ἁμαρτία.

καὶ εἴπερ ἐστὶν ἁμαρτία θανάτου πρόξενος, πᾶσά πως ἀνάγκη συνεῤῥῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον· καθῃρημένῃ τε πάντως συγκατασείεσθαι, καὶ οἷά περ ἰδίᾳ συνδιολλύσθαι μητρί· ἦν οὖν ἄχρι νόμου ἁμαρτία φησὶν ἐν κόσμῳ· κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή· πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος. <Ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως κ.τ.λ.> Ἀλλ᾽ εἰ τοῦτο, τίνα τρόπον φαίη τις ἂν κατεκράτησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος; εἰ γὰρ καί τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διά τοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ᾽ ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅμοιον ὡσεὶ λέγοι τυχόν Ἐπιτρέχοντος τοῦ θανάτου καθ᾽ ὁμοιότητα τὴν Ἀδὰμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πως ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας. τύπον γεμὴν αὐτὸν τοῦ μέλλοντος εἶναί φησι, τουτέστι Χριστοῦ, καίτοι παραγεγονότος ἤδη, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας διαπεράναντος τὸ μυστήριον. πῶς οὖν μέλλοντα καλεῖ, φαίη τις ἂν ἴσως;

παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ᾽ αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς σωτήρ τε καὶ λυτρωτὴς, ἐπέφανε δὲ καιροῖς ἰδίοις καθ᾽ οὓς ἠθέλησεν ὁ δυνάστης· οὗτοι δέ εἰσιν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸν δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς· <Ἀλλ᾽ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα;> Ὅμοιον γὰρ ὡς λέγοι Κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπαρχὴ τοῦ γένους· ἀλλ᾽ ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν· τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; οὐχ ὡς τὸ παράπτωμα οὕτω καὶ τὸ χάρισμα; ἀλλ᾽ ἴσχυσε μὲν δι᾽ ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι᾽ ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐκ ἀληθὲς ἐκεῖνο εἰπεῖν;

εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ὑπερίσσευσεν· ἀνέξεται γὰρ ἥκιστά γε, φιλάνθρωπος ὢν ὁ δημιουργὸς, κατισχῦσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν δι᾽ ἑνὸς ἀνθρώπου ζωήν· ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς. <Καὶ οὐχ ὡς δι᾽ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα.> Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ· εἰ γὰρ δὴ, φησὶ, τὸ ἐξ ἑνὸς, ἤτοι δι᾽ ἑνὸς, κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ᾽ ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν ὡς ἔφην τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἂν γένοιτο καὶ πίστει παράδεκτον καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἢ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μωυσέως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται Χριστὸς ὁ δεύτερος Ἀδὰμ, ὁδῷ τῇ πρώτῃ βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις.

δεδικαιῶσθαι δέ φαμεν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προήκοντα γεμὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν, ἀλλ᾽ ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς “οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στό- ”ματι αὐτοῦ.” <Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς κ.τ.λ.> Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν· οὐ γὰρ δὴ, φησὶ, φαίη τις ἂν ὡς ἦν εἰκὸς κατισχῦσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι᾽ ἑνὸς θάνατον, εὐσθενείας γεμὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ. <Ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα κ.τ.λ.> Προσεπάγει ταῖς προκειμέναις ἐννοίαις ὁ θεσπέσιος Παῦλος οἱονεὶ τὸ συμπέρασμα καί φησιν Ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος καὶ τὰ ἑξῆς. κατακεκρίμεθα μὲν γὰρ, ὡς προεῖπον, ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥίζης τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς, γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος· δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ.

ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προσκέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς· κατώλισθε γὰρ εἰς φθοράν· τότε καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν.

Ἀλλ᾽ εἴποι τις ἄν Ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο· εἶτα πῶς ἁμαρτωλοὶ δι᾽ αὐτὸν κατεστάθησαν οἱ πολλοί; τί πρὸς ἡμᾶς τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι καταδεδικάσμεθα σὺν αὐτῷ; καίτοι Θεοῦ λέγοντος “Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων,” οὔτε τέκνα ὑπὲρ πατέρων, “ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται·” τίς οὖν ἂν γένοιτο πρὸς ἡμᾶς τῆς ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται· ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον· πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ὅλος ἦν καὶ διὰ παντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γαλήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτῷ· ἐπειδὴ δὲ πέπτωκεν ὑφ᾽ ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος. νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πώποτε, ἀλλ᾽ ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρτίας.

ὥσπερ τοίνυν ἠῤῥώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. <Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.> Διαλογιεῖταί τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνό που καὶ λέγει “Τύπος ἦν τοῦ μέλλοντος” ὁ Ἀδὰμ, καὶ ὥσπερ ἐν ἐκείνῳ κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι᾽ ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐδενὸς τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι· εἶτα ποία γέγονε τῶν διὰ Μωυσέως νόμων ὡς ἐξ ἀνάγκης ἡ χρεία; πρὸς δὴ τὰ τοιαῦτα πάλιν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀνίσταται λέγων Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· τὸ δέ Παρεισῆλθεν, ἀντὶ τοῦ παρεισβέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως καὶ τὴς ἐν Χριστῷ δικαιοσύνης. καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία, σαφῶς ἀκούσει λέγοντος Ἵνα πλεονάσῃ τὸ παράπτωμα. τί φῂς, ὦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος, καὶ πεπλήθυνται δι᾽ αὐτοῦ τὸ παράπτωμα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρῦναι τῆς μυσταγωγίας τὸν τρόπον.

ἔφη τοιγαροῦν ὁ Δαυεὶδ ὅτι “πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρη- ”στότητα, οὐκ ἦν ἕως ἑνός·” διεφθάρκασι μὲν γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃτοι καὶ ἐκολάζοντο, κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμὸν, ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ᾽ οὖν καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις. πεπραχότας δὴ οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλαγάθως ἐσκέπτετο· ἀλλὰ δεῖν ᾠήθη καὶ μάλα ὀρθῶς πολὺ νοσοῦντας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γάρ φαμεν οὐ τὸν ἤδη δίκαιον, ἀλλ᾽ εἴ τις ἐστὶν ἁμαρτίαις ἔνοχος· πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἵνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο τὸ παράπτωμα, μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενὲς, ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις.