Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο ΣΤ'

Ερμηνεία της διδασκαλίας περί του πνευματικού πατρός των Ιουδαίων, της θεραπείας του εκ γενετής τυφλού, και ανάπτυξη της τυπολογίας του καλού ποιμένα έναντι των μισθωτών και των κλεπτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 13

ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ᾽ οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἢ τίνων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφ᾽ ἅπασιν ἐκφέρει τὸ κρῖμα, προσκειμένου ῥητοῦ Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. <Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.> ἈΠΟΒΟΥΚΟΛΗΣΑΣ εἰκότως τῆς ἀπὸ Ἁβραὰμ συγγενείας αὐτοὺς, ἔχοντάς τε ἀνομοίως τοῖς ἐκείνου τρόποις, καὶ πολὺ τῆς εἰς αὐτὸν τὸν Θεὸν εὐσεβείας ἐξεστηκότας ἐλέγξας, καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν ἐξηγησάμενος τοῦ μὴ δύνασθαι κατηκόους εἶναι τῆς παρ᾽ αὐτοῦ λαλιᾶς, ἐπιδεικνύει πάλιν, τίς ἂν μᾶλλον αὐτοῖς πρεπωδέστερόν τε καὶ οἰκειότερον ὀνομάζοιτο πατήρ. ὑμεῖς τοιγαροῦν φησιν ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, ὃν καὶ ἀνθρωποκτόνον φησὶν εἶναι ἐν ἀρχῇ, καὶ ἐν τῇ ἀληθείᾳ μὴ ἑστάναι, ψεύστην εἶναι· ψεύστην δὲ ὑπάρχειν αὐτῷ τὸν πατέρα, ὃν καὶ ἐν τοῖς ἐφεξῆς τίς ἂν εἴη σαφῶς διωρίσατο· αὐτὴ γὰρ ὡς ἐν ὀλίγοις ἡ τῶν προκειμένων προπέτεια πολλὴν ἔχουσα τὴν ἀσάφειαν, καὶ βασάνων τῶν ἐξ ἀκριβείας ὅτι μάλιστα δεομένη. βαθὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ οὐκ εὐκάτοπτος οἶμαι πολλοῖς· ὅσον μὲν γὰρ εἰς τὴν ἐξ ἑτοίμου ληφθῆναι δυναμένην διάνοιαν, οὐχ ἕτερόν τινα τοῖς Ἰουδαίοις ὁρίζεται πατέρα παρὰ τὸν ἐξ οὐρανοῦ κατολισθήσαντα σατανᾶν.

ἀλλ᾽ ἐν τοῖς ἐφεξῆς κείμενον ὡς περὶ τοῦ διορισθέντος αὐτοῖς πατρὸς, ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ, θορυβεῖ πως ἡμᾶς, μᾶλλον δὲ οὐ μετρίως ἐπαπορεῖν ἀναγκάζει. τίνα γὰρ τὰ εἰκότα δὴ φρονοῦντες ὑποτοπήσαιμεν ἂν γενέσθαι τῷ διαβόλῳ πατέρα, ἢ τίς πρὸ αὐτοῦ κατώλισθεν ἕτερος ᾧπερ ἂν ὡς ἐν εἴδει καὶ τρόπῳ ὁ μετ᾽ αὐτὸν παρεικάζοιτο; ἐν μὲν γὰρ τοῖς ἱεροῖς τε καὶ θείοις γράμμασιν οὐκ ἄν τις ἡμῖν ἐπιδείξοιτο τοιοῦτον ἀνάγνωσμα· παραδεκτὸν δὲ οὐδαμῶς εἰς πίστιν ὃ μὴ ταῖς θεοπνεύστοις εἴρηται γραφαῖς. πνεῦμα γὰρ ἅπαν τὸ ἐν δαίμοσι τελοῦν ὡς διαβόλου τέκνον σατανᾶς καλεῖται κατὰ τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ “Εἰ οὖν ὁ ”σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη·” ἀλλ᾽ ἕνα τῶν ἄλλων προὔχοντά τε καὶ ὑπερκείμενον ἐκεῖνον ἠκούσαμεν πρὸς ὃν εἴρηταί που διὰ τοῦ προφήτου Ἱεζεκιήλ “Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν ”τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ γεννηθεὶς, πάντα “λίθον χρηστὸν ἐνδέδυσο.” τίνα τοίνυν ὑπάρχειν ἕτερον ἀνεγκλήτως ὑποτοπήσομεν, πρὸς ὃν οὗτος ἐμορφώθη, κατ᾽ εἶδος λέγω τὸ ἐν φαυλότητι;

τινὲς μὲν γὰρ τῶν παλαιοτέρων ἐξηγητῶν τὰ ἐν τῷ προκειμένῳ διαλαμβάνοντες, τὸν μὲν ἀρχαῖον ἐκεῖνον σατανᾶν, ὃς καὶ τῶν ἄλλων ἁπάντων δαιμονίων πρωτοστάτης νοεῖται, δεδέσθαι φησὶ τῇ τοῦ Θεοῦ δυνάμει, καὶ εἰς αὐτὸν ἐῤῥίφθαι τὸν τάρταρον τὰς ἐφ᾽ οἷς εἰς Θεὸν πεπαρῴνηκεν εὐθύνας ὑφέξοντα, ἕτερον δὲ μετ᾽ ἐκεῖνον ἀναπεφάνθαι τινὰ, ταῖς τοῦ πατρὸς βδελυρίαις ἰσοτροποῦντα· καλῶς τὸν νῦν ἄρχοντα τοῦ αἰῶνος τούτου, περὶ αὐτοῦ τε φάναι τὸν Σωτῆρα διισχυρίσαντο, ὅτι καὶ ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ὅτι ψεύστης ἐστὶν ὥσπερ ὁ πατὴρ αὐτοῦ.

Ἀλλ᾽ εἰ μὴ πολλὰ καθ᾽ ἑαυτοὺς ἐπὶ τούτῳ διενοούμεθα, κἂν εἰκότως τὸν λόγον ἐξ ἑτοίμου παρεδεξάμεθα· νυνὶ δὲ ἡμᾶς συναινεῖν ἀπερισκέπτως οὐκ ἐᾷ, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. κατὰ μὲν γὰρ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν, ἡ τοῦ διαβόλου τυραννὶς ἐδέχετο τὴν τοῦ καταπίπτειν ἀρχὴν, καὶ εἰς τὴν ἄβυσσον ἐξεπέμπετο τὰ πονηρά τε καὶ ἀκάθαρτα πνεύματα. καὶ γοῦν προσιόντες οἱ δαίμονες διαῤῥήδην αὐτὸν παρεκάλουν, “ἵνα μὴ αὐτοῖς ἐπιτάξῃ εἰς ”τὴν ἄβυσσον ἀπελθεῖν,” καθὰ γέγραπται. μεμνήμεθα δὲ ὅτι καὶ πολλὴν ἐποιοῦντο τὴν καταβοὴν ἐπὶ τούτῳ λέγοντες “Ἔα, τί ἡμῖν καὶ σοὶ Ἰησοῦ Ναζαρηνέ; οἴδαμέν σε τίς εἶ· ”ὁ ἅγιος τοῦ Θεοῦ· ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι “ἡμᾶς;” ὅτι μὲν γὰρ ἐπιδημήσας ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατατήξειν ἤμελλεν αὐτοὺς καὶ ποικίλως ἀνιάσειν, ᾔδεσάν που πάντως καὶ αὐτοὶ, πολὺν ὄντα τὸν περὶ αὐτοῦ λόγον εὑρίσκοντες παρὰ τοῖς ἐξ Ἰσραὴλ, κατῃτιῶντο γεμὴν ὡς ἀφιγμένον οὐκ ἐν καιρῷ, καὶ τοῦτο δρῶντες τυραννικῶς, καὶ τὸν τῆς ἐπιδημίας χρόνον κατηγοροῦντες δυστρόπως· πλὴν τό Πρὸ καιροῦ λέγουσιν, ὡς βασανισθέντες μὲν καθ᾽ ἕτερόν τινα χρόνον οὐδαμῶς, ἕνα δὲ προσδοκῶντες τὸν τῆς ἐπιδημίας, καθ᾽ ὃν ἔμελλον ἀνενδοιάστως ὑπομεῖναι τὰ προσδοκώμενα.

πρὸς δέ γε τοῦτο κἀκεῖνό φαμεν Εἰ ἐκείνου δεδεμένου, κατὰ τὴν τινῶν διάληψιν, ἕτερός τις ἠπάτησε τὸν Ἀδὰμ, καταλήγει δὲ οὔπω τῆς ἐφ᾽ ἧς κατηγορεῖται μανίας, ἀνυπαίτιος μὲν ἔσται παντελῶς ὁ πρῶτος ἐν τοῖς καθ᾽ ἡμᾶς, ἀπαλλάξει δὲ ὡς εἰκὸς καὶ παντὸς ἐγκλήματος ὁ λόγος αὐτὸν, οὔτε δὲ πεφόνευκέ τινα, οὔτε ἠπάτησεν, οὔτε ἐψεύσατο. ἀλλ᾽ οὐδὲ πρὸς αὐτὸν δικαίως λελέξεται παρὰ τοῦ Θεοῦ “Ὃν τρόπον ἱμάτιον ἐν αἵματι ”πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ “καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ”ἀπέκτεινας.” ἂν τοίνυν τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων κακῶν ἀμοιρεῖν ἐκεῖνον, ὃν καὶ πρῶτον εἶναί φασιν, ἐπιτρέπομεν, τίνα μιμεῖσθαι λοιπὸν ὁριούμεθα τὸν μετ᾽ ἐκεῖνον δεύτερον, ἢ πρὸς τίνα λοιπὸν ἐμορφώθη πλεονεκτῶν ἐν κακίᾳ τὸν ἡγούμενον, καὶ τῆς ἐκείνῳ φαυλότητος παχυτέρους ἔχων τοὺς χαρακτῆρας;

Ἀλλ᾽ ἦν μὲν ἴσως οὐκ ἀπεικὸς καὶ διὰ πλειόνων ἐλθεῖν τὸν ἐπὶ τούτῳ διερευνῶντας λόγον, τὸ γεμὴν σφόδρα διατείνεσθαι περιττὸν ἐφ᾽ οἷς ἥκιστα χρὴ λογιζόμεθα. οὐκοῦν ἐφ᾽ ἑτέραν ἰτέον διάνοιαν, καὶ ζητητέον ἀκριβῶς τίνα τοῖς Ἰουδαίοις πατέρα ὁρίζει ὁ Χριστὸς ἰσότροπόν τε καὶ ὁμογνώμονα, ὥσπερ ἂν εἰκότως καὶ πατὴρ ἐπιγράφοιτο δαιμόνιον, ἐκεῖνος ὁ ἀρχέκακος, τουτέστιν, ὁ σατανᾶς. ἀναφέρει τοίνυν αὐτοὺς ἐπὶ τὸν Κάϊν, ὃς πρῶτος ἀνθρώπων ἁπάντων ἐλέγχων μὲν οὐκ ἠγάπησε τὸν σωφρονιστὴν, φθόνου δὲ καὶ φόνου καὶ δόλου καὶ ψεύδους καὶ ἀπάτης ἀρχὴ μετ᾽ ἐκεῖνον ἐδείχθη τὸν σατανᾶν, οὗπερ ἂν δικαίως ὀνομάζοιτο καὶ υἱὸς, ἅτε δὴ καὶ πᾶσαν τῆς ἐκείνου πονηρίας ἀναματτόμενος ἐν ἑαυτῷ τὴν μόρφωσιν. ὅνπερ γὰρ τρόπον ἁγίῳ τε καὶ δικαίῳ τε παντὶ πατὴρ νοεῖται Θεὸς, αὐτὸς ὢν ἡ πάντων ἁγιασμοῦ καὶ δικαιοσύνης ἀρχὴ, τὸν αὐτὸν οἶμαι τρόπον παντὶ πονηρῷ πατὴρ ἂν εὐλόγως ὁ σατανᾶς ὀνομάζοιτο, αὐτὸς ὢν ἁπάσης πονηρίας ἀρχή· ἐπειδὴ δὲ τὸν μὲν Κάϊν δεδόσθαι τοῖς Ἰουδαίοις πατέρα, αὐτῷ δὲ τῷ Κάϊν τὸν σατανᾶν εἰρήκαμεν, φέρε δὴ πάλιν τοῖς ἑαυτῶν ἑπόμενοι λόγοις ἀναφανδὸν ἐπιδείξωμεν πρῶτον μὲν εἰς ἐλέγχους τοὺς παρὰ Θεοῦ τραχηλιῶντα τὸν σατανᾶν, εἶτα καὶ ἀπατήσαντα καὶ ψευσάμενον, καὶ τὸ τελευταῖον διὰ φθόνου φονεύσαντα.

ἐπιδείξαντες δὲ τούτῳ τὸν Κάϊν ἰσότροπόν τε καὶ ὁμογνώμονα, καταφέρομεν τὸν λόγον ἐπὶ τρίτου εἰς τοὺς Ἰουδαίους τῆς ἐν αὐτῷ φαυλότητος ὅλην ἔχοντας τὴν εἰκόνα.

Οὐκοῦν ἀτιμάσας μὲν ὥσπερ τὴν ἰδίαν ἀρχὴν, καὶ πολὺ τῶν ὑπὲρ φύσιν τὴν ἑαυτοῦ γλιχόμενος, ὅρον τε τὸν τῆς ἑαυτοῦ τάξεως οὐ τηρήσας ὁ σατανᾶς κατηνέχθη, καὶ πέπτωκεν ἐλεγχθεὶς ὥσπερ διὰ τούτου παρὰ Θεοῦ, καὶ τῆς οἰκείας φύσεως τὸ μέτρον ἐκδιδασκόμενος· ἀλλ᾽ οὐδεμίαν ἐντεῦθεν τὴν ὄνησιν ἔχων διὰ τὴν ἑαυτοῦ δυσβουλίαν, ἐνόσει τὰ χείρονα βλέπων μὲν οὐδαμῶς εἰς τὸ χρῆναι γοργῶς τὴν οἰκείαν γνώμην ἐπανορθοῦν, ἐν ἀκλονήτῳ δὲ ὥσπερ τῆς δυστροπίας διαμεῖναι σπουδάσας. ἐπειδὴ δὲ ὁ πρῶτος ἄνθρωπος ἐπλάσθη παρὰ Θεοῦ κατὰ τὴν Μωυσέως συγγραφὴν, καὶ ἦν ἐν τῷ παραδείσῳ τὴν δοθεῖσαν ἔτι ἐντολὴν φυλάττων, τὴν ἐπὶ τῷ ξύλῳ φημὶ, πρῶτος εἰς φθόνον ὁ σατανᾶς ἀνεκαύθη, ἐλεγχομένης δὲ ὥσπερ τῆς αὐτοῦ παραβάσεώς τε καὶ παρακοῆς τοῖς πρωτοπλάστοις, ὅτε τὴν δοθεῖσαν ἐντολὴν ἐφύλαττον ἔτι, πολυπλόκοις ἀπάταις αὐτοὺς εἰς παρακοὴν ἐξέλκειν ἠπείγετο. εἰδὼς δὲ ὅτι τέξονται παρ᾽ οὐδὲν ποιησάμενοι τοῦ μεγάλου βασιλέως τὰ προστάγματα, καὶ τοῦτο δρᾶν ἀναπείθει τοὺς οὐδὲν ἀδικήσαντας τοῖς ἐσχάτοις περιβάλλων κακοῖς.

ὅτι γὰρ διαβολικῆς ἀπάτης καὶ φθόνου γέγονεν ἔργον ἡ ἐν Ἀδὰμ παράβασις, καὶ ὁ δι᾽ αὐτῆς ἐπιπηδήσας θάνατος, καὶ αὕτη μὲν ἡ τοῦ πράγματος διδάξει φύσις, σαφηνιεῖ δὲ οὐδὲν ἧττον καὶ τὸ τοῦ πανσόφου Σολομῶντος λόγιον ἔχον ὡδί “Ὁ Θεὸς θάνατον οὐκ ἐποίησε· ”φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.” ἐν τούτοις μὲν τὰ ἐκείνου σαφῶς· δεύτερος δὲ ὁ Κάϊν ἡμῖν εἰσίτω καὶ ἑστάτω λοιπόν. ἦν μὲν γὰρ πρωτότοκος ἐξ Ἀδὰμ γηπόνος τὸ ἐπιτήδευμα, δεύτερος ἐπ᾽ αὐτῷ γέγονεν Ἄβελ, ἀλλ᾽ ἦν προβάτων ποιμήν. ἐπειδὴ δὲ προσάγειν αὐτοὺς θυσίαν τῷ Θεῷ νόμος ἐκάλει φυσικὸς, ἀδιδάκτως ἐντιθεὶς τὴν τοῦ δημιουργήσαντος γνῶσιν· ἐνέσπαρται γὰρ καὶ ἐντέθειται τῇ φύσει παρὰ Θεοῦ πάντα τὰ ἀγαθά· προσεκόμιζε μὲν ὁ “Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς,” καθὰ γέγραπται, ἀλλὰ “καὶ Ἄβελ ἤνεγκεν ἀπὸ τῶν πρωτοτόκων ”τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν “ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν ”καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν “Κάϊν λίαν καὶ συνέπεσε τῷ προσώπῳ. καὶ εἶπε Κύριος ὁ ”Θεὸς τῷ Κάϊν Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέ- “πεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ”ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον.” εἶτα πρὸς τὸν Ἄβελ “Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.”

οὐκοῦν ὁ μὲν Κάϊν ἠλέγχετο διελὼν οὐκ ὀρθῶς τὸ προσενεχθὲν, ἐπαίνων δὲ καὶ τιμῆς ἠξιοῦτο δικαίως ὁ Ἄβελ, ὃ δὴ καὶ τροφὴ φθόνου τῷ Κάϊν ἐγίνετο. ἀπετραχύνετο γὰρ πρὸς ἐλέγχους τοὺς σωφρονίζοντας καθάπερ ὁ Σατανᾶς, εἶτα τὸν ἄδικον ὠδινήσας φθόνον, καθάπερ εἰρήκαμεν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, τὸν ἀνόσιον ἤδη μελετήσας φθόνον. “Εἶπε γὰρ, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ ”Διέλθωμεν δὴ εἰς τὸ πεδίον ἄλλο τούτου βέλτιον,” λέγων, καὶ καθάπερ ἐπὶ τέρψιν τινὰ καὶ χλόην τὸν οὐδὲν εἰδότα καλῶν θηριοπρεπῶς διεχρήσατο, καὶ πρῶτον μὲν ἐπὶ γῆς ἀπετέλει νεκρὸν, οἰηθεὶς, κατά γε τὸν ἐν τῷ εἰκότι λόγον, ὅτι πάντως εἴσω γενήσεται θαύματος, οὐκ ἔχων ἔτι τὸν εἰδότα νικᾶν. ἀλλὰ καὶ φονεύσας ἐψεύδετο. λέγοντος γὰρ τοῦ Θεοῦ “Ποῦ Ἄβελ ὁ ἀδελφός σου;” τό Οὐκ οἶδά φησιν, ἐκ πολλῆς δὲ λίαν τῆς ἀπονοίας προσετίθει θερμῶς “Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου ἐγώ εἰμι;” μόνον γὰρ οὐχὶ καὶ τοῦτό φησιν εἰπεῖν Ὁ στεφανώσας ἀδίκως τί ὠφέλησας αὐτὸν ὁ φυλάττων αὐτόν; ὁρᾷς οὖν καὶ μάλα σαφῶς ἤδη ἐν αὐτῷ τῆς τοῦ διαβόλου κακίας ὅλον ὥσπερ ἀπηκριβωμένον τὸ εἶδος, καὶ τὴν συμμορφίαν τοῦ τρόπου κατὰ τὸ ἴσον τε καὶ ὅμοιον σχῆμα διαπεπλασμένην;

Ἡκέτω τοίνυν ὁ λόγος καὶ κατ᾽ εὐθὺ τῆς Ἰουδαίων ἀνοσιότητος, καὶ τῆς τοῦ Κάϊν φαυλότητος περιτιθέντες αὐτοῖς τὴν ὁμοίωσιν, ταῦτα δεικνύωμεν ἐπιχειροῦντας κατὰ Χριστοῦ, ὅσα κατὰ τοῦ Ἄβελ ἐκεῖνος, ἵνα δικαίως αὐτοῖς καὶ πρεπόντως ἤδη λοιπὸν ὀνομάζοιτο πατήρ. οὐκοῦν πρωτότοκος μὲν ὁ Κάϊν, καθάπερ εἰρήκαμεν, πρωτότοκος δὲ πάλιν ὡς ἐν Θεοῦ τέκνοις τοῖσδε κατὰ θέσιν ὁ Ἰσραὴλ, κατὰ τὸ εἰρημένον πρὸς Μωυσῆν “Υἱὸς πρωτό- ”τοκός μου Ἰσραήλ.” προσκεκόμικεν ἐκεῖνος τὰ ἀπὸ γῆς εἰς θυσίαν τῷ Θεῷ, ἀλλ᾽ “οὐ προσέσχε ταῖς θυσίαις αὐτοῦ,” καθὰ γέγραπται· γεωδεστέρα δέ πως ἐστὶ καὶ τοῦ Ἰσραὴλ, κατὰ τὸ εἰρημένον, ἡ τοῦ νόμου λατρεία, διὰ μόσχων καὶ προβάτων καὶ καρπῶν τῶν ἀπὸ τῆς γῆς· ἀλλ᾽ οὐδὲ προσδέχεται ταύτην ὁ Θεός· “Ἵνα τί μοι γὰρ, φησὶν, λίβανον ”ἐκ Σαβὰ φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν;” ἀλλὰ καὶ διὰ φωνῆς Ἡσαΐου διαῤῥήδην ἀναβοᾷ “Τίς γὰρ ἐζήτησε ”ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;” εἶτα μετὰ τὸν Κάϊν εἰσέρχεται θύσων Ἄβελ ὁ δίκαιος ἀπὸ τῶν προβάτων. μετὰ γὰρ τὴν κατὰ νόμον λατρείαν, καὶ ἐπὶ τέλει τῶν προφητῶν ὁ Δίκαιος ὄντως ἐπεδήμησε Χριστὸς, οὐ καρποὺς τοὺς ἀπὸ γῆς προσκομίζων εἰς θυσίαν τῷ Θεῷ καὶ Πατρὶ, ἀλλ᾽ ὑπὲρ τῆς ἁπάντων ζωῆς τε καὶ σωτηρίας ὡς ἄμωμον ἱερεῖον ἑαυτὸν ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας αὐτῷ.

ἀποπεμπόμενος δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν κατὰ νόμον λατρείαν ὡς γεωδεστέραν, προσέσχεν ἐπὶ τῇ θυσίᾳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. τὸ δέ Προσέσχε, τὸ προσήσθη δηλοῖ. εἶτα τί πρὸς τούτοις; ἐπετιμήθη Κάϊν οὐχ ὡς ὀρθῶς διελὼν, καὶ διελεγχθεὶς ἐνόσει τὸν φθόνον, ἐπί τε τὸ φονεύειν ἀκρίτως ὁρμᾷ. ἐνουθέτει καὶ Θεὸς ἐν Υἱῷ τὸν τῶν Ἰουδαίων λαὸν, ἀπῄτει τὰ κρείττονα παρ᾽ αὐτῶν εἰς δωροφορίαν, τὴν κατὰ νόμον λατρείαν μεθιστάναι προστάττων εἰς πνευματικὴν καρποφόρησιν, καὶ μεταπλάττειν τὸ γράμμα προτρέπων εἰς ἀλήθειαν. ἀλλ᾽ ἐλεγχόμενοι χαλεπαίνουσι, καὶ πλήττονται μὲν τῷ πατρῴῳ φθόνῳ, φονῶσι δὲ καὶ ἀδίκως κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ἠπάτησεν ὁ Κάϊν τὸν Ἄβελ, καὶ λαβὼν εἰς τὸ πεδίον ἔδειξε νεκρόν· ἠπάτησαν ὁμοίως τὸ ὅσον ἐφ᾽ ἑαυτοῖς Ἰουδαῖοι τὸν Χριστὸν ἐν σχήματι φίλου τὸν προδότην ἀποστείλαντες, ὃς ἵνα παραδῷ πρὸς αὐτὸν ἀφιγμένος ἀπατηλῶς κατησπάζετο λέγων “Χαῖρε ῥαββί.” ἀλλὰ καὶ λαβόντες αὐτὸν εἰς τὸ πεδίον, τουτέστιν, ἔξω τῆς πύλης διεχρήσαντο. “ἔξω γὰρ τῆς πύλης” πέπονθε δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός.

ὁρᾷς οὖν ὅπως τῷ μὲν Ἁβραὰμ ἢ τοῖς ἐξ ἐκείνου γεγονόσι προσεχῶς κατ᾽ οὐδένα τρόπον ἐοικότες ἁλίσκονται, τοῦ δὲ ἰδίου καὶ πρέποντος ὄντως αὐτοῖς πατρὸς ἔχουσι τὴν εἰκόνα, σύμμορφόν τε καὶ συγγενῆ τὴν κακίαν αὐτῷ νοσοῦντες ἐκτόπως, δικαίως ἀκούουσιν Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ αὐτοῦ. ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω ὑμῖν, οὐ πιστεύετέ μοι. βλέπει μὲν ὁ τοῦ λόγου σκοπὸς πρὸς τὸν ἐν μέσῳ παροισθέντα καὶ ὑποδειχθέντα τῶν Ἰουδαίων πατέρα, φημὶ δὲ τὸν Κάϊν, ἐκπλατύνεται δὲ πρὸς τὸ γενικώτερον. οὐ γὰρ μέχρι τῶν ἐκείνου τρόπων τὴν τῶν λεγομένων ἵστησι δύναμιν, περιτίθησι δὲ τῷ κατ᾽ ἐκεῖνον παντὶ τὸ ὡς ἐφ᾽ ἑνὸς ἰδικῶς ἐπὶ παντὸς ὁμοίου τιθείς. ὅταν γὰρ, φησὶν, ὁ Κάϊν ἤτοι κατ᾽ ἐκεῖνον ἕτερος ψεύστης λαλῇ τὸ ψεῦδος ἐξ ἰδίας ὥσπερ συγγενείας λαλεῖ. ἃ γὰρ ἔχει μαθὼν παρὰ τῶν ἡγουμένων, καὶ τοῦ τῆς κακίας δεδωκότος τὴν ἀρχὴν, τινὰ καθάπερ φυσικὴν ἐπιτηδειότητα τὸ ψεύδεσθαι ποιησάμενος τὸν ἑαυτοῦ μιμεῖται πατέρα.

λαλεῖ γὰρ τὸ ψεῦδος· διὰ τοῦτο, φησὶν, ἐπείπερ αὐτῷ καὶ φιλοψεύστης γέγονε πατὴρ, ἄγεται δὲ ὥσπερ τισὶ φυσικοῖς ἤδη θεσμοῖς εἰς δυσγένειαν τὴν παππῴαν τε καὶ πατρικὴν, καὶ δεικνύει μὲν ἐν ἑαυτῷ τὴν ἐκείνων φαυλότητα, διαφανεστάτην δὲ ὥσπερ εἰκόνα τῶν ἰδίων ἠθῶν τε καὶ τρόπων τὴν ἐν τοῖς προγόνοις μοχθηρίαν πεποιημένος, ἐπαυχεῖ που πάντως τοῖς ἰδίοις κακοῖς. ὅτε τοίνυν ταῦθ᾽ οὕτως συμβαίνειν ἔθος, καὶ ἡ τῶν ἀρχαίων φαυλότης ἐγχαραττομένη τοῖς ὁμοηθέσιν ἐκείνων αὐτοὺς καὶ παῖδας ὀνομάζεσθαι ποιεῖ, τί τὸ κωλύον ἐστὶ τὴν ἀλήθειαν λέγοντι καί μοι πιστεύειν ὑμᾶς, ὅτι δὴ πάντως ἐξ ἀληθοῦς πέφηνα Πατρὸς, καὶ καθάπερ ἤδη προεῖπον “Ἐκ ”τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω;” εἰ γὰρ ψεύδεταί τις ἐπειδὴ ψεύστην ἔχει τὸν πατέρα, καὶ ἐξ ἰδίας ὥσπερ συγγενείας ἐκεῖθεν λαλεῖ, πῶς οὐκ ἀναγκαῖον λέγοντα κἀμὲ τὴν ἀλήθειαν νοεῖσθαι δὴ πάντως ἐξ ἀληθοῦς γεγεννῆσθαι Πατρὸς καὶ οὐ, καθάπερ ὑμεῖς δυσσεβοῦντες ὑπετοπήσατε, τῶν ἐπιγείων τινὸς ἐκ πορνείας καὶ συνόδου τῆς οὐ κατὰ νόμον;

Τοιούτοις μὲν οὖν χρήσαιτ᾽ ἂν ῥήμασι πρὸς Ἰουδαίους ὁ Κύριος· ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων ἤγουν πνευμάτων λογικῶν ἐν ἤθει καὶ τρόποις ὁρᾶται τὸ συγγενὲς, ὅπερ ἂν ἔχοιεν πρός τε ἀλλήλους εἰς τὸν ἁπάσης κακίας πατέρα διάβολον· ἐπὶ δὲ τοῦ Μονογενοῦς μόνον εἰς εἰκόνα τοῦ θεωρουμένου τὸ πρᾶγμα ληφθέν· παρ᾽ αὐτοῦ γὰρ πάντως ἀπαραποιήτως σχηματίζεται· τὸ γὰρ ὁμοφυὲς αὐτῷ πρὸς τὸν Πατέρα φυσικόν τε καὶ οὐσιῶδες· ἐξ αὐτοῦ γὰρ ὑπάρχων ἀληθῶς μετὰ τῆς κατὰ φύσιν ἰδιότητος πάντα ἔχων τὰ αὐτοῦ, καὶ τῆς ἐμφερείας τῆς εἰς ἅπαντα τὴν ἀκρότητα, μορφὴν καὶ εἰκόνα καὶ χαρακτὴρ ὁρᾶται τοῦ φύσαντος. ἐπειδὴ τοίνυν ἀληθὴς ὁ Πατὴρ, ἀλήθεια πάντως καὶ ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Χριστός. <Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;> Οὐκ ἐλέγχεσθαι προσδοκῶντος ἡ ἐρώτησις, ἀναιροῦντος δὲ μᾶλλον καὶ ἀποφάσκοντος παντελῶς τὸ περιπεσεῖν ἁμαρτίᾳ δύνασθαι τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν ἀληθινόν· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ὁ Χριστός. ἅπασα μὲν γὰρ ἁμαρτία ἐκ παρατροπῆς τῆς ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ μὴ οὕτως ἔχον λαμβάνει τὴν γένεσιν, ἐντίκτεται δὲ τοῖς τρέπεσθαι πεφυκόσι, καὶ ἀλλοιώσεως τῆς ἐφ᾽ ἃ μὴ προσῆκε δεκτικοῖς. πῶς ἂν οὖν νοοῖτο καὶ ἁμαρτεῖν ὁ τροπὴν οὐκ εἰδὼς, οὐδὲ ἀλλοιώσεως τῆς ἐπί τι τῶν οὐ πρεπόντων δεκτικὸς, ἀκλόνητος δὲ μᾶλλον τοῖς ἰδίοις ἐμπεφυκόσιν ἀγαθοῖς, καὶ οὐ παρ᾽ ἑτέρου τινὸς, ἀλλ᾽ ἐξ ἑαυτοῦ;

ἀναπυνθάνεται τοιγαροῦν Ἰουδαίων ὁ Κύριος, εἴπερ ὅλως ἔχουσι διελέγχειν αὐτὸν περὶ ἁμαρτίας. καὶ ὁ μὲν λόγος ὁ περὶ τούτου καὶ κατὰ παντὸς ἂν διήκοι πλημμελήματος ἐπὶ τὸ καθόλου ληφθείς· πλὴν τῷ προκειμένῳ πρεπόντως αὐτὸν ἐφαρμόζοντες, οὐ περὶ πάσης φαμὲν ἁμαρτίας ἔρεσθαι πρὸς τὸ παρὸν, καὶ οὕτως ἐλέγχεσθαι δεδιὼς τοῦτο δρᾶν, διενοήθημεν δέ τι τοιοῦτον, ὅτι τὴν τῶν Ἰουδαίων ἁμαρτίαν δυσωπεῖν ὅτι μάλιστα διὰ σπουδῆς ἔχων ἀεὶ, οὐκ ἂν διὰ τούτου παραθήγειν ἠνέσχετο πρὸς τὸ πάλιν ἐκεῖνα κατηγορεῖν, ἃ δὴ καὶ φθάσαντες ἐλέγομεν “Περὶ καλοῦ ἔργου ”οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ “ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν·” πρὸς δὲ τούτοις ἔτι καὶ τὴν ἐπὶ τῷ σαββάτῳ παρακομίζειν κατάλυσιν ἐφ᾽ ᾗπερ ἂν λίαν ὡς παρανομήσας ἐκρίνετο. ἁμαρτίαν οὖν ἄρα πρὸς τὸ παρὸν ὀνομάζει τὸ ψεῦδος. εἰ γὰρ οὐδεπώποτε, φησὶν, ἐλέγχομαι ψεύστης, τοῦ δὴ χάριν ἀπειθεῖν ἐγνώκατε τῷ διὰ παντὸς ἀληθεύοντι, λέγοντί τε πάντως σαφῶς ὅτι Πατρὸς ἐξέφυν ἀληθινοῦ, καὶ ὅτι τὸ ψεῦδος οὐκ οἶδα; δότε δὴ δότε λοιπὸν ἀνενδοιάστως πίστει κρατεῖν ὅτι πάντως εἰμὶ καὶ ἀληθὴς, ὅταν λέγω περὶ ἐμαυτοῦ “Ἐγὼ ἐκ τοῦ Πατρὸς ”ἐξῆλθον καὶ ἥκω·” περὶ δὲ ὑμῶν ὅτι ὁ πατὴρ ὑμῶν ὁ διάβολός ἐστι· ψεύδεσθε γὰρ καὶ φονᾶτε καθάπερ ἐκεῖνος. διελέγχει δὲ χρησίμως φονῶντας αὐτοὺς, ἀνακόπτων ὥσπερ διὰ τούτου τὰ ἐγχειρήματα.

ἐξελεγχομένη γὰρ ἁμαρτία πολλάκις ὑπερυθριᾷ, καὶ ὑπονοστεῖ τρόπον τινὰ, πρὸς τὸ πρόσω χωρεῖν καὶ ἐπεκτείνεσθαι μηδαμόθεν εὑρίσκουσα· δοκοῦσα δέ πως διαλανθάνειν ἀεὶ πρὸς τὸ μεῖζον αἴρεται, καὶ ἀδιακωλύτοις ὁρμαῖς εἰς πέρας ἕρπει τὸ χείριστον. <Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;> Διὰ τῶν αὐτῶν πολλάκις δίεισι λόγων, ἐπείπερ ὁρᾷ συνιέντας οὐδέν· χρῆμα γὰρ δὴ καὶ τοῦτο διδασκάλοις ὅτι μάλιστα πρεπωδέστατον, τὸν εἰς ἅπαξ φημὶ μὴ παραδεχθέντα λόγον πολυτρόπως ἀνελίττειν οὐ κατοκνεῖν, ἵνα ταῖς τῶν ἀκροωμένων ἐνιζάνῃ ψυχαῖς. ὅτε τοίνυν ὁ ψεύστης, φησὶ, “λαλεῖ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ψεύστης γάρ ”ἐστι καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·” τί τοῖς εἰρημένοις οὐκ ἀδελφὰ λογιζόμενοί τε καὶ πράττοντες, κἀμοὶ λέγοντι τὴν ἀλήθειαν οὐ πιστεύετε, ὅτι παρὰ ἀλήθειαν διὰ τοῦτο λαλῶ, ἐπείπερ εἰμὶ καὶ οὕτως ἀληθὴς καθάπερ καὶ ὁ Πατήρ; εἰκὸς δὲ δήπου διελέγχειν αὐτὸν Ἰουδαίους ἀσθενοῦντας διὰ τοῦτο πρὸς τὸ μὴ δύνασθαι τοὺς ἐξ ἀληθείας χωρήσαντας λόγους, ἐπείπερ οὐκ εἰσὶ τῆς ἀληθείας υἱοί. ἐπιψεύδονται δὲ μάτην ἑαυτοῖς πατέρα τὸν Θεὸν ὅταν λέγωσιν “Ἕνα πατέρα ἔχομεν ”τὸν Θεὸν.” ὁ μὲν γὰρ Θεὸς, φησὶν, ὅλως ὢν ἀλήθεια, χαίρει τῇ ἀληθείᾳ, “καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν ”ἀληθείᾳ καὶ πνεύματι” βούλεται προσκυνεῖν. τὰ δὲ τῆς ἀληθείας τέκνα δέχεται προθύμως τὸ συγγενὲς, τουτέστι, τὴν ἀλήθειαν.

ὑμεῖς δὲ διὰ τοῦτο λέγοντί μοι τὴν ἀλήθειαν οὐ πιστεύετε, ἐπείπερ οὐκ ἐστὲ τῆς ἀληθείας υἱοί. τοιοῦτόν τι μοι δοκεῖ λέγειν πρὸς Ἰουδαίους ὁ Κύριος, ὁποῖόν περ ἄν τις καὶ ἐφ᾽ ἑτέρου σχηματίσας κατίδοι καλῶς. λεγέτω γάρ τις τυχὸν τῶν σωφρονεῖν εἰωθότων πρὸς ἀκόλαστον υἱὸν ἤγουν οἰκέτην ἢ γείτονα Εἰ σωφρονεῖν σοι δοκῶ πορνείαν παραιτούμενος, καὶ τὴν ἐντεῦθεν ὑπόληψιν τῆς ἐμαυτοῦ κεφαλῆς ὡς ποῤῥωτάτω τιθεὶς, διὰ τί ἀπειθεῖς καὶ οὐ πιστεύεις λέγοντι φαῦλον ὅτι καὶ μυσαρὸν τὸ πρᾶγμά ἐστι; καὶ οὐ δήπου πάντως τῇ πεύσει τὴν ἀπολογίαν ἀντεπάγεσθαι ζητῶν τὰ τοιαῦτα φήσειεν ἂν, ἀλλ᾽ ἐξ ὧν ἀπειθοῦντα δεικνύει σαφῶς ἐξελέγχων, ὅτι χαίρων ταῖς ἀκολασίαις οὐ χωρεῖ τὸν σωφρονίζοντα λόγον.

Οὕτως οὖν ἄρα καὶ ἐπὶ τῶν Ἰουδαίων νοήσομεν, ὅταν εἴπῃ Χριστός Εἰ ἀλήθειαν λέγω διὰ τί οὐ πιστεύετέ μοι; τὸ γὰρ τῶν τοιούτων ἐρωτήσεων σχῆμα παραπίπτουσαν ἔχει καὶ ἀεί πως παρακειμένην ἐκ τῶν ἐρωτωμένων ὁμολογίαν, ἐλέγχουσα δὲ μᾶλλον αὐτοὺς ἡ ἐπερώτησις κατὰ τὸ πολὺ φαίη τις ἄν. ὧν γὰρ ἡμεῖς κεκτήμεθα νοσοῦντας τὴν ἐρημίαν τοὺς ἠρωτημένους ἐξελέγχομεν. ἐπιτήρει δὲ ὅπως οὐκ ἀπολύτως, ἀλλ᾽ οὐ καθόλου φησί Διὰ τί οὐ πιστεύετέ μοι; ἀλλὰ προστέθεικε τό Ὑμεῖς, αἰνιττόμενός πως τοὺς ἀγριώτερον ἀπειθεῖν εἰωθότας, καὶ ὑπεμφαίνων ὡς παρῆσάν τινες εὐγενεστέραν ἴσως ἔχοντες τὴν διάνοιαν, καὶ οὐκ ἀκριβεῖς τῆς τοῦ Κάϊν δυστροπίας τοὺς χαρακτῆρας ἐν τοῖς ἰδίοις ἤθεσιν ἀποσώζοντες, ἀλλ᾽ ὅσον οὐδέπω προκόψαντες καὶ εἰς τὸ ἐν τέκνοις κατατάττεσθαι Θεοῦ. φημὶ γὰρ οἴεσθαι δεῖν μὴ πάντας ἄρδην ἀκράτοις ἀπονοίαις βεβαπτίσθαι τοὺς Ἰουδαίους, ἀλλ᾽ εἶναί τινας ζῆλον μὲν ἔχοντας Θεοῦ, καθάπερ ὁ Παῦλός φησι, πλὴν οὐ κατ᾽ ἐπίγνωσιν, διά τοι τοῦτο βραχὺ περὶ τὴν πίστιν μελλήσαντας. ἐν δέ γε τοῖς οὕτω διακειμένοις αἰτιασόμεθα πολὺ βλέποντας εἰς ὀργὴν, καὶ ἀκρατῶς ἐκκεκαυμένους εἰς μιαιφονίαν, τοὺς ἀνοσίους μάλιστα γραμματεῖς καὶ Φαρισαίους, οἷς ἂν ἐπάγοιτο πρεπωδέστερον καὶ τό Διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι, ἰδικῶς ὥσπερ αὐτοῖς τὴν ἄμετρον ἀπείθειαν ἀνατιθέντος Χριστοῦ.

αὐτοὶ γὰρ ἦσαν οἱ καθηγούμενοι, καὶ συντρέχειν τοῖς σφῶν ἀνοσιουργήμασιν ἀναπείθοντες τὸ ὑπήκοον. διά τοι τοῦτο κατηγοροῦνται δικαίως ὡς ἄραντες τὴν κλεῖδα τῆς γνώσεως, καὶ μήτε εἰσβαίνοντες αὐτοὶ, διακωλύοντες δὲ καὶ ἑτέρους. ἔχει τοίνυν τὸ καί Ὑμεῖς ἰδικωτέραν ὥσπερ πρὸς τοὺς ἡγουμένους μάλιστα τὴν ἀναφοράν. <Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.> Τὸ μέν Ἐκ τοῦ Θεοῦ τινας εἶναι νοητέον ἐν τούτοις, οὐκ ὡς ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντας· εὔηθες γάρ· ἀλλ᾽ οὐδὲ κατ᾽ ἐκεῖνο τὸ διὰ τοῦ Παύλου λεγόμενον “Τὰ πάντα ἐκ ”τοῦ Θεοῦ·” ἐπειδὴ γάρ ἐστι δημιουργὸς καὶ γενεσιουργὸς ἁπάντων ὁ τοῖς πᾶσι τὸ εἶναι διδοὺς, τὰ πάντα ἐξ αὐτοῦ φησιν ὁ θεσπέσιος Παῦλος. ἀλλ᾽ ἐν τούτοις οὐχ ἁρμόσει τὸ οὕτω νοεῖν· ἅπαντες γάρ εἰσιν ἐκ Θεοῦ πονηροί τε καὶ ἀγαθοὶ, καθὸ πάντων ἐστὶ δημιουργός. ἐκ Θεοῦ τοιγαροῦν φησι τὸν ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας προσοικειωθέντα Θεῷ, καὶ ἠξιωμένον ὥσπερ τῆς πρὸς αὐτὸν συγγενείας, καθὸ καὶ ἐν τέκνοις κατατάττειν τοὺς τοιούτους ἀξιοῖ.

ὁ τοίνυν φησὶν ὢν ἐκ Θεοῦ προχειρότατα καὶ ἀσμένως τοὺς θείους εἰσδέξεται λόγους· φίλον γάρ πως ἀεὶ τὸ συγγενὲς καὶ οἰκεῖον· ὁ δὲ μὴ ὢν ἐκ Θεοῦ, τουτέστιν, ὁ κατὰ μηδένα τρόπον τὴν πρὸς αὐτὸν οἰκείωσιν τετιμηκὼς, οὐκ ἂν ἥδιστα τῶν θείων ἐπακροάσαιτο λόγων· οὐδὲ γὰρ ἐνυπάρξαι τοῖς πονηροῖς ῥᾳδίως τὸ ἀγαθὸν, ἀξιομάχος δὲ οὐδαμῶς ὑπὲρ τῆς ἀρετῆς ἐστι πόθος, ἐπείπερ αὐτοῖς τῆς ἐσχάτης ἀναπέπλησται μοχθηρίας ὁ νοῦς, καὶ πρὸς μόνον ὁρᾷ τὸ ἴδιον θέλημα.

Ὅταν δὲ λέγῃ Χριστός Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει, νομιζέτω μηδεὶς ὅτι μόναις ταῖς τοῦ σώματος ἀκοαῖς τὰς θείας ἡμᾶς εἰσοικίζεσθαι φωνὰς ἐπιτάττει. τίς γὰρ τῶν ὄντων, εἰ καὶ φαῦλος εἴη κομιδῇ, τῆς τοῦ λαλοῦντος ὁτιδηποτοῦν οὐκ ἂν ἀκροάσαιτο φωνῆς, εἰ μὴ ἄρα νόσῳ τινὶ παραιροῖτο τὴν αἴσθησιν; τὸ δέ Ἀκούει τίθησιν ἐν τούτοις, ἀντὶ τοῦ συγκατανεύει, πείθεται καὶ εἰς νοῦν ἀποκρύπτει τὸν ἑαυτοῦ, κατὰ τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Σοφὸς ”καρδίᾳ δέξεται ἐντολάς.” τὴν μὲν γὰρ τῶν ἀνοήτων, ἤτοι καταφρονητῶν, καθάπερ τις ἄσημος ἠχὴ περιενεχθεὶς ὁ λόγος, καὶ ὥσπερ τις κτύπος παρενοχλήσας εἰκῇ παραχρῆμα τῶν λαβόντων ἀπαλλάττεται, εἰσδύνει δὲ καθάπερ εἰς ἄρουραν εὐγενῆ τῶν συνετῶν τὴν καρδίαν. σοφῶς δὴ σφόδρα τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐλέγχων ὁ Κύριος, καὶ δυσφημοῦντας ἀνέδην ἐπιδεικνὺς, τοὺς ἑαυτοῦ λόγους τοῦ Θεοῦ λόγους εἶναί φησι.

μεταπαιδεύει γάρ πως, φησὶν, αὐτοὺς εἰς τὸ φρονεῖν ἐπ᾽ αὐτῷ τὰ πρεπωδέστερα, καὶ μὴ νομίζειν Ἰωσὴφ, ἤγουν ἑτέρου τινὸς τῶν ἐπὶ τῆς γῆς, ἐκπεφυκέναι κατὰ ἀλήθειαν, ἀλλ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν ἐκ Θεοῦ πεφηνέναι πιστεύειν, ὃ δὴ καὶ συνέντες ἀσχάλλουσι, καὶ θερμοτέροις καταφλέγουσι τοῖς θυμοῖς προστιθέντες “ἀνομίαν ἐπὶ τὴν ἀνομίαν ἑαυτῶν,” καθὰ γέγραπται, δι᾽ ὧν ἔτι μειζόνως ὑβρίζουσιν. <Ἀπεκρίθησαν Ἰουδαῖοι καὶ εἶπον αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;> Καταθρηνῆσαι πάλιν ἀκόλουθον τὴν τῶν Ἰουδαίων ἀποπληξίαν, καὶ τῆς εὐηθείας τὴν ὑπερβολήν. ταῖς γὰρ σφῶν αὐτῶν ἁλίσκονται φωναῖς, καθάπερ οἱ θῆρες, ὅτε ταῖς τῶν σφαττόντων ἐπιπηδῶσι χερσὶν, αὐτοὶ καθ᾽ ἑαυτῶν τὰς ἐπὶ τῷ σιδήρῳ κιχρῶντες ὁρμάς. ἐλεγχόμενοι γὰρ ὡς ἔθος αὐτοῖς καὶ μελέτη σύντροφος τὸ ψευδομυθεῖν, ἀληθὲς ὂν παραχρῆμα δεικνύουσι, καὶ διαπριόνται μὲν ὡς οὐκ εἶεν ἐκ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀκούοντες. οὐδενὸς δὲ μεταξὺ διαγεγονότος χρόνου, τῆς τοῦ διαβόλου κακίας ἀκριβεστάτην ἐν ἑαυτοῖς ἀποφαίνουσι τὴν εἰκόνα. Σαμαρείτην γὰρ καὶ δαιμονιῶντα, φασὶ, τὸν ἐκ Θεοῦ πεφηνότα τολμῶσι λέγειν Θεὸν, αὐτοὶ μᾶλλον ἐν ἑαυτοῖς τὸ πικρὸν ἔχοντες καὶ θεομάχον δαιμόνιον· οὐδεὶς γὰρ λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβοὺλ, κατὰ τὴν τοῦ Παύλου φωνήν.

ψεῦσται μὲν οὖν καὶ ὑβρισταὶ καὶ λοίδοροι καὶ διὰ τούτων ὄντες ἁλώσονται, καὶ θεομαχεῖν εἰθισμένοι, τὴν πρέπουσαν ἀποτίσουσι δίκην τῷ πάντα ἰσχύοντι κριτῇ.

Ζητητέον δὲ πάλιν κἀν τούτῳ τὴν αἰτίαν, δι᾽ ἣν καὶ Σαμαρείτην εἶναί φασι καὶ δαιμονιῶντα τὸν Κύριον. τὸ γὰρ προθέντας εἰπεῖν Οὐ καλῶς ἡμεῖς λέγομεν, ὑπεμφαίνει πως ὡς ἐπ᾽ αἰτίαις τισὶ καὶ ὡς Σαμαρείτην διασύρουσι, καὶ μὴν καὶ τὸ ἕτερον, ὅπερ τῆς ἐκείνων ἔστι τολμῆσαι φωνῆς. οὐκοῦν Σαμαρείτην εἶναί φασιν ὡς ἀδιαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς, καὶ τὴν τοῦ σαββάτου λύσιν ἐν οὐδενὶ λογιζόμενον. οὐ γὰρ ἀκριβὴς παρὰ τοῖς Σαμαρείταις ἐστὶν Ἰουδαϊσμὸς, μέμικται δέ πως ἔθεσι τοῖς ὀθνείοις καὶ Ἑλληνικοῖς ἡ ἐκείνων λατρεία. ἢ καθ᾽ ἕτερον λόγον Σαμαρείτην λέγουσιν αὐτὸν εἶναι, ἐπείπερ Σαμαρείταις ἦν ἔθος ἑαυτοῖς μὲν τὴν καθαρότητα μαρτυρεῖν τε καὶ ἐπιψεύδεσθαι, κατακρίνειν δὲ τοὺς ἑτέρους ὡς μεμολυσμένους. διὰ ταύτην γὰρ οἶμαι τὴν πρόφασιν “Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρεί- ”ταις,” κατὰ τὸ γεγραμμένον, παραιτοῦνται δὲ καὶ τὸ ἑτέροις τισὶν ἐπιμίσγεσθαι, καταμυσαττόμενοι τρόπον τινὰ τὸν ἐντεῦθεν μολυσμὸν, ἐπείπερ αὐτοῖς τὸ οὕτως ληρεῖν ὀρθῶς ἔχειν δοκεῖ. καταδικάζων δὲ τῆς Ἰουδαίων κακοηθείας ὁ Κύριος, υἱοὺς μὲν αὐτοὺς ἀπεκάλει τοῦ διαβόλου, ἑαυτῷ γεμὴν τὸ παντελῶς ἀνυπαίτιον εἰς ἁμαρτίαν, καὶ καθαρότητα τὴν εἰς ἄκρον ἐπιμαρτυρεῖ λέγων “Τίς ἐξ ὑμῶν ἐλέγχει με ”περὶ ἁμαρτίας;”

τοῦτο δὲ ἦν ἐναργῶς ἑαυτῷ μὲν καθαρότητα, διὰ τοῦ μὴ δύνασθαι περιπεσεῖν ἁμαρτίᾳ, τὴν ἀνωτάτω προσγράφοντος· διὰ δὲ τοῦ τέκνα λέγειν τοὺς Ἰουδαίους τοῦ Σατανᾶ, κατακρίνοντος ὡς μεμολυσμένους, καὶ πάσης ἀκαθαρσίας ἀνάπλεω ἔχοντας τὸν νοῦν, ὅπερ ἐστὶ καὶ ἀληθές. οὐκοῦν Σαμαρείτην μὲν διὰ ταῦτα, δαιμονᾶν δὲ πάλιν φασὶν, ὅτι τοῖς δαιμονίοις ἔθος τὴν Θεῷ χρεωστουμένην εἰς ἑαυτὰ μετατιθέναι τιμὴν, καὶ τὴν τοῦ Θεοῦ δόξαν ἁρπάζειν ἀφειδῶς. αὐτὸ δὲ δὴ τοῦτο δρᾶν οἴονται τὸν Χριστὸν, ὅταν ἑαυτὸν ἄνθρωπος ὢν ὡς εἰς Θεοῦ τόπον εἰσφέρῃ λέγων “Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ”ἀκούει.” ὑπεμφαίνει γὰρ ὡς περὶ τῶν ἰδίων ῥημάτων τὰ τοιαῦτα, φησί. τῆς μὲν οὖν λοιδορίας, μᾶλλον δὲ τῆς δυσφημίας, τῆς κατ᾽ αὐτοῦ πρόφασις αὕτη τοῖς Ἰουδαίοις καὶ ἀφορμὴ πρὸς τὸ ἐκεῖνα λέγειν, ἅπερ αὐτοῖς τὴν αἰώνιον ἠῤῥαβωνίζετο φλόγα. ἔπεισι δέ μοι θαυμάσαι κἀν τούτῳ πάλιν αὐτούς. ὀργιζόμενοι γὰρ, ἐπείπερ υἱοὶ διαβόλου καὶ ψεῦσται πολλάκις ἐκλήθησαν, ἔργῳ δεικνύουσι προσὸν αὐτοῖς τὸ ἔγκλημα, ὃ καὶ μᾶλλον ἐχρῆν διὰ τῆς εἰς ἀρετὴν ἀποτρίβεσθαι ῥοπῆς. τὸ γὰρ ὅλως διαλοιδορεῖσθαι φιλεῖν, καὶ τὰ μὴ προσόντα τισὶν ὡς προσόντα λέγειν, οὐ τοῖς ἐν τέκνοις Θεοῦ κατατεταγμένοις, ἀλλὰ υἱοῖς διαβόλου πρεπωδέστατον.

λοιδοροῦσι δὲ οὐ μόνον οἱ δειλαιοὶ, οἳ καὶ τῆς ἑαυτῶν καταψεύδονται κεφαλῆς, ἵνα μὴ λέγω Χριστοῦ, ἀλλὰ γὰρ καὶ καλῶς τοῦτο διισχυρίζονται δρᾶν, οὐδὲ ὅσον εἰπεῖν καταγινώσκοντες τῆς φαυλότητος, ὅπερ ἐστὶ τυφλότητος τελειοτάτης ἀπόδειξις. <Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.> Ἐν πραότητι μὲν ὁ λόγος, γέγονε δ᾽ οὖν ὅμως ἐν ἤθει πολλῷ. ἐμφατικώτατα γὰρ τό Ἐγὼ δαιμόνιον οὐκ ἔχω, φησὶν, ἑαυτὸν δὲ ὥσπερ ἀντιδιαστέλλων ἐκείνοις, τῆς μὲν ἐπὶ τούτῳ λοιδορίας ἐλεύθερον ἀποφαίνει, δεικνύει δὲ μᾶλλον ἐπ᾽ αὐτῶν τὸ εἰρημένον ἀληθές. εἰ μὴ γὰρ αὐτοὶ τὸ δαιμόνιον εἶχον ἀληθῶς, κἂν ἀπέφριττον εἰκότως δαιμονῶντα καλεῖν τὸν διὰ τῶν ἔργων αὐτοῖς μαρτυρηθέντα Θεόν. εὐφυέστατα τοίνυν τό Ἐγὼ, φησὶν, οὐκ ἔχω, μετατιθεὶς ὥσπερ ἐπ᾽ ἐκείνους τὸ εἰρημένον καὶ αὐτοῖς μᾶλλον ἀπονέμων αὐτὸ διὰ τὸ οὕτως ἔχειν κατὰ ἀλήθειαν. ἐγὼ τοίνυν οὐκ ἔχω, φησὶν, ἀλλ᾽ ὑμεῖς δηλονότι τὸ δαιμόνιον, τιμῶ δὲ τὸν ἐμαυτοῦ Πατέρα, Θεὸν ἐμαυτὸν καὶ ἐκ Θεοῦ πεφηνέναι λέγων, καὶ ὅτι οὐκ ἔγνων ἁμαρτίαν διισχυριζόμενος. ἔδει γὰρ ἔδει Θεὸν εἶναι τὸν ἐκ Θεοῦ, καὶ τὸν ἐκ τοῦ μὴ εἰδότος ἁμαρτίαν κατὰ τὸν ἐξ οὗπέρ ἐστιν ὁρᾶσθαι τοιοῦτον.

ἢν δὲ ὡς ἀνάγκη συμβῆναι τὸ ἐναντίον, εἰς τὸ προσκρούειν ὑμῖν παραιτούμενος, τοῖς οὐχ οὕτω λαμπροῖς ἐχρησάμην λόγοις· οὐ γὰρ ἂν ἐτιμήθη Θεὸς Υἱὸν ἔχειν νοούμενος τὸν οὐκ ὄντα Θεόν· οὐκ ἂν ἐτιμήθη φησὶν ὁ Πατὴρ, εἰ τοῦ καταπίπτοντος εἰς ἁμαρτίαν ὠνομάσθη ὁ πατήρ φησιν. οὐκοῦν ἐμαυτῷ τὰ κάλλιστα μαρτυρῶν, δυσφημῶν μέν φησιν οὐδαμῶς, καθάπερ ὑμεῖς ὑπολαμβάνετε, τιμῶν δὲ μᾶλλον τὸν γεννήτορα. τιμῶ δὲ πάλιν αὐτὸν καὶ καθ᾽ ἕτερον τρόπον· φημὶ γὰρ δικαίως περὶ ὑμῶν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστὲ, ἐπεὶ μηδὲ θέμις τοὺς εἰς τοῦτο πονηρίας ἥκοντας καὶ πάσῃ φαυλότητι βεβαπτισμένους, ἐκ Θεοῦ εἶναι λέγειν. τιμᾷ γὰρ καὶ οἰκειότητος ἀξιοῖ τῆς πρὸς αὐτὸν οὐ τὸν ψεύστην καὶ λοίδορον καὶ δύσφημον καὶ ἀλαζόνα καὶ ὑβριστὴν, οὐδὲ τὸν ἀδίκως φονᾶν εἰωθότα, ἀλλὰ τὸν ἐπιεικῆ καὶ πρᾶον καὶ εὐσεβῆ καὶ φιλόθεον καὶ ἀγαθόν. οὐκοῦν καὶ κατὰ τοῦτο τιμῶ τὸν Πατέρα, τῆς πρὸς αὐτὸν οἰκειότητος ἔξω τιθεὶς τοὺς ἐπ᾽ ἀκράτῳ πονηρίᾳ κατεγνωσμένους, ὑμεῖς δὲ καὶ τοῦτο ποιοῦντα πάλιν ἀτιμάζετε, καὶ τοῖς ἐπαίνοις τοῖς περὶ τοῦ Πατρὸς ἐπισκήπτοντες, ἵνα μὴ μόνον εἰς τὸν Υἱὸν, ἀλλ᾽ ἤδη καὶ εἰς αὐτὸν δυσσεβοῦντες ἁλίσκησθε. εἰ γὰρ ἐμαυτῷ τὰ κάλλιστα μαρτυρῶν τιμῶ τὸν γεννήσαντα, ἀτιμάσει πάντως δήπου, φησὶν, ὁ τὸν ἐξ αὐτοῦ τοῖς ἐσχάτοις περιβάλλων ὀνείδεσι.

πανταχόθεν τοιγαροῦν καὶ τοῖς ἑαυτοῦ λόγοις συνίσταται Χριστὸς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἀποφαίνει σαφῶς, καὶ δι᾽ ὧν τιμᾶσθαι τὸν Πατέρα φησὶ, τῆς πρὸς αὐτὸν οἰκειότητος τῆς τῶν ἀνοσίων πληθύος ἐξωθουμένης, ἀλλοτρίους Ἰουδαίους παντάπασιν ἀποφαίνει Θεοῦ. τί γὰρ τῶν ἐκεῖνα λεγόντων ἀνοσιώτερον; <Ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.> Ἀληθὲς ἐν τούτοις ὁρᾶται διαφανῶς τὸ διὰ τοῦ Πέτρου περὶ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον “Ὃς λοιδορούμενος οὐκ ”ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρί- “νοντι δικαίως.” βλέπετε γὰρ ὅπως τὰ πάντων καίτοι χείριστά τε καὶ ἀπηχέστατα τὰ παρὰ τῶν ἀνοσίως ἐμπαροινούντων αὐτῷ, καὶ τοῦτο πολλάκις [καὶ οὐκ] εἰσάπαξ ἀκούων, ἐπιμένει τῇ οἰκείᾳ χρηστότητι, καὶ τοῦ πρέποντος αὐτῷ κατ᾽ οὐδένα τρόπον ἐξίσταται, πρὸς ὑποτύπωσιν καὶ τοῦτο δρῶν ἡμετέραν, ἵνα “τοῖς ἴχνεσιν αὐτοῦ” κατακολουθεῖν σπουδάζοντες, μὴ “λοιδορίαν ἀντὶ λοιδορίας,” μὴ ἕτερόν τι “κακὸν ”ἀντὶ κακοῦ” τοῖς ἐθέλουσι λυπεῖν ἀντιδιδόντες ἁλισκώμεθα, νικῶμεν δὲ μᾶλλον “ἐν τῷ ἀγαθῷ τὸ κακόν.”

ἐγὼ τοιγαροῦν οὐ ζητῶ τὴν δόξαν μου, φησὶ, καὶ οὐχ ὡς ἀκίνδυνον καθιστὰς τὸ ἐμπαροινεῖν αὐτῷ τοὺς ἐθέλοντας, ἀλλ᾽ οὐδὲ προτρέπων εὐπετῶς εἰς ταύτην ἰέναι τινὰς τὴν δυσσέβειαν, τοῦτο λέγων ὁρᾶται, ἐκεῖνο δὲ μᾶλλον ὑποδηλοῖ, ἥκω γάρ φησιν, οὐ δόξαν τὴν παρ᾽ ὑμῶν ἐμπορευσόμενος, ἀλλ᾽ οὐδὲ ὅλως τιμῆς ἢ εὐκλείας γλιχόμενος. τεταπείνωκα γὰρ ἐμαυτὸν, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, καὶ ἄνθρωπος γέγονα καθ᾽ ὑμᾶς δι᾽ ὑμᾶς. ὁ δὲ δούλου μορφὴν οὐκ ἀπαξιώσας λαβεῖν, ἐξὸν ἐν ἰσότητι διαμεῖναι τῇ πρὸς Θεὸν καὶ Πατέρα, καὶ τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφᾶν, πῶς ἂν ἔτι νοοῖτο δόξαν τὴν ὑπό του ζητῶν, καὶ οὐχὶ μᾶλλον ἐθελούσιον ὑπομεῖναι τὴν ἀδοξίαν διὰ τὸ ἑτέροις χρήσιμον; ἢ γὰρ τοῦτό φησιν ἐν τούτοις ὁ Κύριος, ἢ καὶ καθ᾽ ἕτερον τρόπον οὐ ζητεῖν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ὑποτοπήσομεν. παρὸν γὰρ αὐτῷ παραχρῆμα κολάζειν τοὺς ὑβριστὰς, καὶ τὰς ὑπὲρ τῆς δυσφημίας εἰσπράττειν δίκας, ὡς εἰς αὐτὸν ἀσεβοῦντας τὸν ἁπάντων Κύριον· φέρει τὸ λυποῦν ἡσυχῇ, καὶ διεκαρτέρει τοσοῦτον ὡς μηδ᾽ ὅσον εἰπεῖν ἀντιλυπῆσαι λόγῳ ψιλῷ τοὺς ἀλαζόνας ἐθέλειν· ἀλλ᾽ ἵνα μὴ φαίνηται τὸ δυσσεβεῖν εἰς Θεὸν τοῖς τυχοῦσιν ἱππήλατον, ἀναγκαίως αὐτοῖς ὥσπερ ἐπιτείχισμά τι διακωλύων εἰς τοῦτο βαδίζειν εὐθέως, τὴν τοῦ Πατρὸς ἀντέταξεν ὀργήν.

ἀνεξικακοῦντος γὰρ τοῦ Υἱοῦ, καὶ τὴν ἰδίαν οὐ διεκδικοῦντος παραχρῆμα δόξαν, οὐκ ἀνέξεταί φησιν ὁ Πατήρ· ἔκδικος γὰρ ἔσται, καὶ τοῖς ὑβρισταῖς ἐπαναστήσεται, οὐχ ὡς ἑτέρῳ συνασπίζων τυχὸν, οὐδὲ ὡς ἑνὸς τῶν ἁγίων ὑβρισμένου λυπεῖσθαι θέλων καὶ πρέπειν οἰόμενος, ἀλλ᾽ ὡς εἰς αὐτὸν ἀναβαινούσης τῆς ἁμαρτίας· οὐδὲν γὰρ ὅλως τὸ μεσολαβοῦν Πατέρα καὶ τὸν Υἱὸν, ὅσον εἰς οὐσίας ταυτότητά φαμεν, κἂν ἰδίως ἑκάτερος ὑπάρχειν νοοῖτο. διὰ γάρ τοι τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν ἑτέροις φησίν “Ὁ μὴ τιμῶν τὸν Υἱὸν, ”οὐδὲ τὸν Πατέρα τιμᾷ.” ἔχει γὰρ ἐν ἑαυτῷ φυσικῶς ὁ Υἱὸς τὸν Πατέρα συνδοξαζόμενόν τε καὶ ἑκάτερον δηλονότι συνυφιστάμενον· ἔχει δ᾽ αὖ πάλιν ἐν ἑαυτῷ ὁ Πατὴρ τὸν Υἱὸν ὥσπερ κοινωνὸν τῆς οὐσίας, οὕτω καὶ τῆς ἐφ᾽ ἅπασι δόξης. κολασθήσονται τοίνυν οἱ τάλανες Ἰουδαῖοι διὰ τῆς εἰς τὸν Κύριον καὶ Υἱὸν δυσφημίας, εἰς ὅλην δυσσεβήσαντες τὴν ὁμοούσιον καὶ ἁγίαν Τριάδα, καὶ τὴν ἁπάντων βασιλίδα φύσιν, ὡς ἐν τῷ Υἱῷ λυπήσαντες.

Παραιτητέον τοιγαροῦν παντὶ τῷ γε ὅλως σωφρονεῖν εἰωθότι, τὸ κατά τι γοῦν τῷ ἀγαθῷ προσκρούειν Θεῷ. οὐ γὰρ ἐπείπερ οὐκ ἐπάγει παραχρῆμα τοῖς εἰς αὐτὸν πλημμελοῦσι τὴν ὀργὴν διὰ τοῦτο πάντως ὑπτιωτέον. ἀγαθὸς μὲν γάρ ἐστι, “Μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν, ἀλλ᾽ ἐὰν μὴ ”ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει” κατὰ τὸ γεγραμμένον, καὶ ἐντενεῖ τὸ τόξον αὐτοῦ καθ᾽ ἡμῶν, ἐν ᾧ τοῦ θανάτου τὰ σκεύη, τουτέστι, πᾶν εἶδος αἰκίας καὶ ἀφορήτου συμφορᾶς. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρῇ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.> Περιττὸν ἀποφαίνει τὸ καὶ μακρὰς ἀντεπάγειν τὰς ἀπολογίας τοῖς εἰωθόσι φιλοψογεῖν. ἀποκλίνει γὰρ ἐφ᾽ ὅπερ ἦν ἀναγκαῖον, τὸ καλεῖσθαί φημι διὰ πίστεως εἰς τὴν αἰώνιον ζωὴν, μόνον δὲ οὐχὶ τὸ ἐῤῥῶσθαι φράσας τοῖς ἐξ ἀμαθίας λελυπηκόσι, τέχνῃ τινὶ πάλιν τὸν οἰκεῖον ἀναμίσγει λόγον. προειρηκὼς γὰρ ὡς περὶ Θεοῦ ὅτι “Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ”ῥήματα τοῦ Θεοῦ ἀκούει,” παραχρῆμά φησιν Ἐάν τις τὸν ἐμὸν λόγον τηρῇ, δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα Θεὸν, ἀπό τε τούτου διδάσκων μηδεμίαν τοῖς Ἰουδαίοις περιλελεῖφθαι δυσσεβείας ὑπερβολὴν, ὅτε καὶ δαιμόνιον ἔχειν εἰρήκασι τὸν ζωὴν διδόντα τὴν αἰώνιον τοῖς ἐθέλουσι τηρεῖν τὸν λόγον αὐτοῦ. ἢ γὰρ οὐχὶ κατὰ φύσιν ὑπάρχων Θεὸς καὶ διὰ τούτου γνωσθήσεται;

τίνι γὰρ ἂν ἑτέρῳ πρέποι τὸ δύνασθαι ζωοποιεῖν εἰσαεὶ τοὺς τῶν παρ᾽ αὐτοῦ ἀκροωμένους λόγων, εἰ μὴ τῷ γε ὄντι κατὰ φύσιν Θεῷ; τηρεῖται γεμὴν ὁ λόγος ὁ θεῖος, οὐ παραβαίνοντός τινος τὴν θείαν ἐντολὴν, ἀλλ᾽ ἐνισταμένου καὶ δρῶντος ἀμελλητὶ τὸ κεκελευσμένον, καὶ κατὰ μηδένα τρόπον ἐπ᾽ ἀργίᾳ τῶν θείων κατηγορουμένου νόμων. ἐπιτήρει δὲ πάλιν ὅσην ὁ λόγος ἔχει τὴν ἀκρίβειαν· οὐ γὰρ ἠνέσχετο λέγειν Ἐάν τις τὸν ἐμὸν ἀκούσῃ λόγον, ἀλλ᾽ Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ. δέχονται μὲν γὰρ εἰς οὖς τὸν τοῦ Θεοῦ λόγον, οὐκ ἄνθρωποι μόνον ἁμαρτίας ἔνοχοι, ἀλλὰ καὶ αὐτὸ τῶν δαιμόνων τὸ ἀνόσιον στῖφος· καὶ γοῦν ὁ πάντων ἡγούμενος Σατανᾶς, ὅτε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πειράζειν ἐτόλμα κατὰ τὴν ἔρημον, λακτίζων εἰς κέντρα διὰ πολλὴν ἠθῶν ἀγριότητα, καὶ θεῖον αὐτῷ παρετίθει λόγον “Γέγραπται φήσας ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ ”σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.” οὐκοῦν οὐκ ἐν ἀκροάσει ψιλῇ τῆς σωτηρίας ὁ λόγος, οὐδὲ ἐν μόνῳ τῷ μαθεῖν ἡ ζωὴ, ἀλλ᾽ ἐν τῷ τηρῆσαι τὸ ἀκουσθὲν, καὶ ὥσπερ τινὰ κανόνα καὶ ὁριστὴν τοῦ βίου, τὸν θεῖον αὐτῷ παρετίθει λόγον.

φησὶ δὲ ὅτι θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα τῶν αὐτοῦ ῥημάτων ὁ βέβαιος φύλαξ, οὐχὶ πάντως ἀναιρῶν τὸ τεθνάναι σαρκὶ, ἀλλ᾽ ἢ τὸν θάνατον εἶναι θάνατον μὴ λογιζόμενος ὡς Θεός· οὐδὲν γὰρ αὐτῷ τὸ νεκρὸν, καθὸ πέφυκε καὶ τὸ μὴ ὂν ἄγειν εἰς γένεσιν, καὶ τὸ ἐνεχθὲν κατεφθαρμένον εὐκόλως ζωοποιεῖν· ἢ θάνατον οὐκ ὄψεσθαι τοὺς ἁγίους φησὶν εἰς αἰῶνα τὸν μέλλοντα, ὃς δὴ καὶ κυρίως τε καὶ ἀληθέστερον αἰὼν εἰκότως νοοῖτο πέρας οὐκ ἔχων, καθάπερ οὗτος ὁ καθ᾽ ἡμᾶς, οὐκ ὄψεσθαι δὲ τὸν θάνατον εἰς ἐκεῖνόν φησι τὸν αἰῶνα, τοὺς τὸν θεῖον αὐτοῦ τηρήσαντας λόγον, οὐχ ὡς τεθνηξομένων τινῶν μετὰ τὴν ἀνάστασιν· λέλυται γὰρ ὁ πάντων θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ τὸ τῆς φθορᾶς ἠφάνισται κράτος· ἀλλὰ θάνατον ὀνομάζει κατὰ τὸ εἰκὸς τὸ δι᾽ αἰῶνος κολάζεσθαι. τοῦτο δὲ ἂν μάθοις, ὅπερ εἴρηκεν αὐτὸς ἐν τοῖς ἀνωτέρω διασκοπούμενος· “Ἀμὴν γὰρ, φησὶ, ”λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ “δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν.” καίτοι πάντες ἀναβιώσονται, καὶ εἰς ζωὴν εἰσαῦθις ἀναδραμοῦνται, πιστοί τε καὶ ἄπιστοι. μερικὴ γὰρ καὶ οὐδαμῶς ἡ ἀνάστασις, ἀλλ᾽ ἴση τοῖς ὅλοις, κατά γε τὸν ἐν τῷ χρῆναι πάντας ἀναβιῶναι λόγον.

Πῶς οὖν ὁ μὴ πιστεύων τῷ Υἱῷ τὴν ζωὴν οὐκ ὄψεται, καίτοι πάντων ἀναστήσεσθαι προσδοκωμένων; δῆλον οὖν ἄρα παντί τῳ λοιπὸν ὅτι ζωὴν ἔθος ἀποκαλεῖν τῷ Χριστῷ, τὸ ἐν εὐθυμίᾳ καὶ δόξῃ βιῶναι μακρὰν καὶ καταλήγειν εἰς πέρας παραιτουμένῃ, ὅπερ ἐστὶν ἐν ἐλπίδι τοῖς ἁγίοις τεθησαυρισμένον. ὥσπερ οὖν ἀπειθοῦντα τῷ Υἱῷ τὴν ζωὴν ἀθέατον ἕξειν φησὶ, καίτοι πάντων ἀποβιῶναι προσδοκωμένων, οὐ τὴν τοῦ σώματος κατασημαίνων ἐν τούτοις ζωὴν, ἀλλὰ τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην εὐθυμίαν, οὕτως ἀποκαλῶν· τὸν αὐτὸν οἶμαι τρόπον τὸν γενναῖον καὶ νεανικὸν τῶν θείων αὐτοῦ ῥημάτων ἐσόμενον φύλακα, θάνατον οὐκ ὄψεσθαί φησιν εἰς τὸν αἰῶνα, καὶ οὐχὶ πάντως τὸν τοῦ σώματος θάνατον διὰ τούτου δηλῶν, ἀλλὰ τὴν τοῖς ἁμαρτωλοῖς ηὐτρεπισμένην κόλασιν. ὡς γὰρ ἐν ἐκείνοις ἡ εὐθυμία διὰ τῆς ζωῆς σημαίνεται, οὕτω κἀνθάδε διὰ τοῦ θάνατον εἰπεῖν ἡ κόλασις. <Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις.> Κατηγοροῦσι πάλιν τῆς ἀληθείας, οἱ ἐπείπερ ὠνομάζοντο ψεῦσται δυσφοροῦντες ὡς ὑβρισμένοι· μαρτυροῦσι δὲ καὶ οὐχ ἑκόντες ταῖς τοῦ Σωτῆρος φωναῖς, καὶ δι᾽ ὧν ἀτιμάζουσι, διὰ τούτων αὐτὸν ἀψευδοῦντα δεικνύουσι.

τυφλοὶ δὲ οὗτοί εἰσιν οἱ δείλαιοι, καὶ τοσαύτης ἀμαθίας ἀναπεπλησμένην ἔχουσι τὴν καρδίαν, ὡς μηδ᾽ ὅλως ἀποτρίβεσθαι δεῖν τὰ ἐφ᾽ οἷς ἂν ἐγκαλοῦνται νοεῖν, ἀλλ᾽ αἰσχίοσι τῶν παρῳχηκότων ἀεὶ περιπίπτειν κακοῖς, καὶ τοῖς ἑαυτῶν ἁλίσκεσθαι βρόχοις. ἰδοὺ γὰρ ἰδοὺ καὶ δι᾽ ὧν ἀπολογεῖσθαι νομίζουσιν, ὡς οὐ μάτην αὐτῷ λελοιδορημένοι, ψεῦσται διὰ τούτων μειζόνως ἐλέγχονται, καὶ σειραῖς ὥσπερ τῶν οἰκείων ἁμαρτημάτων ἐντονώτερον κατασφίγγονται. εὐηθέστατα δὲ καὶ τό Νῦν ἐγνώκαμεν ἐνθάδε φασίν· οἱ γὰρ καὶ πολλάκις καθυλακτοῦντες αὐτοῦ, καὶ δαιμόνιον ἔχειν ἐπιφημίζοντες, νῦν ἐγνωκέναι φασὶ τῆς προλαβούσης αὐτῶν ἀθυρογλωττίας καταδικάζοντες. εἰ γὰρ νῦν ἐγνώκασιν, οὐκ ᾔδεσαν πάλαι. πῶς οὖν ἔφασκον δαιμονᾶν τὸν οὔπω κατεγνωσμένον ὥσπερ οὖν ᾠήθησαν αὐτοί; ψεύστης οὖν πάλαι καὶ πρότερον ἄρα ἦν ὁ δυσσεβὴς τῶν Ἰουδαίων λαὸς, καὶ ἀπυλώτῳ στόματι τὴν ἐκ τοῦ διαβόλου κακίαν ἠρεύγετο κατὰ Χριστοῦ· ἁρπάζουσι δὲ πρὸς βεβαίωσιν τῆς ἑαυτῶν φλυαρίας τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διὰ πολλὴν ὡς εἰκὸς τὴν ἀποπληξίαν καὶ συνασπίζειν οἰόμενοι τῷ ψεύδει τὴν ἀλήθειαν.

εἶτα δι᾽ ὧν δύνασθε μαθεῖν ὅτι πλημμελοῦσι δυσσεβῶς, τὸν τῆς αἰωνίου ζωῆς χορηγὸν ἐκτόπως ὑβρίζοντες, διὰ τούτων αὐτῶν οὐκ αἰσθάνονται πάλιν πρὸς ἐπίτασιν ἰόντες τῆς νόσου· οὐ γὰρ ὅπως ἐπ᾽ ἐκείνοις μεταγινώσκειν αὐτοὺς ὅτι πρέποι λογίζονται, ἀλλ᾽ ἤδη πεπεῖσθαί φασι περὶ ὧν εἰρήκασιν ὡς ἦν ἡ ἀλήθεια ................... .................. καὶ ἀληθὴς ὁ προφήτης λέγων “Ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ”ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.” καταπλαγείη δ᾽ ἄν τις τὴν ἀσύγκριτον αὐτῶν κἀν τούτῳ μανίαν. δαιμονίων καὶ πονηρῶν πνευμάτων οὐκ εὐαρίθμητον ὄχλον μιᾷ τοῦ Σωτῆρος φωνῇ συντριβόμενον βλέποντες, καὶ οὐχ ἑκόντα τῶν ἐν οἷς ἦσαν ἐξωθούμενον, οὐ καταφρίττουσι δαιμόνιον ἔχειν λέγοντες αὐτὸν, καίτοι διὰ λογισμῶν πληροφορηθέντες ἀναγκαίων, ὡς οὐκ ἂν ὁ Σατανᾶς ἐκβάλοι τὸν Σατανᾶν. “Πᾶσα γὰρ βασιλεία, φησὶν ὁ Χριστὸς, μερι- ”σθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται· καὶ πᾶσα οἰκία καὶ πόλις “μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται. καὶ εἰ ὁ Σατανᾶς τὸν ”Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθή- “σεται ἡ βασιλεία αὐτοῦ;” ἰδοὺ τοίνυν ἐρεῖ τις, καὶ μάλα εἰκότως “Λαὸς ὄντως μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς ”καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν.”

οὔτε γὰρ λόγῳ καὶ διδασκαλίαις μετατίθενται πρὸς τὸ ἐθέλειν τὰ ἀμείνω φρονεῖν, οὔτε τοῖς τῆς διανοίας ὄμμασι τὴν ἁπάντων βασιλίδα καταθεώμενοι φύσιν, ταῖς εἰς ἀτιμίαν ὑπερβολαῖς, καθάπερ τισὶ λίθοις, κατασφενδονῶσιν αὐτὴν, μᾶλλον δὲ τὴν ἰδίαν ἕκαστος ψυχήν. <Ἁβραὰμ ἀπέθανε καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα.> Ὅτε τῆς ἰδίας καταψευδόμενοι κεφαλῆς οἱ πάντολμοι τῶν Ἰουδαίων δῆμοι, τό Δαιμόνιον ἔχεις τῷ Σωτῆρί φασιν, οὐδὲν ἕτερον ὑποδηλοῦν ἐθέλουσιν, ἢ ὅτι Θεὸν σεαυτὸν ποιεῖς, ὡς τὴν ὀφειλομένην τῇ θείᾳ φύσει τιμήν τε καὶ δόξαν εἰς αὐτὸν ὥσπερ περιπλάσας. τοῦτο γὰρ τοῖς δαιμονίοις ἔθος, ὥσπερ οὖν καὶ ἐν ἑτέροις εἰρήκαμεν. νοοῦσι δὲ τῶν ὁρωμένων πλέον οὐδὲν, οὐδὲ τὸν ἐν τῇ ἀνθρωπείᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγινώσκουσιν, ἀλλ᾽ οὐδὲ βραχύ τι τῶν σωματικῶν τὸν οἰκεῖον ἀνοχλίζοντες νοῦν, μόνοις δὲ τοῖς ἐπιγείοις ἐμπήξαντες, περὶ μόνα στρέφονται τὰ χείρω, ἁφαῖς ὑποπίπτοντα.

διὰ ταύτην οἱ τάλανες σκανδαλίζονται τὴν αἰτίαν, καὶ ψευδομυθεῖν οἴονται τὴν ἀλήθειαν, τουτέστι Χριστὸν, ἀλλὰ καὶ τῆς τῷ Θεῷ πρεπούσης κατεπαίρεσθαι δόξης ὑπολαμβάνουσιν αὐτὸν, οὐχ ὅπως τὸ ἐν ἴσῃ τάξει τεθεῖσθαι τῷ πάντων κρατοῦντι καταδεχόμενον, ἀλλ᾽ ἤδη μεῖζόν τι φρονοῦντα, καὶ δύνασθαι λογιζόμενον, ἢ καὶ δράσειν ὑπισχνούμενον, ὅπερ οὐκ ἔδρασεν ὁ Θεὸς καὶ Πατήρ. τί γὰρ δὴ καὶ ἀσχάλλουσι τεθνάναι λέγοντες Ἁβραὰμ καὶ τοὺς προφήτας, τοῦ δὴ χάριν πρὸς ἀνατροπὴν τῶν τοῦ Σωτῆρος λόγων τὸν τῶν ἁγίων προΐσχονται θάνατον, ἀκόλουθον κατιδεῖν. οὐκοῦν τοιοῦτόν τι βούλονται δηλοῦν Οὐ διεψεύσμεθα λέγοντες ὅτι δαιμόνιον ἔχεις, οὐ μακρὰν τῶν εἰρημένων ἡ ἀπόδειξις. ἰδοὺ γὰρ καὶ αὐτὸν ὑπεραλεῖσθαι τὸν Θεὸν ἐπαγγέλῃ τοῖς θαύμασι, καὶ κατορθοῦν εὐκόλως ἰσχύσειν ἃ μὴ δέδρακεν αὐτός.

Ἁβραὰμ μὲν γὰρ καὶ οἱ προφῆται, καίτοι τὸν τοῦ Θεοῦ τηρήσαντες λόγον, τοῖς τῆς φύσεως νόμοις οὐκ ἀντειρήκασιν, ἀλλ᾽ ἐκλίθησάν τε καὶ πεπτώκασιν εἰς τὸν κοινὸν δὴ τοῦτον τοῦ σώματος θάνατον· εἶτα σὺ φῂς ἄγευστον ἔσεσθαι τοῦ θανάτου παντελῶς τὸν τῶν παρὰ σοῦ φύλακα λόγων· πῶς οὖν οὐκ ἀμείνω φησὶ τῶν ἐκείνου τὰ σά; ὁ δὲ Θεὸν ὑπερτερήσειν ὑπολαβὼν, πῶς οὐκ ἀπόπληκτος ἐναργῶς; οἴονται γὰρ ἐκ πολλῆς ἀμαθίας, μόνον τὸν τοῦ σώματος θάνατον παραδηλοῦν ἐν τούτοις τὸν Κύριον, καὶ τὸ μὴ τεθνάναι σαρκὶ τοῖς αὐτῷ πειθομένοις κατεπαγγέλεσθαι, εἰ καὶ ὅτι μάλιστα σωφρόνων ἦν ἔργον ἐννοεῖν ὡς οὐδὲν ἀποθνήσκει τῷ Θεῷ, κἂν ἀποθάνῃ ζωοποιούμενον. εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηνέχθη, πῶς οὐχὶ μᾶλλον ἑτοιμότερόν τε καὶ εὐπετέστερον τὸ ἤδη παρενεχθὲν ἐς τὸ καὶ εἰσαῦθις εἶναι κληθήσεται, κἂν βραχύ τι νοοῦσι κατευνασθὲν δι᾽ οἰκονομίαν;

οὐκ εἰδότες τοιγαροῦν τοῦ Σωτῆρος τὴν δόξαν Ἰουδαῖοι κατασοβαρεύονταί πως τῶν παρ᾽ αὐτοῦ λόγων, καὶ δαιμονῶντα καλοῦσιν, ὡς καὶ ὧν οὐκ εἴργασται Θεὸς τὰ μείζω ποιεῖν ὑπισχνούμενον, καὶ πρὸς ἀπόδειξιν τῆς ἑαυτῶν συκοφαντίας τόν τε τοῦ Ἁβραὰμ καὶ τῶν ἁγίων προφητῶν παρακομίζουσι θάνατον, διά τοι τούτου ἐλέγχειν οἴονται τὸν Χριστὸν ὡς ματαίοις μὲν ἐπικομπάζοντα λόγοις, διηνεκῆ δὲ τὴν ζωὴν τοῖς φυλάττουσι τὸν λόγον αὐτοῦ δώσειν ὑπισχνούμενον, παραλύοντα δέ πως καὶ τὴν τοῦ Θεοῦ δόξαν, δι᾽ ὧν τὰ μείζω δώσειν αὐτοῖς ὁμολογεῖ. <Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον.> Ἐπεσκιασμένος κἀν τούτῳ τῶν Ἰουδαίων ὁ λόγος, καὶ βαθεῖαν ἑαυτῷ τὴν διάνοιαν ὠδίνων ὁρᾶται. τί γὰρ πάλιν ἐν τούτῳ φασὶν ἀνθρωποπρεπῆ μὲν ἐννοοῦντες, πικρὰ δ᾽ οὖν ὅμως κατά γε τὸν ἐν ἑαυτοῖς ὄντα σκοπόν; ἰδοὺ γὰρ καίτοι φασὶ τὸν θεῖον τηρήσαντες λόγον, τεθνάασιν Ἁβραάμ τε καὶ οἱ προφῆται, ἀλλ᾽ ἠκούσαμεν ἀρτίως σου τὰ μείζω τισὶν ἐπαγγελλομένου. δι᾽ ὧν γὰρ οὐδ᾽ ὅλως αὐτοὺς ἀποτεθνήξεσθαι φῂς, μείζους δήπου πάντως καὶ ἐν ἀμείνοσι τῶν εἰρημένων εἰσὶ, κατ᾽ αὐτὸ δὴ τοῦτο τὸ μὴ τεθνάναι. ἆρ᾽ οὖν· εἰπὲ γὰρ, φασὶ, καὶ ἀπόκριναι διαπυνθανομένοις ἐκεῖνο· μείζων αὐτὸς εἶ τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν, ὁ καὶ μείζους ἐκείνων ἑτέρους ἀποτελεῖν ὑπισχνούμενος;

ἆρ᾽ οὐ τεθνήξῃ τεθνηκότων ἐκείνων, διαμενεῖς δὲ ἀθάνατος, ἄνθρωπος ὢν, καὶ ἀπὸ γῆς ἔχων τὸ σῶμα; πῶς οὖν ἂν ἐπιδοίης ἑτέροις ὃ οὐκ ἔχεις αὐτός; τεθνήξῃ γὰρ πάντως ἄνθρωπος ὤν. εἰ δὲ οὐκ εἶ μείζων Ἁβραάμ τε καὶ τῶν προφητῶν, τὸν κοινὸν ἐκείνοις ὑποστησόμενος θάνατον, οὐκ ἄρα δώσεις ἑτέροις ὃ μηδέ σοι πρόσεστιν ἀγαθόν· τοιαύτην τινὰ τὴν διάνοιαν ἔχει τὸ πλαγίως παρ᾽ αὐτῶν εἰρημένον. καὶ μὴ θαυμάσῃς, εἰ πλέον οὐδὲν ἐννοοῦσι περὶ Χριστοῦ. ὡς γὰρ πολλάκις ἤδη διὰ πολλῶν εἰρήκαμεν, ἄνθρωπον αὐτὸν εἶναι ψιλὸν καὶ τῶν καθ᾽ ἡμᾶς ἕνα νομίζουσι, τὸν ἑνωθέντα σαρκὶ Μονογενῆ Θεὸν Λόγον παντελῶς ἀγνοήσαντες, τίνα σεαυτὸν ποιεῖς, ἐξ ἀμέτρου φρενοβλαβείας μονονουχὶ καὶ ἐπανορθοῦν οἴονται πλημμελοῦντα τὸν Κύριον, καὶ ὥσπερ ἠγνοηκότι τὸ πρέπον, συμβουλεύουσι φρονεῖν τι μετριώτερον. ἠγνόηκας γὰρ ὦ οὗτος, φασὶ, τὴν ἑαυτοῦ φύσιν, ἐπελάθου δὲ ὥσπερ ἄνθρωπος ὢν, οὐκ ἠρκέσθης τῷ δοθέντι παρὰ Θεοῦ μέτρῳ· τίνα γὰρ σεαυτὸν ποιεῖς, ὁ καὶ τῆς παρ᾽ αὐτοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν καθυπισχνούμενος, καὶ μείζονα κατορθώσειν τῆς ἐκείνου δυνάμεως ῥιψοκινδύνως εἰπών;

κατακρίνουσι τοίνυν ὡς δυσφημήσαντα, καὶ σκορπίων δίκην ἐπιπηδῶσι λοιπὸν, ἐπιτιμᾶν δὲ χρῆναι καὶ σφόδρα δικαίως ὑπολαμβάνουσι τῷ Χριστῷ, ὡς τὸ μὲν τῆς ἀνθρωπότητος ἀτιμάζοντι μέτρον, ἀναπηδῶντι δὲ καὶ ἐξαλλομένῳ τοσοῦτον, ὡς ἐπέκεινα φέρεσθαι τῆς ἐνούσης δόξης τῷ πάντων Δεσπότῃ, ἀλλὰ καὶ τὴν τῶν ἁγίων πατριαρχῶν τε καὶ προφητῶν πατοῦντι τιμήν· προσδοκῶσι γὰρ ἤδη καὶ διαῤῥήδην ἀναβοῶντος ἀκούεσθαι, δι᾽ ὧν ἐρεθίζειν νομίζουσι, τό Τίνα σεαυτὸν ποιεῖς κακοτρόπως ἐπιφθεγγόμενοι, ὅτι μείζων εἰμὶ καὶ Ἁβραὰμ καὶ τῶν προφητῶν, εἰ καὶ ὅτι μάλιστα τοῦτο λέγων ἀληθὴς ἦν ὁ Κύριος, ἐπείπερ οὐδεὶς ἀνθρώπων λόγος εἰς τὸ συγκρίνεσθαι Θεῷ τῷ πάσης ἐπάνω φύσεως ὁρατῆς τε καὶ νοητῆς. <Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι.> Βλέπει μὲν ἅπας ὁ τοῦ λόγου σκοπὸς εἴς τε τοῦ Ἁβραὰμ τοῦ ἁγίου πρόσωπον καὶ τῶν προφητῶν, μετασχηματίζει δὲ πιθανῶς εἰς ἑαυτὸν τὸ δηλούμενον ὁ Σωτὴρ, οὐκ ἀγνοήσας ὅτι πρόχειρος εἰς ὀργὴν καὶ προφάσεως δίχα τῆς εἰς τοῦτο καλούσης ὁ Φαρισαῖος, καὶ προσθήκην ἀεὶ πρὸς τὸ χρῆναι μιαιφονεῖν ἀγριώτερον πᾶν ὁτιοῦν τῶν περὶ αὐτοῦ λαλουμένων ἐκδέχεται. φιλαμαρτήμονας γὰρ ὁ φθόνος ἐργάζεται τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ θερμότερον ἀναπείθει δυσφορεῖν, καὶ ἐφ᾽ οἷς ἥκιστα χρῆν. τοιοῦτόν τι δὲ παραδηλοῦν πάλιν ἐθέλει Χριστός.

ἐπεπήδων Ἰουδαῖοι καὶ ἀντέπραττον τοῖς παρ᾽ αὐτοῦ λεγομένοις ἄνω τε καὶ κάτω τὸν μακάριον Ἁβραὰμ καὶ τοὺς προφήτας κατακόρως ὀνομάζοντες, καὶ διαῤῥήδην βοῶντες “Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ”Ἁβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον.” εἶτα πρὸς τούτοις, καὶ ὡς τῇ τῶν ἁγίων ἁλλόμενον δόξῃ, καὶ ὑπεραιρόμενον πολὺ δὴ λίαν ὑπὲρ ἐκείνους, κατῃτιῶντο λέγοντες “Τίνα σεαυτὸν ποιεῖς;” ἔδει τοίνυν πρὸς ταῦτα σαφῶς ἀπολογεῖσθαι τὸν Κύριον, καὶ λέγειν ἐναργῶς, ὅτι Κρείττων εἰμὶ καὶ μείζων Ἁβραὰμ καὶ τῶν προφητῶν. ἀλλ᾽ οὐκ ἂν οἰστὸν ἐποιήσατο τὸν λόγον ὁ μεγαλόφρων Ἰουδαῖος· ἠγανάκτησε γὰρ ἂν ἐπὶ τούτῳ τις εὐθὺς, καὶ φιλοπάτωρ εἶναι πλαττόμενος, καὶ τῇ τῶν ἁγίων δόξῃ συναγορεύειν ὑποκρινόμενος, θερμότερον ἂν ἐπέφυ κατὰ Χριστοῦ, καὶ δικαίως ἤδη μιαιφονεῖν ἐδόκει λελυπημένος· διὰ τοῦτο μετασχηματίσας εἰς ἑαυτὸν ὁ Κύριος τοὺς λόγους φησίν Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν ἡ δόξα μου ἐστὶν οὐδέν· μόνον γὰρ οὐχὶ τοῦτό φησι Μηδεὶς ἐφ᾽ ἑαυτῷ φρονείτω μέγα τῶν ἐπὶ τῆς γῆς. εἰ γὰρ βουλοίμεθα διανοεῖσθαι καθ᾽ ἑαυτοὺς, τίς ἡ ἀνθρώπου δόξα ἐστὶν, οὐδὲν οὖσαν αὐτὴν εὑρήσομεν· “Πᾶσα γὰρ ”σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·” θαυμαστὸν οὖν ἄρα φησὶν οὐδὲν εἰ τετελεύτηκεν Ἁβραὰμ, καὶ μετ᾽ ἐκεῖνον οἱ προφῆται.

τί γὰρ ἡ ἀνθρώπου δόξα, τυραννουμένης τῆς φύσεως καὶ θανάτῳ καὶ φθορᾷ εὐμαράντῳ χόρτῳ διὰ τοῦτο παρεικασμένης;

Εἰκὸς δὲ ὅτι μετασχηματίσας εἰς ἑαυτὸν εὐφυῶς τὸ προσὸν τῷ Ἁβραὰμ ἤτοι τοῖς προφήταις μέτρον, καὶ λέγων Ἡ δόξα μου οὐδέν ἐστιν, εἰς ἀνάμνησιν ἄγει τὸν Ἰουδαῖον τοῦ μὲν Ἁβραὰμ σαφέστατα λέγοντος περὶ ἑαυτοῦ “Ἐγώ εἰμι ”γῆ καὶ σποδὸς,” τῶν δὲ μακαρίων προφητῶν ἀνακεκραγότων πρὸς Θεόν “Μνήσθητι ὅτι χοῦς ἐσμεν.” καὶ οὐ δήπου φαμὲν διὰ τοῦτο τῆς τῶν ἁγίων δόξης κατηγορεῖν τὸν δοξάζοντα αὐτούς. ἀλλ᾽ ἦν ἀνάγκη λοιπὸν, καὶ ὁ τοῦ χρησίμου λόγος ἐκάλει πρὸς τὸ δεικνύειν αὐτὸν ὅσην ἔχει τὴν διαφορὰν ἡ θεία τε καὶ ἄῤῥητος αὐτοῦ φύσις πρὸς τὰ ὑποπίπτοντα θανάτῳ καὶ φθορᾷ. <Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με.> Ὑπὲρ σαφηνείας ἀκριβοῦς καὶ θεωρίας τῶν σημαινομένων, τοῖς αὐτοῖς ἀποκεχρήσομαι λόγοις, καὶ διὰ τῶν αὐτῶν ἥξω ῥημάτων. ὡς ἄμαχον ζήτημα καὶ πρότασιν οὐκ εὐανάτρεπτον προτεινόντων τῶν Ἰουδαίων ἀεὶ καὶ λεγόντων “Μὴ ”σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραὰμ, ὅστις ἀπέθανε; “καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;” οἰομένων δὲ κατὰ ἀλήθειαν ὅτι καὶ τεθνήξεται, καὶ ὑποκείσεται καὶ αὐτὸς θανάτῳ καὶ φθορᾷ, καὶ οὐκ ἔσται μείζων κατὰ τοῦτο τοῦ τε Ἁβραὰμ καὶ τῶν ἁγίων προφητῶν, φρονούντων τε τὸ παράπαν οὐδὲν ὅλως μέγα περὶ αὐτοῦ· λοιπὸν ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ ἐκ τῆς τοῦ γεννήσαντος ἀϊδιότητος, ἀΐδιον αὐτὸν ὄντα δεικνύει· διὰ τοῦτό φησιν Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με.

τό Ἔστιν ἐν τούτοις οὐχ ἁπλῶς οὐδὲ ἀβασάνιστον νοεῖσθαι βουλόμενος, τεθεικὼς δὲ μᾶλλον αὐτὸ ὡς τοῦ εἶναι τὸν Πατέρα σημαντικόν. ὁ δὲ ἐκ τοῦ ὄντος Πατρὸς ἀῤῥήτως γεγεννημένος Υἱὸς, συνεπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, τουτέστι τὸ εἶναι. κρείττων οὖν ἄρα καὶ Ἁβραὰμ καὶ τῶν προφητῶν· οἱ μὲν γὰρ τεθνάασιν ὡς γηγενεῖς θνητῶν ὄντες πατέρων· ὁ δὲ ἐκ τοῦ ὄντος ἀπερινοήτως προελθὼν, ἐστὶν ἀεὶ δοξαζόμενος ὑπὸ τοῦ ἰδίου Πατρὸς, οὐχ ὡς δόξης ἐπιδεής· βασιλεὺς γὰρ τῆς δόξης ἐστίν· ἀλλ᾽ ὡς ἔχων καύχημα, τὸ ἐξ ἀϊδίου γεννηθῆναι Πατρὸς, ἀΐδιός τε διὰ τοῦτο ὑπάρχων καὶ αὐτὸς, ἐπάγεται γὰρ οὐσιωδῶς τὸ τοῦ τεκόντος ἀξίωμα. ἀδικήσει τοιγαροῦν οὐδὲν εἰς ὑπόληψιν τὴν θεοπρεπῆ τὸν Υἱὸν, τὸ δόξαν αὐτοῦ λέγεσθαι τὸν Πατέρα, ἐπεὶ καὶ αὐτὸς ὁ Πατὴρ δοξάζεται τὸ ὅμοιον παρὰ τοῦ Υἱοῦ, οὐχ ὡς δόξης ἐπιδεὴς, ἀλλ᾽ ἐπείπερ ἡγεῖται καὶ ἔχει δόξαν τὸ τοιούτου γεννήματος γνωσθῆναι Πατέρα, ἰδίου δηλονότι κατ᾽ αὐτὸν τοῦ Θεοῦ. διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα φησί “Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς ”δοξάσῃ σε.” οὐκοῦν ἡ μὲν ἀνθρώπου δόξα τὸ παράπαν οὐδέν. πίπτει γὰρ τὸ ἀπὸ γῆς εἰς θάνατον, καὶ κατὰ γὰρ τὸ σῶμα, εἰ καὶ ἀναστήσεται.

δοξάζεται μέν γε ὁ Μονογενὴς παρὰ τοῦ ἰδίου γεννήτορος, ὡς μετὰ τῶν ἄλλων ἁπάντων ἀγαθῶν καὶ τὸ ἴδιον ἔχων τῆς οὐσίας αὐτοῦ· ὅση δὲ αὐτοῦ πρὸς πᾶσαν τὴν κτίσιν ἡ διαφορὰ, καὶ ὁ μακάριος μελῳδὸς ὡς ἐν ὀλίγοις κατασημαίνει βοῶν “Οἱ οὐρανοὶ ἀπολοῦνται, ”σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, “καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς καὶ ἀλλαγήσονται· ”σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.” φθαρτὸν γὰρ πᾶν τὸ ποιηθὲν καὶ εἰ μήπω διέφθαρται τῇ θείᾳ βουλήσει πρὸς τοῦτο διακρατούμενον, ἄφθαρτος δὲ καὶ ἀΐδιος κατὰ φύσιν Θεὸς, οὐ τοῖς ἑτέρου θελήμασιν ἀποκερδαίνων αὐτὸ καθάπερ ἡ κτίσις, ἀεὶ δὲ ὑπάρχων ἐν ἰδίοις ἀγαθοῖς, ἐν οἷς ἐστι καὶ τὸ ἴδιον. <Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι, καὶ οὐκ ἐγνώκατε αὐτόν.> Διελέγχει πάλιν αὐτοὺς καὶ μάλα γοργῶς ὡς μόνην τὴν ἐν ῥήμασι, καὶ τοῦτο ψιλοῖς, φιλοθεΐαν ἐπιτηδεύοντας, πολὺ δὲ λίαν ἀφεστηκότας τοῦ κατὰ ἀλήθειαν εἰδέναι τὸν Θεὸν, μόνον δὲ οὐχὶ τὸ διὰ τοῦ προφήτου διηγγελμένον ἐπιφθέγγεται πάλιν αὐτοῖς, τότε μὲν γὰρ ἔλεγεν “Ἐγγίζει μοι ὁ ”λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία “αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ·” νυνὶ δὲ χρησίμως, καὶ τῷ πάλαι συνηρμοσμένως τό Οὐκ ἐγνώκατε αὐτὸν ἐπιφωνεῖ.

καὶ ἀληθὴς ὁ λόγος· οὐ γὰρ τὸ εἰδέναι τυχὸν ὅτι ἔστι Θεὸς, τοῦτο δὴ πάντως ἐστὶ καὶ γνῶσιν ἔχειν Θεοῦ· ὅτι γὰρ ὑφέστηκε καὶ ἔστιν ὁ Θεὸς, “καὶ τὰ δαιμόνια πιστεύουσι, ”καὶ φρίττουσι,” κατὰ τὸ γεγραμμένον. πρὸς δὲ τὸ γινώσκειν, ὅτι ἔστι, καὶ δόξας ἔχειν ἀκόλουθον περὶ αὐτοῦ τὰς αὐτῷ πρεπούσας καὶ χρεωστουμένας· οἷον δέ φημί τι· τὸν ὄντα Θεὸν τί μὲν ὄντως ἐστὶ κατὰ φύσιν, οὐκ ἂν οἶμαί τις πολυπραγμονήσαι σωφρονῶν· εὑρεῖν γὰρ ἀμήχανον· τὰ γεμὴν προσόντα αὐτῷ, καὶ μὴ προσόντα τυχὸν, ἐπιγνοίη τις ἂν καὶ λίαν εὐκόλως, τοῖς ἱεροῖς ὁμιλήσας γράμμασιν. ἴσμεν γὰρ καὶ πεπιστεύκαμεν ὅτι δυνατός ἐστιν· ἴσμεν δὲ ὅτι οὐκ ἔστιν ἀσθενὴς, ἴσμεν ὅτι ἀγαθός ἐστιν, ἴσμεν ὅτι οὐκ ἔστι πονηρὸς, ἴσμεν ὅτι δίκαιός ἐστι, καὶ πάλιν οὐκ ἔστιν ἄδικος. ἴσμεν ὅτι ἀΐδιός ἐστι, διακείμεθα καὶ πιστεύομεν ὅτι οὐκ ἔστι χρόνῳ πεπερασμένος, ἀλλὰ οὐδὲ πρόσκαιρος καθὰ καὶ ἡμεῖς. ἐν ῥήμασι καὶ φωναῖς φάσκοντες Ἰουδαῖοι τοίνυν ὅσον, διωμολόγουν σαφῶς Θεὸν ἑαυτῶν εἶναι τὸν Θεὸν, ἀγνοοῦντες αὐτὸν οὐδὲν ἧττον, ἀλλ᾽ ὅσον τε ὅτι τε ἄφθαρτός ἐστι καὶ ἀΐδιος συνέντας οὐχ εὑρήσομεν. εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν, οἶμαι, πρὸς τοῦτο κατώλισθον ἀποπληξίας ὡς τεθνήξεσθαι προσδοκᾶν τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Υἱὸν Μονογενῆ· ἀλλ᾽ οὐδ᾽ ἂν αὐτῷ τὸν τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν προτείνοντες θάνατον ἀνοήτως ἔφασκον Τίνα σεαυτὸν ποιεῖς;

ἢ γὰρ οὐχὶ καὶ σφόδρα ἐρεῖ τις εἰκότως ὡς ἦν ἀναγκαῖον τοὺς εἰδότας τίς ἐστι κατὰ φύσιν ὁ Πατὴρ, τοιοῦτον εἶναι πιστεύειν καὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον; ὅνπερ γὰρ τρόπον ἀπὸ γλυκείας πηγῆς γλυκὺ μὲν πάντως πρόεισι νᾶμα, καὶ ἀπὸ ξύλων εὐγενῶν εὐγενῆ πάντως ἔσται καὶ τὰ τικτόμενα· οὕτως οἶμαι δεῖν τὸν ἐκ τοῦ κατὰ φύσιν Θεοῦ, Θεὸν εἶναι πιστεύειν ἀληθῆ, καὶ τὸν ἐξ ἀϊδίου γεγεννημένον Πατρὸς, ἀΐδιον εἶναι κατὰ τὸν γεννήτορα· εὔκαιρον οὖν ἄρα κἀνθάδε πρὸς Ἰουδαίους εἰπεῖν “Ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ ”σαπρὸν, ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ “καλόν. οὐ γὰρ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ”ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν.” πῶς οὖν ἐνδέχεται, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἐστὶ μωρίας ἀνάμεστον, τὸν ἐξ ἀθανάτου γεννηθέντα Πατρὸς θνητὸν εἶναι νομίζειν, καὶ τοῖς ἐφθαρμένοις ἐναρίθμιον ποιεῖσθαι τὸν οὐκ εἰδότα φθοράν; <Ἐγὼ δὲ οἶδα αὐτόν· καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτὸν, ἔσομαι ὁμοίως ὑμῶν ψεύστης.> Οὐκ ἐψευσάμην, φησὶν, Ἰουδαίοις λέγων “Ἐάν τις τὸν ”ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ ἴδοι εἰς τὸν αἰῶνα.” δύναμαι γὰρ ἀπαθανατίζειν, ἐπείπερ οἶδα τοῦτο ποιεῖν ἰσχύοντα τὸν ἐξ οὗπέρ εἰμι, οἶδα κατὰ φύσιν ὄντα ζωὴν τὸν Πατέρα τὸν ἐμαυτοῦ. εἰμὶ τοιγαροῦν κατ᾽ ἐκεῖνον κἀγὼ, ζωὴ δηλονότι κατὰ φύσιν, καὶ ζωοποιός.

ἀρνησάμενος δὲ τὸ δύνασθαι ζωογονεῖν, ὡς ἀγνοῶν ἔσομαι τὸν Πατέρα, οὗ τὸ ἴδιον τῆς οὐσίας ἔχων ἐγὼ ζωοποιεῖν δύναμαι, καθάπερ ἐκεῖνος. οὐκοῦν ἔχειν μὲν ὁμολογῶ πάντα τὰ ἐν τῷ Πατρὶ, καὶ κατ᾽ ἐκεῖνον ὑπάρχειν ἐμαυτὸν, διισχυριζόμενος διά τε τοῦ τὰ ἐκείνου δρᾶν ὑπισχνούμενος, οἶδα πάντως αὐτόν· λέγων δὲ μὴ ἔχειν ἀπαραποιήτως ἐν ἐμαυτῷ τὰ τοῦ Πατρὸς ἴδια, ψεύστης ἔσομαι καθ᾽ ὑμᾶς, ὡς μὴ εἰδὼς τὸν Πατέρα. ἀλλὰ καὶ ὅτε φημὶ τὴν μὲν τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν οὐδὲν εἶναι δόξαν, ἐπείπερ ἦσαν ἐκ γῆς, καὶ ἄνθρωποι τὴν φύσιν, οἷς καὶ τὸ ἀποθνήσκειν οὐ ξένον, τὴν δ᾽ ἐμὴν εἶναι δόξαν, τὸ ἀΐδιον τοῦ Πατρὸς, ὡς εἰδὼς τὸν Πατέρα, τὰ τοιαῦτά φημι· λέγων δὲ ὅτι φθαρήσομαι κατ᾽ ἐκείνους, καὶ οὐκ εἰμὶ τῷ Πατρὶ συναΐδιος, ψεύσομαι καθ᾽ ὑμᾶς, ἀγνοήσας τὸν ἐξ οὗπέρ εἰμι Πατέρα. ἀμήχανον γὰρ τὸν ἐκ τοῦ ὄντος καὶ ὡσαύτως ἔχοντος ἀεὶ, μὴ οὐχὶ πάντως εἶναί τε καὶ ὡσαύτως ἔχειν ἀεί. ἀΐδιον γὰρ τὸ ἐξ ἀϊδίου γεγεννημένον. ἁπλούστερον γὰρ τὸ προκείμενον ἐκλαβὼν ἐρεῖ τις αὐτὸ καθ᾽ ἕτερον εἰρῆσθαι τρόπον. οἶδα, φησὶ, τὸν ἐμαυτοῦ Πατέρα· λέγων δὲ μὴ εἰδέναι καθ᾽ ὑμᾶς ἔσομαι ψεύστης, τοὺς οὐκ εἰδότας μὲν τὸν Θεὸν, εἰδέναι δὲ φάσκοντας αὐτόν.

Τίς δὲ ὁ τῆς εἰδήσεως τρόπος, καὶ ἐπὶ τίσι τοῦ μὴ εἰδέναι τὰ ἐγκλήματα, σαφῶς ἤδη διειρηκότες, περιττὸν ἐποίσομεν οὐδέν. <Ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.> Ὅσον μὲν ἧκεν εἰς τὸ ἑτοίμως τῷ προκειμένῳ προσβάλλειν, ἐκεῖνό φαμεν, ὅτι λαλεῖ πάλιν ὡς ἄνθρωπος, καὶ καταβιβάζει πάλιν αὐτὸν εἰς τὰ ἡμέτερα Χριστὸς, τὸ δουλοπρεπὲς οὐκ ἀφιεὶς σχῆμα κατὰ καιρὸν τὸν πρέποντα. λέγει τοίνυν καὶ εἰδέναι τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρεῖν. καὶ οὐχὶ πάντως ἐροῦμεν ἀναγκαίως ἑαυτῷ τὰ τοιαῦτα προσμαρτυρεῖν, ἀλλ᾽ οὐδὲ τῶν αὐτῷ πρεπόντων ἀπαριθμεῖσθαί τινα, τέχνη δέ τις ἀνεμίχθη τῷ λόγῳ πολλή. διὰ τοῦ γὰρ φάναι καὶ εἰδέναι τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρεῖν, οἷς ἔχειν αὐτὸς διισχυρίζεται, τἀναντία φρονοῦντας τοὺς Ἰουδαίους ἐπιδείκνυσιν, ὡς μήτε εἰδότας δηλονότι τὸν Θεὸν, μήτε μὴν οἰομένους ὅτι πρέποι τηρεῖν τὸν λόγον αὐτοῦ· ἢ γὰρ ἂν ἐδέξαντο καὶ μάλα προθύμως τὸν διὰ Μωυσέως καὶ τῶν προφητῶν προκεκηρυγμένον. εὑρήσομεν δέ πως καὶ παρ᾽ ἡμῖν σχῆμά τι τοιοῦτον ἐν λόγοις εὐφυές τε καὶ κάλλιστον, ἐλέγχου μὲν ἔχον δύναμιν, καὶ ἠρέμα τισὶν ὑποδηλοῦν τὰ ἐν οἷς εἰσι κακὰ, ὑποτέμνον δέ πως τὸν εἰς τὸ διελέγχεσθαι θυμόν.

οἷον ἔστω τις ἀνὴρ τυχὸν ἐπιεικὴς καὶ τὰ ἄλλα χρηστὸς, ὀνειδίζων τῷ κλέπτοντι καὶ τῷ μεθύοντι, καὶ λέγων Ἐγὼ ἄνθρωπός εἰμί τις ἐπιεικὴς, οὐ κέκλοφα τὰ ἑτέρων, ἀλλ᾽ οὐδὲ μεμέθυσμαί ποτε. καὶ οὐ πάντως ὁ τοιοῦτος ἑαυτῷ διὰ τούτου μαρτυρεῖ, οὐδὲ οὕτως αὐτὸν οἰησόμεθα λαλεῖν, ἀλλ᾽ ὧν ἔχει τἀναντία περιτιθέντα τοῖς ὀνειδιζομένοις. οὕτω τοιγαροῦν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς εἰδέναι φησὶ τὸν Πατέρα καὶ τηρεῖν τὸν λόγον αὐτοῦ, ἑτεροίως διὰ τοῦτο τοῖς ἀνοσίοις Ἰουδαίοις, τὸ μήτε εἰδέναι τὸν Θεὸν περιτιθεὶς, μήτε μὴν ἀνέχεσθαι τὸν παρ᾽ αὐτοῦ λόγον, ἢ φυλακῆς τινος ὅλως ἀξιοῦν τὸν ἄνωθεν αὐτοῖς διορισθέντα νόμον.

Εἰ δὲ χρὴ καὶ ἑτέρως τοῖς προκειμένοις ἐμβαλεῖν, καὶ λεπτότερόν πως ἰδεῖν τὸ πλαγίως ὑποδηλούμενον, καὶ τόδε πρὸς τούτοις ἐροῦμεν Οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ τοιαύτην ἔχων γνῶσιν, ὁποία πέρ ἐστιν ἡ ἐν ἡμῖν, ἀλλὰ θεοπρεπῆ τε καὶ ἀνεξήγητον. ὥσπερ γὰρ ὁ ἐξ ἀνθρώπου γεγεννημένος ἄνθρωπος, οὐ παρ᾽ ἑτέρου τινὸς μαθὼν, ἀλλ᾽ ἐξ ὧν ἐστιν αὐτὸς τὴν τοῦ γεννήσαντος οὐκ ἀγνοεῖ φύσιν· οὕτω καὶ ὁ Υἱὸς οἶδε μὲν ἐξ ὧν ἐστι τὸν ἑαυτοῦ γεννήτορα, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, τουτέστιν ὅλον ἔχει σωζόμενον ἐν ἑαυτῷ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον· δηλοῖ γὰρ ὁ λόγος τὸν ὅρον. λόγος μὲν γὰρ ὁ ἀνθρώπου, τουτέστιν ὁ ὅρος τῆς οὐσίας αὐτοῦ, ζῷον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἀλλὰ γὰρ καὶ ἀγγέλου τυχὸν ὁ λόγος, ὅρος ἂν νοοῖτο τῆς οὐσίας αὐτοῦ. ἐπὶ δὲ Θεοῦ τοῦ κατὰ φύσιν ἡμᾶς μὲν λόγον ἢ ὅρον οὐκ ἔστι λαβεῖν· οὐ γὰρ ἴσμεν τί κατὰ φύσιν ἐστὶν, οἶδεν δὲ ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος οἶδεν τί κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν· ἀπὸ δὲ τῆς παρ᾽ ἡμῖν συνηθείας λαβὼν καὶ τοῖς ἀνθρωπίνοις ἀποχρησάμενος ῥήμασι, τὸν λόγον τοῦ Πατρὸς, οἱονεὶ τὸν ὅρον τῆς οὐσίας αὐτοῦ, τηρεῖν ἐν ἑαυτῷ φησιν.

ἔστι γὰρ εἰκὼν τοῦ τεκόντος αὐτὸν καὶ χαρακτὴρ οὐδαμόθεν παντελῶς εἰς ἀνομοιότητα κατηγορούμενος, ἔχων δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ γεννήτορος θεοπρεπῆ τε καὶ ἐξαίρετα. <Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη.> Ἡμέραν ἐν τούτοις, οὐχ ἕτερόν τι φησὶ παρὰ τὸν τῆς ἐπιδημίας καιρὸν, καθ᾽ ὃν ἡμῖν τὸ φῶς ἔλαμψεν τὸ ἀληθινὸν, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, λελυμένου ὥσπερ ἐν ἀχλύος τάξει τοῦ συνέχοντος ἡμᾶς τὸ τηνικάδε σκότου, τυραννοῦντος ἐπὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, καὶ πᾶσαν ὡς ἔπος εἰπεῖν τὴν οἰκουμένην ταῖς ἑαυτοῦ δυστροπίαις καταμελαίνοντός τε καὶ εἰς πολύθεον κατωθοῦντος πλάνην, διαφόρως τε τὸν ἑκάστου κατασκοτίζοντος νοῦν. διὰ τοῦτο καὶ ὁ θεσπέσιος μελῳδὸς ἡμέραν ὥσπερ εἰδὼς τὸν τριπόθητον τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, προανεφώνει λέγων ἐν Πνεύματι “Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ ”Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.” ἄλλως τε καὶ ἡμέραν ἔθος ἀποκαλεῖν τῇ θείᾳ γραφῇ τὸν ἑκάστου πράγματος καιρὸν, κατὰ τό “Ἡμέρα γὰρ Κυρίου ”σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ταπει- “νωθήσονται,” καὶ πάλιν “Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύ- ”ρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου;”

ἀλλὰ καὶ ἀπολεῖσθαι τοὺς τινῶν διαλογισμοὺς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ φησὶν ὁ μελῳδὸς, πάλιν ἡμέραν ὁρίζων τὸν τοῦ θείου καὶ προσδοκωμένου βήματος καιρὸν, καθ᾽ ὃν οὐδὲν ὠφελήσει τοὺς ἐν κόσμῳ λαμπροὺς ἡ τῶν ἀρχαίων διαλογισμῶν ἀπάτη, καὶ τῆς ὀφρύος τῆς ἐπὶ πλούτῳ τὸ διάκενον φύσημα.

Ἠγαλλιάσατο οὖν φησιν ὁ πατὴρ ὑμῶν Ἁβραὰμ ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. καὶ πῶς ἢ πότε νομιοῦμεν τὸν μακάριον Ἁβραὰμ τὴν ἡμέραν τεθεᾶσθαι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τουτέστι, τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ τῆς μετὰ σαρκὸς ἰδεῖν; οὐ πλατὺς μὲν ὁ λόγος· οὐ γὰρ ἔστιν εἰπεῖν ἐξ ἀντιῤῥήτου λαβόντα καὶ σαφηνίσαι· πλὴν ὡς ἔνι καλῶς τὰ εἰς τοῦτο νοοῦντες ἐροῦμεν, ὅτι καθάπερ ἑνὶ τῶν ἁγίων προφητῶν ἀπεκάλυψεν ὁ Θεὸς τὸ ἑαυτοῦ μυστήριον. ἤγουν τοῦ θεάσασθαι δώσομεν ἀληθῶς τὴν ἡμέραν αὐτὸν τῆς τοῦ Κυρίου σφαγῆς, δι᾽ ἣν τὰ πάντα ἡμῖν αἰσίως ἐκβέβηκεν, καὶ καθάπερ ἐξ οὐρίας ἠνέχθη καλῶς, ὅτε καὶ εἰς τύπον αὐτοῦ τὸν μονογενῆ καὶ πρωτότοκον, τουτέστι τὸν Ἰσαὰκ, ἀναφέρειν εἰς θυσίαν ἐπετάττετο· ἱερουργοῦντι γὰρ εἰκὸς αὐτῷ τότε καθάπερ ἐν τύπῳ τῷ δρωμένῳ καταστῆναι σαφῆ τοῦ μυστηρίου τὴν ἀκρίβειαν. δοίη τις ἂν καὶ ἑτέρας εἰς τοῦτο τοῖς φιλομαθεστέροις τὰς ἀφορμάς. καὶ γὰρ εἶδεν ἄνδρας τρεῖς “πρὸς τῇ δρυῒ τῇ ”Μαμβρῇ,” ἀλλὰ καὶ ἐπαγγελίαν ἐδέχετο παρὰ Θεοῦ, ὅτι πατὴρ ἔσται πολλῶν ἐθνῶν, ὅπερ ἦν οὐχ ἑτέρως ἀνυσθῆναι δυνατὸν, εἰ μὴ διὰ τῆς εἰς Χριστὸν πίστεως ἐκλήθη πατέρα τὰ ἔθνη τὸν Ἁβραὰμ ἐπιγραφόμενα, καὶ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ συνανακλιθησόμενά τε καὶ συμμεθέξοντα αὐτῷ τῆς ἐφ᾽ ἅπασιν ἀγαθοῖς τοῦ Σωτῆρος ἡμῶν φιλοτιμίας.

εἶδεν οὖν φησιν ὁ μακάριος Ἁβραὰμ, καὶ ἰδὼν ἐχάρη τὴν ἡμέραν τὴν ἐμήν. καὶ διὰ ποίαν αἰτίαν ἐπὶ τὸ καὶ ταῦτα φάναι πρόεισι Χριστὸς, ἀναγκαῖον εἰπεῖν. ἄνθρωπον ὁρῶντες αὐτὸν Ἰουδαῖοι διὰ τὸ περίβλημα τῆς σαρκὸς, οὐδὲν ἐνενόουν περὶ αὐτοῦ θεοπρεπὲς, ᾤοντο δὲ ὅτι καὶ θνητός ἐστι καθ᾽ ἡμᾶς, ἅτε δὴ καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθείς. ὅτι δὲ ἦν ἀΐδιος ὡς ἐξ ἀϊδίου Πατρὸς, πιστεύειν οὐκ ἤθελον διὰ πολλὴν ἀβουλίαν. ἵνα τοίνυν ἀποδείξῃ σαφῶς ὡς οὐ πρόσφατός ἐστιν, οὐδὲ ἀρτιγενὴς καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὅτι καὶ τοῖς ἀρχαιοτάτοις αὐτῶν πατράσιν ἐγινώσκετο ὡς ὢν ἀΐδιος, τὰ τοιαῦτά φησιν. ἐν ταὐτῷ δὲ ὡς ἔοικεν ὀνειδίζει χρησίμως, ὅτι περιπτύουσι δρῶντες ἀβούλως, καὶ φρονοῦντες ἀσυνέτως, ἅπερ ἦν ἐν ἑορτῆς τάξει τῷ τοῦ γένους αὐτῶν ἐξάρχοντι. ἐκεῖνος μὲν γὰρ μόνον εἶδε καὶ ἐχάρη· ἔχοντες δὲ αὐτοὶ καὶ ἀπολαύειν ἐξὸν ταῖς ἀπειθίαις ὑβρίζουσι, καὶ τῆς οὕτω λαμπρᾶς καταλαζονεύονται χάριτος. ἢ τάχα κἀκεῖνο πλαγίως ὑποδηλοῖ ὅτι καὶ μείζων ἐστὶ καὶ κρείττων τοῦ Ἁβραὰμ, εἴπερ ἦν ἐκείνῳ πανήγυρις, τὸ καὶ μόνον γνῶναί τι περὶ αὐτοῦ. γυμνῶς μὲν γὰρ καὶ ἐπικαλύμματός τινος δίχα τοῦτο λέγειν οὐκ ἦν, διὰ τὸ ἐκείνων ἀκρατὲς εἰς ὀργὴν, ἑτέρῳ δὲ τρόπῳ κατασημαίνει πάλιν αὐτό.

Καὶ μήτις οἰέσθω λέγοντα πρὸς Ἰουδαίους τὸν Ἰησοῦν Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἀπέθανεν, ἑαυτῷ φθέγγεσθαι τἀναντία, ἐπείπερ αὐτοὺς ποτὲ μὲν τῆς πρὸς Ἁβραὰμ οἰκειότητος ἐξίστησι λέγων “Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα ”τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν·” νυνὶ δ᾽ αὖ πάλιν υἱοὺς Ἁβραὰμ ἀποκαλεῖ. ἰστέον δὲ ὅτι καλῶς ἐπ᾽ ἀμφοῖν τὸν οἰκεῖον εἰς ἀλήθειαν ἀπευθύνει λόγον. ἐν μὲν γὰρ ἐκείνοις, τῆς πνευματικῆς εὐγενείας ὁριζόμενος τὴν ποιότητα, ἐν τῇ τῶν ἠθῶν ταυτότητι τὴν οἰκειότητα ζωγραφεῖ· ἐν δὲ τούτοις, μόνην αὐτοῖς καὶ γυμνὴν τῆς σαρκὸς ἀπονέμει τὴν συγγένειαν, ἵνα καὶ ἐν ἐκείνοις ἀληθεύῃ, καὶ ἐν τούτοις μὴ ψεύδηται. <Εἶπον οὖν Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;> Ἀνόητος κομιδῇ τῶν Ἰουδαίων ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν γελοιότητα· θαυμάσαι δ᾽ ἄν τις αὐτοὺς καὶ σφόδρα εἰκότως εἰς τοσαύτην ἐκδεδραμηκότας τὴν ἀσυνεσίαν, ὡς μηδὲν τὸ παράπαν δύνασθαι ὧν ἐχρῆν ἐννοεῖν.

μυρίας γὰρ λόγων περιστροφὰς ἐπινοοῦντος αὐτοῖς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἄνω τε καὶ κάτω διὰ τῶν αὐτῶν ἰόντος ῥημάτων, καὶ τὴν ἰδίαν αὐτοῖς ἀϊδιότητα πολυτρόπως κατασημαίνοντος, οὐδὲν ὅλως διαλογίζονται πλέον ὧν ὁρῶσι τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὥσπερ δὲ παντελῶς ἐξεστηκότες καὶ παρακεκομμένοι τοῦ νοῦ τὴν ἐνέργειαν, οὐκ ἀνατείνουσι τὴν καρδίαν εἰς τὰ πρέποντα Θεῷ, πάλιν δὲ ὡς ἑνὶ τῶν καθ᾽ ἡμᾶς ἀνθρώπων τότε μόλις ἀρξαμένῳ τὸ εἶναι καὶ ἐν τοῖς οὖσι τελεῖν, ὅτε καὶ γεγέννηται, παραλόγως ἐγκαλοῦσι τὸ ψεῦδος, οὐδὲ ὅπερ ἤκουσαν λέγοντος ἐννοοῦντες ὀρθῶς. ὁ μὲν γὰρ ἔφη τεθεᾶσθαι τὸν Ἁβραὰμ τὴν ἡμέραν αὐτοῦ, οἱ δὲ μεταθέντες πρὸς τὸ ἐναντίον αὐτῷ τοῦ λόγου τὴν δύναμιν, οὔπω γάρ φασιν ἔχεις ἔτη πεντήκοντα καὶ πῶς τεθέασαι τὸν Ἁβραάμ; ἐλεεινὸς τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος, πολλῇ μὲν ἀεὶ συζήσας ἀπαιδευσίᾳ, μανίαν δὲ τὴν ἀτίθασον ποιησάμενος σύντροφον. <Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι.> Πάλιν ἐπὶ τὸ σύνηθες αὐτῷ καὶ φίλον ἐπιτήδευμα βαδίζει Χριστός. λαλεῖ μὲν γὰρ ἔσθ᾽ ὅτε πολὺ λίαν αἰνιγματωδῶς, καὶ διαφόροις ἐπικρύψεσιν ἐπισκιάζων τὴν ἐξήγησιν οὐ πᾶσιν ἐᾷ γενέσθαι καταφανῆ. ἐπὰν δὲ συνέντας ἴδῃ μηδὲν τοὺς ἀκροωμένους, τότε τῆς ἀσαφείας ἀπαμφιάσας τὸν λόγον παρατίθησι γυμνὸν καὶ σαφῆ, ὃ δὴ καὶ δρᾶν ἐπὶ τοῦ παρόντος ἐπείγεται.

ἐπειδὴ γὰρ οὐδὲν εὑρίσκει συνέντας, καίτοι μακροῦ διιππεύσαντος λόγου, οὐδὲ δυνηθέντας ἐννοεῖν ὅτι καὶ ἀΐδιός ἐστιν ὡς ἐξ ἀϊδίου Πατρὸς, καὶ ὅτι μείζων τοῦ Ἁβραὰμ ἀσυγκρίτως ὡς Θεὸς, ἀναφανδὸν ἤδη φησὶν ὡς ἐν ὅρκου τάξει προστιθεὶς τό Ἀμὴν εἰς βεβαίωσιν τῶν λεγομένων Πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι. οἰησόμεθα δὲ οὐδαμῶς ἐπαυχεῖν τὸν Μονογενῆ τῷ εἶναι πρὸ μόνου τοῦ Ἁβραάμ. ἔστι γὰρ πρὸ χρόνου παντὸς, καὶ πρεσβυτάτην ἔχει τὴν γέννησιν ἄναρχος ὢν ἐν Πατρί. ἐπειδὴ δὲ προὔκειτο πρὸς τὸ παρὸν ἡ πρὸς Ἁβραὰμ αὐτῷ σύγκρισις, ἐκείνου φησὶν ἑαυτὸν ὑπάρχειν ἀρχαιότερον, ὡσπερανεὶ λέγοι καὶ ὁ ἑκατὸν ἀριθμὸς τὸ τυχὸν, ὅτι μείζων εἰμὶ τοῦ δέκα, καὶ οὐχὶ πάντως ὡς γείτονα τῷ δέκα τὴν ὑπεροχὴν ἔχων, τὰ τοιαῦτα φήσειεν ἂν, ἀλλ᾽ ὅτι πολὺ λίαν ὑπερκείμενος, καὶ ὑπὲρ τῶν δέκα ἐστίν. οὐκοῦν οὐ τοῖς Ἁβραὰμ ἁμιλλᾶται χρόνοις, οὐδὲ ὀλίγῳ προὔχειν ἑαυτὸν τῶν ἐκείνου καιρῶν διισχυρίζεται, ἀλλ᾽ ἐπείπερ ἐστὶν ἄνω παντὸς χρόνου, καὶ παντὸς αἰῶνος ἀριθμὸν ἐξάλλεται, καὶ πρὸ τοῦ Ἁβραὰμ ἑαυτὸν εἶναί φησι, πρᾶγμα λέγων ἀληθές. οἰκείως δὲ σφόδρα καὶ καλῶς, ἐπὶ μὲν τοῦ Ἁβραὰμ τό Γενέσθαι τίθησιν, ἐφ᾽ ἑαυτοῦ δὲ τό Εἰμι, δεικνὺς ὅτι τῷ μὲν ἐξ οὐκ ὄντων γενομένῳ πάντως ἂν ἕποιτο καὶ τὸ φθείρεσθαι δεῖν, τῷ δὲ ἀεὶ ὄντι τὸ πρὸς τὸ μὴ εἶναι χωρεῖν οὐκ ἂν συμβαίη ποτέ.

μείζων οὖν ἄρα καὶ κρείττων τοῦ Ἁβραάμ· μείζων μὲν ὡς ἀΐδιος, κρείττων δὲ ὅτι μὴ φθείρεται καθάπερ ἐκεῖνος. <Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.> Οὐχ ὁρῶσι τὴν ἀλήθειαν, ἅτε δὴ καὶ ὄντως ψεῦσταί τε ὄντες αὐτοὶ, καὶ ψεύστην ἔχοντες τὸν πατέρα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· ἀγανακτοῦσι δὲ πάλιν ἐπ᾽ οὐδενὶ τῶν ἀνιᾶν εἰωθότων. ὥσπερ οὖν ἀδικουμένῃ τῇ τοῦ προπάτορος δόξῃ συναθλεῖν οἰόμενοι, διὰ τούτων ἀνεκαύθησαν πάλιν εἰς οὐκ εὐκαίρους ὀργὰς, καίτοι δέον μᾶλλον αὐτοὺς συνιδεῖν καὶ τῶν εἰρημένων εἰς δύναμιν, καὶ τίς ὁ ταῦτα λέγων ἐστὶν, ἀλλ᾽ εἰς μανίαν ἀλογωτάτην καὶ θηριοπρεπῆ παραλόγως ἐκνεύοντες, λίθοις αὐτὸν ἐπιχειροῦσι σφενδονᾶν, ὥσπερ οὐκ ἀρκούντως διὰ πολλῆς ἤδη λοιδορίας προσκρούσαντες, ἤγουν μετρίαν ἐξ ἀπονοίας ἐφ᾽ ἑαυτοῖς ἐπισυρόμενοι τὴν ὀργήν. θερμὸν μὲν οὖν καὶ παραλογώτατον τὸ τῶν Ἰουδαίων ἐγχείρημα· πρόεισι δὲ οὐκ εἰς ἔργον ἀκαίρως, ἀπῆν γὰρ ἔτι τοῦ παθεῖν ὁ καιρός. κατακρύπτει δὲ ἑαυτὸν ὁ Χριστὸς, οὐ τοίχοις ὑποδραμὼν, οὐχ ἕτερόν τι τοῦ ἰδίου προστησάμενος σώματος, ἀλλὰ τῇ δυνάμει τῆς θεότητος ἀφανῆ τοῖς ζητοῦσιν ἑαυτὸν καταστήσας. καὶ οὐκ ἠρκέσθη τῷ λαθεῖν, ἀλλὰ καὶ ἔξεισιν ἐκ τοῦ ἱεροῦ, τύπον ὥσπερ τινὰ πραγμάτων ἡμῖν νοητῶν καταγράφων ἐν τούτοις.

τοῖς μὲν γὰρ ἀγαπῶσιν αὐτὸν ἐμφανής ἐστι διὰ παντὸς, κατὰ τό “Μακάριοι οἱ ”καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.” ἀποτρέχει δὲ τῶν θεομαχεῖν εἰθισμένων, καὶ οὐδενὶ τῶν δυσσεβούντων φαίνεται, ἀλλ᾽ οὐδὲ τὸ συνεῖναι τρόπον τινὰ καὶ συνδιαιτᾶσθαι τοῖς διώκουσιν αὐτὸν ποιεῖται φίλον, ἀποδημεῖ δὲ μᾶλλον αὐτῶν, καὶ ἀπανίσταται, πᾶσαν ὥσπερ ἑαυτῷ συνεξέλκων εὐθυμίαν, καὶ τῶν παρ᾽ ἑαυτοῦ χαρισμάτων ἐρήμους ἀφεὶς τοὺς, ἀφ᾽ ὧν ἂν πάθοι κακῶς, ὅσον εἰς τὸ θέλειν αὐτὸν ἀδικῆσαί φημι, καὶ εἰς τὰ τῶν δυσσεβούντων ἐγχειρήματα, εἰ καὶ μάταια πάντα δεικνύει Χριστὸς, ἀφάτῳ δυνάμει τῶν εἰς αὐτὸν πλημμελούντων τὸ ἀνόσιον ἀφανίζων θράσος. <Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.> Ἐμπαροινούντων αὐτῷ τῶν Ἰουδαίων, λίθοις τε ἤδη κατακοντίζειν ἐπιχειρούντων αὐτὸν, ἔξεισι μὲν τοῦ παρ᾽ αὐτοῖς ἱεροῦ παραχρῆμα, καὶ τῆς τῶν διωκόντων ἀνοσιότητος ἑαυτὸν ὑπεξάγει.

παρατρέχων δὲ τὸν ἐκ γενετῆς εὐθὺς ἐπιβλέπει τυφλὸν, σημεῖον ὥσπερ καὶ τοῦτο τίθησιν ἐναργέστατον, ὅτι τῆς μὲν Ἰουδαίων ἐπαναστήσεται βδελυρίας, καὶ τὴν θεομάχων καταλείψει πληθὺν, ἐπισκέψεται δὲ πάλιν μᾶλλον τὰ ἔθνη, καὶ εἰς αὐτὰ μεταστρέψει τῆς ἡμερότητος τῆς αὐτοῦ τὴν φιλοτιμίαν, ἃ καὶ τῷ ἐκ γενετῆς παρεικάζεται τυφλῷ, διὰ τὸ ἐν πλάνῃ γεγενῆσθαι καὶ ἐκ πρώτης ὥσπερ ἡλικίας ἔρημα τῆς ἀληθοῦς θεογνωσίας ὑπάρχειν αὐτὰ, καὶ τὸ φῶς οὐκ ἔχειν τὸ παρὰ Θεοῦ, τουτέστι, τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. ἐπιτηρῆσαι δὲ πάλιν ἀκόλουθον τί ἂν βούλοιτο δηλοῦν τὸ ὡς ἐν παραδρομῇ τὸν τυφλὸν ἐπεσκέφθαι παρὰ Χριστοῦ. καί μοι πάλιν ἔπεισι νοεῖν, ὅτι κυρίως μὲν οὐχὶ τοῖς ἔθνεσιν ἐπεδήμησεν ὁ Χριστὸς, διὰ μόνον δὲ τὸν Ἰσραὴλ, καθὰ καὶ αὐτός που φησίν “Οὐκ ”ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου “Ἰσραήλ·” κατωρθώθη δὲ τοῖς ἔθνεσιν ἡ ἀνάβλεψις ὡς ἐν παρόδῳ Χριστοῦ μεθορμίσαντος ἐπ᾽ αὐτὰ τὸν ἔλεον, διὰ τὴν τοῦ Ἰσραὴλ ἀπείθειαν. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ Μωυσέως καὶ πάλιν προᾳδόμενον “Ἐγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ”ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.” ἔθνος μὲν γὰρ ἀσύνετον ἦν τὸ δουλεῦον τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ κτηνῶν ἀλόγων δίκην εἰς πᾶσαν ἁπλῶς ἀμαθίαν καταβοσκόμενον, καὶ μόνοις προσανέχον τοῖς ἐπὶ τῆς γῆς.

ἐπειδὴ δὲ παρώργισεν ὁ Ἰσραὴλ ὁ σοφὸς διὰ τὸν νόμον, καὶ συνετὸς διὰ τὸ προφήτας ἔχειν, ἀντιπαρωργίσθη παρὰ τοῦ Θεοῦ προσληφθέντων εἰς τὸν ἐκείνοις πρέποντα τόπον τῶν ἀσυνέτων τὸ πρὶν, οἷς διὰ τῆς πίστεως καὶ “σοφία γέγονεν ὁ ”Χριστὸς καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,” κατὰ τὸ γεγραμμένον, δῆλον δὲ ὅτι καὶ φῶς καὶ ἀνάβλεψις.

ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ᾽ οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφ᾽ ἅπασιν ἐκφέρει τὸ κρῖμα. <Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.> ΧΡΗΣΤΟΜΑΘΕΙΣ μὲν καὶ λίαν ἐπιεικῶς οἱ σοφώτατοι μαθηταὶ, μᾶλλον δὲ οὐκ ἀθεεὶ πρὸς τὸ βούλεσθαι ταῦτα μαθεῖν παρωρμήθησαν, καὶ φιλοπευστοῦσι χρησίμως οὐχ ἑαυτοῖς τοσοῦτον, ὅσον ἡμῖν τὴν ἐντεῦθεν ὄνησιν ἐξαρτύοντες· ὠφελούμεθα γὰρ οὐ μετρίως, παρὰ τοῦ πάντα εἰδότος καὶ τὴν ἐν τούτοις ἀληθῆ δόξαν ἀκροώμενοι, καὶ πρὸς τούτοις ἔτι βδελυρίας ἐξιτήλων δογμάτων ἀποκρουόμενοι, ἃ μὴ παρὰ μόνοις ἦν Ἰουδαίοις, ἀλλὰ καὶ ἤδη τινὲς καὶ τῶν ἐπὶ γνώσει τῆς θεοπνεύστου γραφῆς ἀφορήτως ἐξωφρυωμένων, καὶ δοκούντων τελεῖν εἰς Χριστιανοὺς, ἀπετόλμησαν εἰπεῖν, ὡς ἐστὶν ἀληθὲς, ταῖς ἰδίαις μᾶλλον εὑρεσιλογίαις ἡδόμενοι, καὶ τῶν ἰδίων ἡττώμενοι θελημάτων, καὶ πλάνην Ἑλληνικὴν τοῖς τῆς Ἐκκλησίας ἀναφύρειν δόγμασιν οὐ καταδείσαντες.

Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες ὡς προγονικῶν ἀσεβημάτων πραττόμενοι δίκας, ἢ καὶ ἀλογώτατα τὰς τῶν πατέρων ἁμαρτίας ἐπιῤῥιπτοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ διεγόγγυζον οὐ μικρῶς, καὶ κατεγέλων ὡς ἀδικωτάτου κρίματος, καὶ δὴ καὶ ἔφασκον ὡς ἐν εἴδει παραβολῆς “Οἱ πατέρες ἔφαγον ”ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν.” οὗτοι δὲ πάλιν γείτονά τε καὶ συγγενῆ νοσοῦντες ἀπαιδευσίαν τοῖς ἀρτίως ἡμῖν κατωνομασμένοις πρὸ τῆς τῶν σωμάτων κατασκευῆς προϋπάρχειν μὲν καὶ προϋφεστάναι τὰς τῶν ἀνθρώπων ψυχὰς διατείνονται, καταφοιτώσας δὲ προθύμως εἰς τὸ πλημμελεῖν καὶ πρὸ τῶν σωμάτων, τὸ τηνικάδε συνδεῖσθαι τούτοις αὐτὰς, ὡς ἐν τάξει κολάσεως τὸ ἐν σαρκὶ γενέσθαι δεχομένας. ἀλλ᾽ ἑνὶ καὶ συντόμῳ λόγῳ τὰς παρ᾽ ἀμφοῖν ἀσυνεσίας ἔλυσεν ὁ Χριστὸς, μήτε τὸν τυφλὸν ἡμαρτηκέναι, μήτε μὴν τοὺς τεκόντας αὐτὸν διισχυρισάμενος, ἀνατρέπει μὲν Ἰουδαίων τὸ δόγμα, οὐκ ἀπό τινος πλημμελείας τυφλὸν γεγεννῆσθαι τὸν ἄνθρωπον εἰπὼν, οὔτε ἐξ οἰκείας, οὔτε προγονικῆς, ἀλλ᾽ οὐδὲ πατρὸς ἢ μητρός· καταστρέφει δὲ πάλιν τῆς τῶν ἑτέρων ἀβελτηρίας τοὺς ὕθλους, οἳ καὶ πρὸ σώματος ἁμαρτεῖν λέγουσι τὰς ψυχάς.

Ἐρεῖ γάρ τις αὐτοῖς καὶ μάλα εἰκότως Πῶς εἰπέ μοι φησὶν ὁ Χριστὸς, μήτε τὸν τυφλὸν ἁμαρτῆσαι μήτε τοὺς γονεῖς αὐτοῦ; καίτοι καθαροὺς ἁμαρτίας οὐκ ἂν δοίημεν ὅλως ὑπάρχειν αὐτούς. ἀνθρώπους γὰρ ὄντας εἰκὸς δήπου πάντως, μᾶλλον δὲ ἦν ἀναγκαῖον, περιπίπτειν καὶ πταίσμασι. ποῖον οὖν ἄρα καιρὸν ὁρίζει Χριστὸς, καθ᾽ ὃν ἀληθὴς ἡμῖν ὁ παρ᾽ αὐτοῦ λόγος ὀφθήσεται, ὡς οὔτε ἥμαρτεν αὐτὸς οὔτε μὴν οἱ γονεῖς αὐτοῦ; ἀλλ᾽ ἔστι δῆλον ὅτι τὸν πρὸ τῆς γενέσεως λέγει, καθ᾽ ὃν οὐκ ὄντες ὅλως οὐδὲ ἡμάρτανον.

Περὶ μὲν οὖν τῶν τοιούτων, καὶ ὅτι ληρούντων ἐστὶ καὶ παραπαιόντων ἐστὶν ἀληθῶς τὸ λογίζεσθαι πρὸ σωμάτων ἁμαρτῆσαι ψυχὰς, σεσωματῶσθαί τε διὰ τοῦτο, καὶ εἰς τόνδε τὸν περίγειον ἀφικέσθαι χῶρον, μακρὸς ἡμῖν γέγονε λόγος ἐν ἀρχῇ τοῦ εὐαγγελίου προκειμένου εἰς ἐξήγησιν καὶ θεωρίαν ἡμῖν “Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ”ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον,” καὶ πάρελκον ἂν εἴη καὶ περὶ τούτων ἡμᾶς καὶ εἰσαῦθις διαλαβεῖν. πόθεν δὲ Ἰουδαίοις εἰς τοῦτο δόξης καὶ ὑπονοίας ἐλθεῖν συμβέβηκεν, ἀναγκαῖόν τε εἰπεῖν, καὶ ἐπιδεῖξαι σαφῶς ὅτι τὴν θείαν οὐκ ἰσχύσαντες νοῆσαι φωνὴν, λογισμοῦ τοῦ πρέποντος ἀπεσφάλησαν.

Ἐσκηνοπηγεῖτό ποτε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἐκάλει δὲ τὸν ἱεροφάντην Μωυσέα ὁ Θεὸς ἐν τῷ ὄρει Σινᾷ· ἀλλ᾽ ὡς ἦν ἐκεῖσε μετὰ τοῦ Θεοῦ παρατείνων εἰς ἡμέρας τεσσαράκοντα τὸν ἀριθμὸν, μελλητὴς εἶναι τοῖς παρὰ τοῖς δήμοις ἐδόκει, οἳ καὶ μόνου τότε κατεξανίσταντο τοῦ Ἀαρὼν, καὶ πρὸς τὰς ἐν Αἰγύπτῳ ψευδολατρείας ἐξ ὀλιγωρίας κατασυρόμενοι κατεβόων λέγοντες “Ποίησον ἡμῖν θεοὺς οἳ ”προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος “ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέ- ”γονεν αὐτῷ.” εἶτα τί τὸ ἐντεῦθεν, οἶμαι δεῖν ἐπιδρομάδην εἰπεῖν. “ἐμοσχοποίησαν” κατὰ τὸ γεγραμμένον, καὶ ὠργίζετο δικαίως ἐπὶ τούτῳ Θεός· εἶτα καὶ ὅλην εἰσάπαξ ἀναλώσειν ἐπηπείλει τὴν Συναγωγήν. προσέπιπτεν ὁ Μωυσῆς, καὶ συγγνώμην ἐξῄτει διὰ μακρᾶς προσευχῆς· ἐπένευσε πρὸς τὴν ἄφεσιν ὁ πάντων Δημιουργὸς, καὶ κολάσειν μὲν οὐκ ἔτι τὸν λαὸν, πλὴν οὐ συναναβήσεσθαι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας αὐτῷ διετείνετο, συνεκπέμψειν δὲ μᾶλλον αὐτοῖς ὥσπερ ἐν τάξει καθηγητοῦ τὸν ἴδιον ἄγγελον.

ἐδυσχέραινε πρὸς τοῦτο Μωυσῆς, καὶ διὰ τὸ μὴ βούλεσθαι συναναβαίνειν τῷ λαῷ τὸν Θεὸν, κατεστοχάζετό πως καλῶς γε σφόδρα νοῶν ὅτι τελείαν οὔπω κατάληξιν ἔχει τὰ τῆς θείας ὀργῆς, ἐδεῖτο δὲ καὶ πάλιν ἐκτενῶς συμβαδίζειν αὐτοῖς τὸν Δεσπότην, οὐκ ἀρκέσειν τοῖς ἐξ Ἰσραὴλ τὴν ἀγγέλου μόνην χειραγωγίαν εἰδὼς, ἢ τάχα καὶ δεδιὼς τοῦ λαοῦ τὴν ἀσθένειαν, διά τε τοῦτο τὴν τῶν ἁγίων ἀγγέλων μισοπονηρίαν παραιτούμενος, τὸν δὲ ἀγαθὸν καὶ φιλάνθρωπον, καὶ τὸν ὅλων παμβασιλέα καὶ Κύριον συνεῖναι μᾶλλον τοῖς ἑτοιμότερον πταίουσι παρακαλῶν. ᾔδει γὰρ οὐχ ἅπαξ αὐτοῖς, ἀλλὰ καὶ πολλάκις συγγνωσόμενον, καὶ τὸν ἐφ᾽ οἷς ἂν πλημμελῶσιν ἔλεον ἐπιδώσοντα. ἐπενεύετο δὲ καὶ πρὸς τοῦτο Θεός· εἶτα σημεῖον ἐζήτει παρ᾽ αὐτοῦ πρὸς πληροφορίαν ἐναργῆ καὶ ἀπόδειξιν τοῦ δεδόσθαι τὴν συγγνώμην ὁλοσχερῶς τῷ ἰδεῖν αὐτόν· “Εἰ γὰρ εὕρηκα, φησὶ, χάριν ”παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς ἴδω σε, ὅπως “ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι ὁ λαός ”σου τὸ ἔθνος τοῦτο τὸ μέγα.” ἐνήργει καὶ τοῦτο Θεὸς, ὡς ἦν ἐφικτὸν, πληροφορῶν εἰς ἅπαντα τὸν θεραπευτὴν τὸν οἰκεῖον, ὅτι καὶ παρῆκε τῷ λαῷ τὴν ἁμαρτίαν, καὶ ὅτι συναναβήσεται πρὸς τὴν γῆν τῆς ἐπαγγελίας αὐτῷ.

εἶτα ταῖς ἐπαγγελίαις ὥσπερ τινὰ κορωνίδα διὰ τὸ λεῖπον ἐπιτιθεὶς, ἑτέρας αὐτῷ δύο πλάκας ἀναλαξεῦσαι προστάττει, συντριβεισῶν δηλονότι τῶν ἐν ἀρχῇ, πρὸς τὸ καὶ εἰσαῦθις αὐτῷ καταγράψαι τὸν νόμον, ἡμερότητος κἀν τούτῳ τῆς ἐπ᾽ αὐτοῖς οὐ μετρίαν ποιούμενος τὴν ἀπόδειξιν. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτο γέγονεν εὐτρεπὴς ὁ Μωυσῆς “Κατέβη Κύριος ”ἐν νεφέλῃ, καθὰ γέγραπται, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ “ἐκάλεσε τῷ ὀνόματι Κυρίου. καὶ παρῆλθε Κύριος πρὸ ”προσώπου αὐτοῦ, καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς οἰκτίρμων “καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ ”δικαιοσύνην διατηρῶν, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, “ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ ”τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ “τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.” ἀλλ᾽ ἰδοὺ δὴ σαφῶς· ἐρῶ γὰρ αὖθις ἀναλαβὼν τὸ ἐν ἀρχῇ ζητούμενον· θεοπρεπῆ τὴν ἡμερότητα καὶ ἀσύγκριτόν τινα τὴν φιλανθρωπίαν ἔχειν ἑαυτὸν διισχυρίζεται Θεός. αὐτοῦ γὰρ καὶ οὐχ ἑτέρου τινὸς τὸν λόγον εἶναί φαμεν, καὶ οὐ καθάπερ οἴονταί τινες τοῦ πανσόφου Μωυσέως τὰς χαριστηρίους ἀναπέμποντος ὑπὲρ τοῦ λαοῦ προσευχάς.

ὅτι γὰρ αὐτός ἐστιν ὁ πάντων Δεσπότης περὶ ἑαυτοῦ ταῦτα λέγων, οὐχ ἕτερος ἡμῖν, ἀλλ᾽ αὐτὸς ὁ μακάριος μαρτυρήσει Μωυσῆς διδάσκων ἐν βιβλίῳ τῶν ἀριθμῶν, ὅτε πάλιν προσκέκρουκεν ἐξ ἀκαίρου δειλίας ὁ Ἰσραὴλ, κακυνόντων τινῶν τῆς ἐπαγγελίας τὴν γῆν, οἳ καὶ ταύτην κατασκεψόμενοι διὰ προστάγματος Κυρίου παρὰ Μωυσέως ἐπέμποντο. οἱ γὰρ ἐπείπερ ἐκ τῆς τῶν ἀλλοφύλων ἀνεκομίζοντο γῆς, ἥκοντό τε αὖθις ὡς τὸν λαὸν, πικροὺς μὲν περὶ αὐτῆς ἐξέπτυον λόγους, γῆν δὲ εἶναι λέγων ἀγρίαν οὕτω καὶ ἀπηνῆ ὡς κατεσθίειν δύνασθαι τοὺς οἰκοῦντας αὐτὴν, εἰς τοσαύτην δυσφημίαν τοὺς ἀκροωμένους ἐκάλουν, ὡς διάβροχον μὲν ἔχειν δακρύων τὴν παρειὰν, οἱ πόνοι δὲ ἤδη καὶ ἐν Αἰγύπτῳ βούλεσθαι. “Δῶμεν γὰρ, ἔφασκον, ἀρχηγοὺς, καὶ πορευθῶμεν εἰς ”Αἴγυπτον·” ἀναλώσειν δὲ αὐτοὺς ἀπειλοῦντος Θεοῦ, πάλιν ἐδεῖτο Μωυσῆς, καὶ τῆς δοθείσης ἐπαγγελίας αὐτῷ μονονουχὶ καὶ εἰς ἀνάμνησιν ἄγων τὸν Θεὸν πρόεισι βοῶν “Καὶ ”νῦν ὑψωθήτω ἰσχύς σου Κύριε, ὃν τρόπον εἶπας λέγων “Κύριος καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ”ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ “οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ ”τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς· ἄφες τὴν ἁμαρτίαν “τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως ”αὐτοῖς ἐγένου ἀπὸ Αἰγύπτου ἕως τοῦ νῦν.”

δέδεικται τοίνυν ὡς αὐτὸς ἑαυτῷ τὸ φιλάνθρωπον ἐπιμαρτυρεῖ καὶ τὸ ἄκρως ἀνεξίκακον ὁ ἐπὶ πάντων Θεός. πρέπον δ᾽ ἂν εἴη λοιπὸν τὴν αἰτίαν τοῦ πεπλανῆσθαι τοὺς Ἰουδαίους εἰπεῖν, καὶ μνησίκακόν τινα καὶ βαρύμηνιν ὑπάρχειν τὸν ἀγαθὸν ἡμῶν οἴεσθαι Θεόν.

Ἀλλ᾽ οἶμαι γεμὴν τῶν θείων λογίων οὐδαμόθεν ἔχειν αὐτοὺς ἐπιδράξασθαι, ἢ καὶ δύνασθαι κατηγορεῖν ὡς οὐκ ἄριστα γεγονότων, ἀλλ᾽ ἐκβεβηκότων πολὺ τὸν τοῦ δικαίου θεσμὸν, μόναις δὲ ταῖς σφῶν αὐτῶν καὶ τοῦτο παθεῖν ἀμαθίαις αὐτοὺς, ὡς νομίσαι κατὰ ἀλήθειαν ἁμαρτίας ἐπάγεσθαι τῶν γεγεννηκότων ἐπὶ τέκνα, καὶ μακρὰν οὕτω τῆς θείας ὀργῆς γίνεσθαι τὴν παράτασιν, ὡς μέχρι τρίτης καὶ τετάρτης ἀφικνεῖσθαι γενεᾶς, ὑπὲρ ὧν ἕτεροι κατηγόρηνται τοὺς οὐδὲν ἡμαρτηκότας ἀδίκως κολάζουσαν. πῶς γὰρ οὐκ ἔδει μᾶλλον, εἴπερ τινὲς ἦσαν σοφοὶ, διενθυμεῖσθαι πρεπόντως, ὡς οὐκ ἂν ἡ τῆς δικαιοσύνης πηγὴ καὶ τῶν παρ᾽ ἡμῖν ἠθῶν δράσεται τὰ αἰσχίονα; ἄνθρωποι μὲν γὰρ τοῖς παρανομεῖν εἰωθόσι τὰς ἐκ τῶν νόμων ἐπιῤῥίπτουσι ποινὰς, οὐδὲν τὸ παράπαν τοῖς ἐξ αὐτῶν γεγονόσιν ἐπιφέροντες, εἰ μὴ ἄρα τι συνυπαίτιοι καὶ κοινωνοὶ τῶν πταισμάτων ἁλίσκοιντο· ὁ δὲ καὶ ἡμῖν τοὺς ἐφ᾽ ἅπασι τοῖς δικαίοις διορισάμενος νόμους, πῶς ἂν ἁλοίη τιμῶν τῶν καὶ παρ᾽ ἡμῖν αὐτοῖς οὐ μετρίως κατεγνωσμένων; εἶτα κἀκεῖνο πρὸς τούτῳ διασκεπτέον. μυρίους μὲν γὰρ διὰ Μωυσέως ἐχρησμῴδησε νόμους, καὶ πολλαχῶς διατέταχε κολάζεσθαι τοὺς ἀνοσίοις συζῶντας τρόποις· ἀλλ᾽ οὐδαμοῦ προστάττων ὁρᾶται συγκινδυνεύειν τοῖς ἁμαρτάνουσι χρῆναι τοὺς ἐξ αὐτῶν. κατὰ γὰρ τῶν ἁλόντων ἡ δίκη, καὶ τοῖς ὑποπίπτουσι τῷ νόμῳ τὸ μόνοις κολάζεσθαι πρέπειν ὡρίσατο.

δυσσεβὲς οὖν ἄρα τὸ νοεῖν Ἰουδαϊκῶς, σοφὸν δὲ δεῖ πάντως τὸ καὶ τῆς θείας καταστοχάζεσθαι γνώμης, καὶ πανταχόσε τηρεῖν τὰ τῇ πάντων βασιλίδι πρέποντα φύσει. ἐννοῶμεν τοίνυν ποιοῦντες ὀρθῶς, ὡς οὐκ ἂν ὁ τῶν ὅλων Θεὸς τὴν ἐνοῦσαν αὐτῷ γαληνότητα προτιθεὶς ὥσπερ εἰς μέσον, καὶ ἐπ᾽ ἀκράτῳ τῇ φιλανθρωπίᾳ θαυμάζεσθαι θέλων, διά τε τοῦτο βοῶν “Κύριος ”μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας “καὶ ἁμαρτίας,” οὕτω μνησίκακος ἠβουλήθη γνωρίζεσθαι, ὡς καὶ εἰς τετάρτην παραπλοῦν γενεὰν τὴν ὀργήν. πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος, ἢ πῶς ἀνομίας καὶ ἁμαρτίας ἀφαιρῶν, ὁ μηδὲ μεχρὶ τῆς τοῦ πταίοντος κεφαλῆς τὰ τῆς δίκης συμμετρεῖν ἀνεχόμενος, ἀλλ᾽ ἐκτείνων ἐπέκεινα τρίτης γενεᾶς, καὶ σκηπτοῦ τινος δίκην καὶ τοῖς ἀθῴοις ἐπιπηδῶν; οὐκοῦν ἀπίθανον κομιδῇ, καὶ τῆς ἐσχάτης εὐηθείας οὐ μακρὰν, ἐν ταὐτῷ καὶ φιλανθρωπίαν καὶ ἡμερότητα καὶ μακρὰν οὕτω καὶ ἀλογωτάτην ὀργὴν ἑαυτῷ προσεῖναι μαρτυρεῖν οἴεσθαι τὸν Θεόν.

Εἶτά τι πρὸς τούτοις ἕτερον οἱ νοοῦντες Ἰουδαϊκῶς, οὐδὲ εἰδέναι δώσουσι τὸν Θεὸν τὸν ἑκάστῳ τῶν πραγμάτων πρέποντα καιρόν. εἰ γὰρ ἐπαγγέλλεται τὸ μακροθυμεῖν, καὶ τὸ κατατίθεσθαι λίαν εὐκόλως προσάπτων εὑρίσκεται, τοῦ δὴ καὶ χάριν ὁρᾶται προστεθεικώς “Ἐπάγων ἁμαρτίας πατέρων ”ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς;” τουτὶ γὰρ ἦν ἕτερον τοῦ δρῶντος οὐδὲν, ἢ καταπτοεῖν ἐθέλοντος τοὺς ἐκδεχομένους παρ᾽ αὐτοῦ τῶν διεπταισμένων τὴν ἄφεσιν, ὡς οὐδαμόθεν αὐτοῖς ὑπάρξει τὸ ἐν ἐλπίσιν, εἴπερ οὕτως ἐστὶ μνησίκακος καὶ μακρὸς εἰς ὀργὴν ὁ ἐπ᾽ αὐτοῖς εἰκότως λελυπημένος. τί δὲ εἰπέ μοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωυσῆς; ἆρ᾽ οὐχὶ ποιήσας ὁρᾶται πρᾶγμα παραλογώτατον, εἰ προσκεκρουκότος τοῦ Ἰσραὴλ καὶ κολάζεσθαι μέλλοντος, πρόσεισι μὲν παρακαλῶν, ἀμνηστίαν δὲ τὴν παρὰ Θεοῦ καὶ φιλανθρωπίαν αἰτῶν οὐκ εὐκαίρως φησὶ πρὸς Θεόν Ὅτι πέφυκας εἶναι τοιοῦτος ὡς ἀποδιδόναι πατέρων ἁμαρτίας ἐπὶ τέκνα τέκνων. τοῦτο γὰρ ἦν παραθήγοντος μᾶλλον εἰς ὀργὴν, ἢ καλοῦντος εἰς ἔλεον, καὶ μνησικακίαν ἐξαιτοῦντος μᾶλλον ἢ μακροθυμίαν. ἀλλ᾽ οἶμαι δυσωπεῖν ἐδόκει καὶ διὰ τούτων αὐτὸν, καὶ μονονουχὶ πρὸς ὑπόμνησιν ἄγειν ὧν αὐτὸς ἐφθέγξατο, ὅτε τῆς ἐνούσης αὐτῷ χρηστότητος ἐποιεῖτο τὴν ἀνάῤῥησιν.

ὅπως γὰρ αὐτός ἐστι μακρόθυμος καὶ πολυέλεος, καὶ ὅτι πέφυκεν ἁμαρτίας καὶ ἀνομίας ἀφαιρεῖν, ἐν τούτοις εὖ μάλα διαγνωσθήσεται, ἐν οἷς μάλιστα δοκεῖ τις εἶναι πικρός.

Τίνα τοίνυν προσῆκε νοῆσαι τρόπον τὰ εἰρημένα παρὰ Θεοῦ, λοιπὸν οἶμαι πρέπειν εἰπεῖν. “Κύριος, φησὶ, μακρό- ”θυμος καὶ πολυέλεος, ἀφαιρῶν ἀνομίας καὶ ἁμαρτίας·” εἶτα τὸ τούτων κείμενον ἐφεξῆς ὡς ἐν ἐρωτήσει μεθ᾽ ὑποστιγμῆς ἀναγνωσόμεθα “Καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ”ἔνοχον;” ἵνα τι τοιοῦτον ἐννοήσῃς Ὁ μακρόθυμός φησι καὶ πολυέλεος Θεὸς, ὁ ἀφαιρῶν ἀνομίας καὶ ἁμαρτίας, οὐκ ἂν καθαρίσαι καθαρισμῷ τὸν ἔνοχον; ἀλλ᾽ ἔστιν οὐκ ἀμφίβολον· καθαριεῖ γὰρ πάντως· ἐπεὶ πῶς ἐστι μακρόθυμος καὶ πολυέλεος, πῶς δὲ ὅλως ἀφαιρῶν ἁμαρτίας, εἰ μὴ καθαρίζει τὸν ἔνοχον; πρὸς δέ γε τοῦτο τῆς ἐνούσης πάλιν αὐτῷ μακροθυμίας τε καὶ ἀνεξικακίας εἰς ἀπόδειξιν ἀποφέρει, καὶ ὅτι τὰς τῶν πατέρων ἁμαρτίας ἐπιθήσει τέκνοις ἕως τρίτης καὶ τετάρτης γενεᾶς, οὐχ ὑπὲρ πατρὸς κολάζων υἱόν· μὴ τοῦτο νομίσῃς· ἀλλ᾽ οὐδὲ ἐκγόνῳ τῷ μακρὰν, καθάπερ τι φορτίον ἐπιῤῥίπτων τῶν προγόνων τὰ πταίσματα, σημαίνων δέ τι τοιοῦτον. γέγονέ τις τυχὸν ἀνὴρ παράνομος, καὶ μοχθηρίας ἁπάσης ἀνάμεστον ἔχων τὴν διάνοιαν· καὶ κολάζεσθαι μὲν ὑπερθέσεως ἁπάσης δίχα τὸν οὕτω διαζῆν ᾑρημένον ἐχρῆν, διεκαρτέρησε δ᾽ οὖν ὅμως ἀνεξικάκως ὁ Θεὸς, οὐκ ἐπενεγκὼν αὐτῷ τὴν αὐτῷ χρεωστουμένην ὀργήν.

εἶτα τούτῳ γέγονεν υἱὸς ταῖς τοῦ πατρὸς δυσσεβείαις ἁμιλλώμενος, καὶ παρατρέχων ἐν κακίᾳ τὸν φύσαντα· καὶ ἐμακροθύμησε καὶ ἐπὶ τούτῳ Θεός· ἀλλὰ καὶ ἐκ τούτου γέγονε τρίτος, ἢ καὶ ἐκ τοῦ τρίτου τέταρτος κατ᾽ οὐδένα τρόπον ὅσον εἰς κακίας εἶδος τῶν πατέρων ἡττώμενος, ἰσόῤῥοπον δὲ ταῖς ἐκείνων ἐπιτηδεύσας τὴν δυσσέβειαν. ἐπάγει λοιπὸν ὁ Θεὸς τὴν ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς ὅλῳ τῷ γένει χρεωστουμένην ὀργὴν, ἀνεξικακήσας διαρκῶς, μᾶλλον δὲ καὶ ἤπερ ἐχρῆν. τὸ γὰρ ὑπερθέσθαι τὴν τιμωρίαν καὶ μέχρι τετάρτης γενεᾶς, πῶς οὐκ ἂν γένοιτο θεοπρεποῦς ὄντως ἡμερότητος ἐγκώμιον; ὅτι γὰρ οὐχ υἱὸν ὑπὲρ πατρὸς, ἀλλ᾽ οὐδὲ πατέρα κολάζειν οἶδεν ὑπὲρ υἱοῦ, χαλεπὸν οὐδὲν ἐκμαθεῖν καὶ ἐξ ὧν ἔφη σαφῶς διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου πρὸς αὐτοὺς Ἰουδαίους, ἐπ᾽ αὐτῷ δὴ τούτῳ διαγογγύζοντας καὶ λέγοντας Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν. “Καὶ ἐγένετο,” φησὶ, “λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ”ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ, λέγοντες Οἱ πατέρες “ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; ”ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γένηται ἡ παραβολὴ αὕτη ἔτι “λεγομένη ἐν τῷ Ἰσραήλ· ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν ”τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί “εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται.

ὁ δὲ υἱὸς ”οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς, οὐδὲ ὁ πατὴρ λήψεται “τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· ἕκαστος ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ”ἥμαρτεν, ἀποθανεῖται ἐν αὐτῇ.” ἀλλ᾽ οἶμαι ληρεῖν οὐδένα τοσοῦτον ὡς νομίσαι τὰ κάλλιστα μὲν οὐκ ἐν ἀρχῇ νομοθετῆσαι Θεὸν, μεταβεβουλεῦσθαι δέ πως καὶ μετεσκέφθαι τὸ ἄμεινον, καὶ ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς ὑστεροβουλήσαντα μόλις ἐπινομοθετεῖν δεδυνῆσθαι τὰ πρεπωδέστερα. εἰ μὲν γὰρ ἐπαινοῦμεν ἐκεῖνα, τῶν δευτέρων δηλονότι διὰ τούτου κατηγορήσομεν, εἰ δὲ τοῖς δευτέροις ἀποψηφιούμεθα τὸ νικᾶν, πάντως δήπου τῶν ἡττωμένων καταγνωσόμεθα. ἑαυτῷ τοιγαροῦν νομοθετήσει τἀναντία Θεὸς, καὶ διημάρτηκε καθάπερ ἡμεῖς τοῦ δέοντος, ποτὲ μὲν ἐκεῖνα, ποτὲ δὲ ταῦτα θεσμοθετῶν. ἀλλ᾽ οἶμαι πᾶς τις ἐρεῖ ταῖς μὲν εἰρημέναις ἀτοπίαις κατ᾽ οὐδένα δύνασθαι τρόπον τὴν θείαν ὑποκεῖσθαι φύσιν, ἀλλ᾽ οὐδ᾽ ἂν ἀφαμαρτῆσαί ποτε τοῦ δέοντος.

Ἀπόδειξιν οὖν ἄρα τῆς ἀσυγκρίτου φιλοτιμίας αὐτοῦ τὸ εἰρημένον εἰσφέρει, τουτέστιν, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς. ὅτι γὰρ ἔθος τῷ φιλανθρώπῳ Θεῷ μὴ παραχρῆμα κολάζειν τοὺς πλημμελήσαντας, ἀναδύεσθαι δὲ μᾶλλον καὶ εἰς χρόνους ἀνατιθέναι μακροὺς τὰς τιμωρίας, αὐτοῦ λέγοντος συνήσεις “Καὶ τὸν ”θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς.” ἑτέρωθι δὲ πάλιν “Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι ”τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.” ὁρᾷς ὅπως ἔπλησε μὲν τὸν θυμὸν, ἔδρων γὰρ ἤδη τινὲς πληρεστάτου λοιπὸν ἄξια θυμοῦ, διεκαρτέρει δὲ ὡς Θεὸς, καὶ τὸ συντέλειαν τοῖς λυποῦσιν ἐπενεγκεῖν ἀνεβάλλετο. ἀλλ᾽ ἵνα σοι, καὶ καθάπερ ἐν πίνακι, τὴν τῶν εἰρημένων ἀνατυποῦντες ἀπόδειξιν, καὶ δι᾽ αὐτῶν ἤδη πληροφορήσωμεν τῶν πραγμάτων, ὅτι τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγκώμιόν ἐστι τὸ εἰρημένον, παροίσω τι τῶν ἐν τοῖς ἱεροῖς κειμένων γράμμασι, καὶ ἐξ αὐτῆς ἀποδεῖξαι πειράσομαι τῆς θείας γραφῆς, ἐπενεχθείσας ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν οὐκ ἀδίκως, ἀλλὰ δικαίως, καὶ τοῖς τοῦτο παθοῦσι κεχρεωστημένως. γενήσεται δὲ ὁ λόγος διὰ τὸ μῆκος τῆς ἱστορίας ἐν παραδρομῇ.

Οὐκοῦν, ὡς ἐν τῷ τρίτῳ βιβλίῳ τῶν βασιλειῶν ἀνέγνωμεν, βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ μεθ᾽ ἑτέρους ὁ Ἀχαὰβ, ὃς ἀμπελῶνος κατ᾽ οὐδένα τρόπον αὐτῷ προσήκοντος εἰς ἀδικωτάτην ἐμπεσὼν ἐπιθυμίαν, ἀναιρεῖ τὸν δεσπότην, φημὶ δὲ τὸν Ναβουθαί. εἰ γὰρ καὶ μὴ τοῦτο γενέσθαι προστέταχεν αὐτὸς, ἀλλ᾽ ἐπὶ ταῖς τῆς γυναικὸς δυστροπίαις οὐκ ἐδυσφόρει. ἠγανάκτει Θεὸς ἐπὶ τούτοις ἀναγκαίως, εἶτά φησι πρὸς αὐτὸν διὰ τοῦ προφήτου Ἡλιοῦ “Τάδε λέγει Κύριος ”Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε “λέγει Κύριος Ἐν τῷ τόπῳ οὗ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες ”τὸ αἷμα Ναβουθαὶ, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου “καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου·” καὶ πάλιν εὐθύς “Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω ἐπὶ σὲ κακὰ, καὶ ”ἐκκαύσω ὀπίσω σου καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐ- “ροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ καταλελειμμένον ”ἐν Ἰσραὴλ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱερο- “βοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασσὰ υἱοῦ Ἀχαὰβ, ”περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες “τῷ Ἰσραήλ. καὶ τῇ Ἰεζάβελ ἐλάλησε λέγων Οἱ κύνες ”φάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραὴλ, καὶ τὸν “τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ ”τὸν τεθνηκότα ἐν τῷ πεδίῳ φάγονται τὰ ὄρνεα τοῦ “οὐρανοῦ.”

ταῦτα δὲ δράσειν ἅπαντα καὶ ἀναμφιλόγως ἐποίσειν διαπειλήσαντος τοῦ πάντων Δεσπότου, διέῤῥηξε μὲν τὸ ἀμφίον ὁ Ἀχαὰβ, εἰσελθὼν δὲ εἰς τὸν οἶκον αὐτοῦ, καθὰ γέγραπται, κατενύγη, καὶ δακρύων μὲν κατετήκετο πικρῶς, σάκκῳ δὲ διεζώσατο τὴν ὀσφύν. ἐπειδὴ δὲ ἐν τούτοις αὐτὸν γεγονότα κατηλέει Θεὸς, κολοβοῦν ἄρχεται τὴν ὀργὴν, καὶ χαλινὸν ὥσπερ ἐπιτιθεὶς τῷ παραχρῆμα θυμῷ, τῷ προφήτῃ φησίν “Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ”ἀπὸ προσώπου μου; οὐκ ἐπάξω ταῦτα ἐν ταῖς ἡμέραις “αὐτοῦ, ἀλλ᾽ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν ”κακίαν.” ἆρα οὖν ἐπὶ τίνος ταῦτα πεπλήρωνται, πῶς οὐχὶ δίκαιον κατιδεῖν; οὐκοῦν γέγονε μὲν ἐξ Ἀχαὰβ Ὀζίας, ὃς “ἐποίησε, φησὶ, τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ”ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ Ἀχαὰβ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς “μητρὸς αὐτοῦ.” ἀλλὰ καὶ ἐξ Ὀζίου γέγονε, φησὶν, Ἰωρὰμ, περὶ οὗ πάλιν γέγραπται ὅτι ἐπορεύθη “ἐν ταῖς ἁμαρτίαις ”οἴκου Ἱεροβοάμ.” ἀλλὰ καὶ ἐξ Ἰωρὰμ βεβασίλευκε τρίτος Ὀχοζίας, περὶ οὗ πάλιν φησὶν ὁ τῆς ἱστορίας λόγος ὅτι “ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος ”Ἀχαάβ.”

ἐπειδὴ δὲ ἤδη παρῆν ὁ καιρὸς τοῦ κολάζεσθαι δεῖν τὸν οἶκον Ἀχαὰβ, μέχρι καὶ τετάρτων ἐγγόνων τῆς κατὰ Θεοῦ δυσσεβείας οὐ καταλήξαντα, κέχρισται λοιπὸν ἐπὶ τὸν Ἰσραὴλ εἰς βασιλέα Ἰωσαφὰτ υἱὸς Ναμεσὶ, ὃς ἀναιρεῖ μὲν τὸν Ὀχοζίαν, καὶ σὺν ἐκείνῳ τὴν Ἰεζάβελ, ἀναιρεῖ δὲ τῷ Ἀχαὰβ καὶ ἑτέρους υἱοὺς ἑβδομήκοντα, τὴν θείαν ὥσπερ διεξάγων εἰς πέρας ὀργὴν, ὡς καὶ τιμῆς καὶ χάριτος ἐπὶ τούτῳ τυχεῖν. τί γάρ φησι πρὸς αὐτὸν ὁ Θεός; “Ἀνθ᾽ ὧν ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου, ”καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ “Ἀχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ τοῦ θρόνου σου.” ὁρᾷς οὖν ὅπως τοὺς μὲν πονηροὺς ἐκ πονηρῶν ἐν τετάρτῃ μόλις ἐκόλασε γενεᾷ, τῷ δὲ τιμήσαντι καὶ μέχρι τετάρτης γενεᾶς ἐκτείνει τὸν ἔλεον. παῦσαι τοίνυν Ἰουδαῖε τῆς τοῦ Θεοῦ δικαιοσύνης κατηγορῶν· εἰς ἐγκωμίου γὰρ τάξιν παρ᾽ ἡμῖν δεχθήσεται τό Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. <Ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.> Δυσεξήγητον μέν πως ἔσται καὶ ἀπορίας εἴσω πολλῆς τὸ προκείμενον, καὶ ἦν μὲν ἴσως οὐκ ἀμαθὲς καὶ παρατρέχειν αὐτὸ, καὶ διὰ τὸ σφόδρα δυσέφικτον ἐᾶν.

ἀλλ᾽ ἵνα μὴ λελυμένων δογμάτων Ἰουδαϊκῶν, ἕτερόν τι συγγενὲς ἐκείνοις καθάπερ “τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ,” κατὰ τὴν τοῦ Παύλου φωνήν· εἰκὸς γὰρ ὑποτοπῆσαί τινας διὰ τοῦτο πρὸς πάθη τὰ τῶν ἀνθρώπων καλεῖσθαι σώματα, ἵνα ἐν αὐτοῖς φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ· χρησίμως ὥς γε μοι φαίνεται καὶ πρὸς τοῦτο εἰπεῖν ὀλίγα ἄττα πρὸς τὸ καὶ ἐντεῦθεν ἀποκρούσασθαι βλάβη, καὶ τοῖς ἐξ ἀπάτης λογισμοῖς μηδεμίαν ἔχειν ἐπιτρέψαι παρείσδυσιν. ὅτι μὲν οὖν οὔτε τὰς γονέων ἁμαρτίας ἐπάγει τέκνοις Θεὸς εἰ τῆς ἐκείνων δυστροπίας εἶεν ἀμέτοχα, καὶ ὅτι πρὸς τούτοις οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων ἡ σωμάτωσις, ἀπεδείξαμεν. ἀνεῖλε γὰρ παραδόξως ἀποφήσας ἄμφω Χριστὸς, ἅτε δὴ καὶ τὰ πάντα γινώσκων ὡς Θεὸς, μᾶλλον δὲ αὐτὸς ὑπάρχων τῶν καθ᾽ ἡμᾶς πραγμάτων ταμίας, καὶ τῶν ἑκάστῳ πρεπόντων, ἤτοι χρεωστουμένων, διανομεύς. ἐν μὲν γὰρ τῷ μὴ ἁμαρτῆσαι λέγειν τὸν τυφλὸν, μήτε μὴν διὰ τοῦτο τὴν τύφλωσιν ὑπομεῖναι, τὸ προγενεστέροις τοῦ σώματος πλημμελήμασιν ὑπαίτιον εἶναι νομίζειν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἀποφαίνει μωρόν· ἐν δὲ τῷ μήτε τοὺς γονεῖς πλημμελῆσαι διαῤῥήδην εἰπεῖν, ἵνα τυφλὸς ὁ ἐξ αὐτῶν γεννηθῇ, τὴν ἀνόητον τῶν Ἰουδαίων ὑπόνοιαν ἀναιρεῖ.

διδάξας τοιγαροῦν ὅσον ἦν ἀναγκαῖον εἰδέναι τοὺς μαθητὰς, διὰ τὴν τῶν ἀρτίως ἡμῖν εἰρημένην δογμάτων ἀνατροπὴν, καὶ τοσοῦτον αὐτοῖς χαρισάμενος, ὅσον ἔδει τῇ ἀνθρώπου παραθέσθαι γνώσει, σιωπᾷ τὸ λεῖπον, καὶ οὐκέτι προστίθησιν ἐναργῶς τὴν αἰτίαν τοῦ γεννηθῆναι τυφλὸν τὸν ἐπ᾽ οὐδενὶ προγενεστέρῳ κατηγορούμενον πταίσματι, μόνῃ τῇ θείᾳ φύσει τὴν ἐφ᾽ ἅπασι τοῖς τοιούτοις εἴδησίν τε καὶ οἰκονομίαν ὡς ἐξαίρετον ἀναθείς. εὐφυέστατα δὲ πάλιν ἐφ᾽ ἕτερόν τι παρατρέπει τὸν τῆς ἀποκρίσεως λόγον, καί φησιν Ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.

Ἆρ᾽ οὖν, ἐρεῖ τις, δογματίζει καὶ νῦν ἡμῖν ταῦτα λέγων ὁ Κύριος, ὡς διὰ τοῦτο καὶ μόνον τοῖς τῶν ἀνθρώπων σώμασι τοῦ πάσχειν ἐπισυμβαίνοντος, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτοῖς; ἀλλ᾽ οὐ σφόδρα μοι δοκεῖ, μᾶλλον δὲ ἀπηχὲς παντελῶς τὸ οὕτω διακεῖσθαι καὶ φρονεῖν· οὐ γὰρ δογματίζων, ὥσπερ οὖν οἰήσεταί τις, τὰ τοιαῦτά φησιν. ὅτι μὲν γὰρ πλήττεσθαί τισιν ἐξ ἁμαρτιῶν συμβέβηκε, γραμμάτων πολλάκις ἐπυθόμεθα τῶν ἱερῶν. ὁ μὲν γὰρ Παῦλος ἐπιστέλλει σαφῶς πρὸς τοὺς ἀνίπτοις ὥσπερ ποσὶν ἐπὶ τὸ θεῖον ἀνάττειν τολμῶντας θυσιαστήριον, καὶ βεβήλῳ τε καὶ ἀνοσίᾳ χειρὶ τῆς μυστικῆς εὐλογίας ἐπιθιγγάνειν “Διὰ τοῦτο ”ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται “ἱκανοί. εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· ”κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ “κόσμῳ κατακριθῶμεν.” ὥστε τοῖς ἀῤῥωστήσασι καὶ τεθνεῶσιν ἔσθ᾽ ὅτε διὰ θείας ὀργῆς ἐπενήνεκται τὸ παθεῖν. ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτε τὸν πάρετον τῆς μακρᾶς ἀπέλυσε νόσου, καὶ παραδόξως ἔδειξεν ὑγιᾶ “Ἴδε, φησὶν, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ ”χεῖρόν σοι γένηται.” ὡς ἐνδεχομένου γὰρ καὶ συμβαίνοντος τοῦ καὶ ἐν χείροσιν αὐτὸν γενέσθαι δι᾽ ἁμαρτίας, εἰ μὴ φυλάξαιτο, διαφυγὼν ἅπαξ καὶ ἀνασεσωσμένος χάριτι τῇ παρ᾽ αὐτοῦ, τὰ τοιαῦτά φησιν.

ἀλλ᾽ ἴσως ταύτῃ μὲν εἰρῆσθαι καλῶς συγχωρήσομεν· τοῖς δὲ ἐκ σπαργάνων καὶ ἐκ πρώτων τῆς γενέσεως χρόνων πεπονθόσι τι τῶν ἀπευκτῶν, καὶ τοῖς νοσήμασι συναποτεχθεῖσιν ἐκ μήτρας, ποῖον ἄν τις ἐφαρμόσαι λόγον, οὐ ῥᾴδιον συνιδεῖν. προεῖναι μὲν γὰρ τὴν ψυχὴν οὐ πιστεύομεν, ἀλλ᾽ οὐδὲ πρὸ σώματος ἁμαρτεῖν οἰησόμεθα· πῶς γὰρ ἂν καὶ ἁμάρτοι τὸ κεκλημένον οὔπω πρὸς γένεσιν; ἁμαρτίας δὲ οὐκ οὔσης, ἀλλ᾽ οὐδὲ τοῦ πάθους προηγησαμένου πταίσματος, τίνα λοιπὸν ἐροῦμεν τοῦ παθεῖν τὴν πρόφασιν; ἀλλ᾽ ἔστιν ἀθέατα παντελῶς ταῖς ἡμετέραις διανοίαις τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς, καὶ τὸ περὶ τούτων ὅλως ἐθελῆσαι ζητεῖν συμβουλεύσαιμ᾽ ἂν ἔγωγε παραιτεῖσθαι τοῖς σώφροσι, καὶ πρό γε πάντων ἐμαυτῷ. χρὴ γὰρ διανοεῖσθαι μᾶλλον ἃ προστετάγμεθα, καὶ βαθύτερα μὲν μὴ ἐξετάζειν, χαλεπώτερα δὲ μὴ ζητεῖν, μηδὲ ἀνορύττειν πειρᾶσθαι ῥιψοκινδύνως τὰ ἐγκεκρυμμένα μόνῃ τῇ θείᾳ καὶ ἀφράστῳ βουλῇ, ἐπιτρέπειν δὲ μᾶλλον εὐσεβῶς εἰδέναι μόνῳ Θεῷ τὰ αὐτῷ πρέποντα καὶ ἐξαίρετα, μετὰ τοῦ διακεῖσθαι καὶ πιστεύειν ἀληθῶς ὅτι δικαιοσύνης ἁπάσης ὑπάρχων πηγὴ, οὐκ ἄν τι δράσαι τυχὸν, ἢ βουλεύσαιτο ἔν τε τοῖς καθ᾽ ἡμᾶς, καὶ ἐν τοῖς κατὰ πᾶσαν τὴν ἄλλην κτίσιν, εἰ μὴ ὅπερ ἂν αὐτῷ φαίνοιτο πρέπον, καὶ τῶν τῆς ἀληθοῦς ὀρθότητος οὐκ ἐξοίχεται λόγων.

Οὐκοῦν ἐπείπερ ἡμᾶς τοῦτον διακεῖσθαι τὸν τρόπον οὐκ ἀπεικὸς, οὐ δογματικῶς εἰρηκέναι φημὶ τὸν Κύριον τό Ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· περισπῶντα δὲ μᾶλλον εἰς ἑτέραν ὁδὸν ὥσπερ τοῦ ζητουμένου τὴν ἀπόκρισιν, καὶ ἐκ τῶν βαθυτέρων ἢ καθ᾽ ἡμᾶς περιάγοντα πρὸς τὰ πρεπωδέστερα· κατείθισται γάρ πως καὶ τοῦτο αὐτό. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε πάλιν φιλοπευστούντων σφόδρα ποτὲ τῶν ἁγίων μαθητῶν τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ οὐ μετρίως ἐξακριβοῦν πειρωμένων τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ πολὺ τὸ ἀνθρώποις ἐοικὸς ἀναβαινόντων μέτρον, σαφέστερον αὐτοὺς τῶν τοιούτων ἀφιστὰς ἐρωτήσεων “Οὐχ ὑμῶν ἐστι τὸ γνῶναι, φησὶ, χρόνους ἢ καιροὺς ”οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε “δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ”ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ “πάσῃ.” ἀκούεις ὅπως ζητεῖν ἡμᾶς ἅπερ ἥκιστα χρῆν οὐκ ἐφίησι παντελῶς, παρατρέπει δὲ μᾶλλον ἐφ᾽ ὅπερ ἦν ἀναγκαῖον ἐλθεῖν· οὕτω κἀνθάδε διειρηκὼς ἐναργῶς ὅπερ ἔδει μαθεῖν, ἀποσιωπᾷ τὸ λεῖπον, ἑαυτῷ μόνῳ πρέπειν εἰδὼς τὸ ἐξεπίστασθαι τοῦτο.

ἵνα δὲ μὴ παντελῶς σιωπήσας καλέσῃ πως αὐτοὺς εἰς τὸ καὶ εἰσαῦθις περὶ τῶν αὐτῶν ἀναπυνθάνεσθαι φιλεῖν, ὡς ἐν ἀπολογίας σχήματι, καὶ ὥσπερ τινὰ χρεωστουμένην ταῖς ἐρωτήσεσιν ἀμοιβὴν εὐφυῶς διαπλάττων, φησίν Ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ὅπερ ἐστὶν ὡς ἐν ἑτέρῳ καὶ ἁπλουστέρῳ λόγῳ Οὐκ ἐξ οἰκείων ἁμαρτημάτων ἢ γονικῶν ὁ ἄνθρωπος ἀπετέχθη τυφλὸς, ἐπειδὴ δὲ ἅπαξ τοῦτο παθεῖν συμβέβηκε, δυνατὸν καὶ ἐν αὐτῷ δοξάζεσθαι τὸν Θεόν· ὅταν γὰρ ἐνεργείᾳ τῇ ἄνωθεν, τοῦ παρενοχλοῦντος καὶ ἐπισκήψαντος αὐτῷ πάθους ἐλεύθερος εὑρεθῇ, τίς οὐ θαυμάσει τὸν ἰατρόν; τίς δὲ τοῦ θεραπεύσαντος οὐ κατόψεται τὴν δύναμιν ἐν αὐτῷ;

Ταύτην οἶμαι τὴν διάνοιαν ἐγκεῖσθαι τῷ προκειμένῳ, νοεῖν δὲ τοῖς συνετοῖς ἐξέστω τὰ τελειότερα· εἰ δὲ ὅτι πρέπει φιλονεικεῖν οἴονταί τινες, διά τε τοῦτό φασι τὸν τυφλὸν γεγεννῆσθαι τὸν ἄνθρωπον, ἵνα Χριστὸς ἐν αὐτῷ δοξασθῇ, πάλιν ἐροῦμεν αὐτοῖς Ἆρα οὖν ὦ γενναῖοι μόνος ἦν ἐκεῖνος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ τυφλὸς ἐκ γενετῆς, κατὰ τὸν τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν, ἄλλος δὲ οὐδεὶς τὸ παράπαν; ἀλλ᾽ οἶμαι καὶ οὐχ ἑκόντες ὁμολογήσονται ὡς ἦν δὲ καί που σφόδρα εἰκὸς οὐκ εὐαρίθμητον ἐν ὅλῃ τῇ χώρᾳ τῶν τοιούτων εἶναι τὴν πληθύν. πῶς οὖν εἰς ἕνα καὶ μόνον, ἢ καὶ εἰς ἑτέρους τὸν ἀριθμὸν βραχεῖς ἡ ἐπίδειξις, ἤτοι φιλοτιμία, γέγονε τοῦ Χριστοῦ; ἀλλ᾽ οἶμαί γε δὴ καὶ τὸ ἐπὶ τούτοις ὅλως διατείνεσθαι περιττόν. οὐκοῦν ὡς εὔηθες κομιδῇ παρωσάμενοι τὸ ἐξ ἀρχῆς, ἐροῦμεν ὡς ἀληθὲς, ὅτι τοσοῦτον ἡμῖν ἀποκαλύψας ἐν τοῖς ζητουμένοις ὅσον ἔδει μαθεῖν, ἀπονεύει πρὸς ἕτερον λόγον τῆς ἐν τούτοις ἐρεύνης εὐφυῶς ὑπεξάγων τὸν ἴδιον μαθητήν. <Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.> Ἰδοὺ δὴ λίαν ἐν τούτοις σαφῶς τε καὶ ἐπιεικῶς μονονουχὶ καὶ ἕτερον ὑποπλήττει τοὺς μαθητὰς ὡς ἕτερόν τι τραπομένους παρ᾽ ὅπερ ἐχρῆν, καὶ ἁμαξιτὸν μὲν ἀφέντας τὴν εὐτριβῆ τε καὶ βάσιμον, ὁδὸν δὲ ὥσπερ τὴν κατ᾽ οὐδὲν αὐτοῖς πρέπουσαν ἰέναι θαρσήσαντας.

τί γὰρ ζητεῖτε, φησὶν, ἃ σιωπᾶσθαι καλόν; τί δὲ τὸ τῷ καιρῷ πρέπον ἀφέντες, μανθάνειν ἐπείγεσθε τὰ ὑπὲρ ἀνθρώπου διάνοιαν; οὐ τῆς ἐπὶ τούτοις ἐρεύνης, ἀλλ᾽ ἔργου, φησὶ, καὶ συντόνου σπουδῆς ὁ καιρός· δεῖν γὰρ οἶμαι μᾶλλον τὰ περὶ τούτων ἀνέντας φιλοπευστεῖν, ἐξανύσειν ἐπείγεσθαι τὰ προστεταγμένα παρὰ Θεοῦ, καὶ ἐπείπερ ἡμᾶς ἀνέδειξεν ἀποστόλους, τὰ τῆς ἀποστολῆς ἔργα πληροῦν. ἑαυτὸν δὲ τοῖς ἀπεσταλμένοις συναναπλέκων ὁ Κύριος, καὶ τοῖς ὀφείλουσιν ἐργάζεσθαι τίθησιν ἀριθμὸν, οὐχὶ πάντως ὡς μεθ᾽ ἡμῶν, ἢ ὡς εἷς ἐξ ἡμῶν ἐξ ἀνάγκης δουλοπρεποῦς τοῖς τοῦ προστεταχότος θελήμασιν ὑποκείμενος τὰ τοιαῦτά φησιν· ἀλλὰ σύνηθές τι τῷ λόγῳ καὶ παρ᾽ ἡμῖν τετριμμένον σχῆμα τετηρηκώς. εἰθίσμεθα γάρ πως, ἐπὰν μάλιστα τὰ τοῦ πλήττειν τοὺς ἀκροωμένους ὁ λόγος μὴ ὑπάρχῃ γυμνὸς, ἑαυτοὺς ἐκείνοις συνδεῖν τε καὶ συνεισφέρειν, καθάπερ οὖν ἀμέλει καὶ ὁ σοφώτατος Παῦλος Κορινθίοις προσλαλῶν, ὡς ἐφ᾽ ἑαυτοῦ τε καὶ Ἀπολλὼ, τὸ τελευταῖον ἐπήνεγκεν “Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα ”εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ “ἃ γέγραπται φρονεῖν.” ἕως τοίνυν ἡμέρα ἐστὶ, φησὶν, ἐργαζώμεθα τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς· ἥξει γὰρ νὺξ ὅτε οὐδεὶς ἐργάσασθαι δύναται. καὶ ἡμέραν μὲν ἐν τούτοις τὸν τῆς ἐνσωμάτου ζωῆς ὀνομάζει καιρόν· νύκτα δέ γε τὸν ἐν θανάτῳ χρόνον.

ἐπειδὴ γὰρ ἡμέρα τοῖς ἔργοις μὲν ἀπενεμήθη, νὺξ δὲ ἀργίᾳ καὶ ὕπνῳ, διὰ τοῦτο τὸν μὲν τῆς ζωῆς χρόνον καθ᾽ ὃν ἐργάζεσθαι δεῖ τὸ ἀγαθὸν, ἡμέραν εἶναί φασι, νύκτα δὲ τὸν ἐν τῇ κοιμήσει καιρὸν, καθ᾽ ὃν οὐδὲν ἔστιν ἐργάσασθαι παντελῶς· “Ὁ γὰρ ἀποθανὼν δεδικαί- ”ωται ἀπὸ τῆς ἁμαρτίας,” κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀπὸ τοῦ μηδὲν δύνασθαι δρᾶν ἔξω καὶ τοῦ πλημμελεῖν εὑρισκόμενος.

Οἶδεν μὲν οὖν οἶδεν ἡ θεῖα γραφὴ καὶ ἡμέρας τῆς νοητῆς ἕτερον λόγον, καὶ νύκτα δὲ οὐδὲν ἧττον παρὰ ταύτην ἑτέραν. ἀλλ᾽ ἐν καιρῷ τῷ πρέποντι τῶν νοημάτων ἕκαστον παραδεχθὲν, ἀπλανῆ τῶν ζητουμένων τὴν θεωρίαν ἐκφαίνει. τὸ δὲ ἐφ᾽ ἃ μὴ προσῆκε, καὶ ὅτε μὴ δεῖ περιέλκειν πειρᾶσθαι βιαίως εἰς πνευματικὴν ἑρμηνείαν τὸ ἱστορικῶς ὠφελοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ συγχεῖν ἁπλῶς τὸ ἀπεριέργως λυσιτελοῦν, καὶ τὸ χρήσιμον αὐτόθεν ἐκ πολλῆς σφόδρα τῆς ἀμαθίας καταθολοῦν. <Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.> Ἆρα γὰρ ὅλως οὐκ εἶναί ποτε νομιοῦμεν ἐν τῷ κόσμῳ Χριστὸν, ἢ ἀναληφθέντα πρὸς οὐρανὸν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, οὐκ ἐνδημεῖν ἔτι τοῖς ἐν τῷδε τῷ βίῳ πιστεύομεν; καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς οὐχ ὅπως οὐρανοὺς καὶ τὰ ἐπέκεινα τοῦ στερεώματος μόνον, ἀλλὰ καὶ τὴν καθ᾽ ἡμᾶς οἰκουμένην πληροῖ τε καὶ περιέπει· καὶ ὥσπερ ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς ἀνθρώποις συνδιαιτώμενος τῶν οὐρανῶν οὐκ ἀπελιμπάνετο, οὕτω διακεισόμεθα φρονοῦντες ὀρθῶς, ὅτι κἂν ἐκ τοῦ κόσμου γένηται διὰ τὴν σάρκα, παρέσται πάλιν οὐδὲν ἧττον τοῖς ἐν αὐτῷ καὶ ἐπιστατήσει τοῖς ὅλοις ἡ θεία τε καὶ ἄῤῥητος αὐτοῦ φύσις οὐδενὸς ἀποδημοῦσα τῶν ὄντων, ἢ ἀπολιμπανομένη τινὸς, πανταχῆ δὲ τοῖς πᾶσι παροῦσα· καὶ πληροῦσα μὲν τόδε τὸ σύμπαν καὶ τὸ ὑπὲρ τοῦτο νοούμενον, χωρουμένη δὲ ὑπὸ μόνης ἑαυτῆς.

Τί οὖν ἐστιν ὅ φησιν ἐν τούτοις ὁ Κύριος ἀκόλουθον συνιδεῖν. ὡς ἕωλον ἀνατρέψας τὴν Ἰουδαίων ὑπόνοιαν, καὶ σαθροῖς ἐναφραίνοντας ἀποδείξας δόγμασι, συμβουλεύσας τε τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι πρέποι μᾶλλον αὐτοὺς ἐργάζεσθαι φιλεῖν τὰ δοκοῦντα Θεῷ, καὶ ἀπομαθεῖν ἐπείγεσθαι τὸ ζητεῖν ὅλως τὸ ὑπερτεροῦν, καταπτοήσας δέ πως ὡς παρελάσει δρῶντας οὐδὲν ὁ τῶν ἔργων καιρὸς, εἰ μὴ πᾶσαν ποιοῖντο σπουδὴν εἰς τὸ θέλειν εὐδοκιμεῖν, ὡς εἰσὶν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ἑαυτὸν εἰς εἰκόνα λαμβάνει τοῦ πράγματος. ἰδοὺ γὰρ κἀγὼ, φησὶ, τὸ ἐμαυτῷ πρέπον ἐργάζομαι, καὶ ἐπείπερ ἀφῖγμαι φωτίσων τὰ ἐν ἐνδείᾳ φωτὸς, δεῖ με καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, εἰ φωτὸς νοσοῖεν τὴν ἀπευκτὴν ἐρημίαν, ἐνοικίζειν τὸ φῶς, ὅταν μάλιστα τῶν πεπονθότων προσίωσί τινες.

Ἐκληψόμεθα τοιγαροῦν ἱστορικώτερον, καὶ ὡς ἐν ἁπλῷ λόγῳ τὸ εἰρημένον· ὅτι γάρ ἐστι καὶ φῶς νοητὸν ὁ Μονογενὴς καταφωτίζειν εἰδὼς καὶ δυνάμενος, οὐ τὰ ἐν τῷδε τῷ κόσμῳ μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ὑπερκόσμιον κτίσιν, οὐκ ἀμφίβολον· πρὸς δὲ τὴν τῶν ἐν χερσὶ θεωρίαν τὴν ἐκ τῶν λαλουμένων διάνοιαν συναρμόζοντες, οὐκ ἀπίθανον οἶμαί τι δρῶντες ἁλωσόμεθα. <Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.> Εἰς τύπον τῆς τῶν ἐθνῶν κλήσεως τὴν ἐπὶ τῷδε τῷ τυφλῷ θεραπείαν παραδεξάμενοι, πάλιν ἐροῦμεν ὡς ἐν βραχέσιν ἀνακεφαλαιούμενοι τοῦ μυστηρίου τὸν λόγον. πρῶτον μὲν ὅτι παρατρέχων, καὶ τὸ παρὰ τοῖς Ἰουδαίοις ἀφεὶς ἱερὸν, ὁρᾷ τὸν τυφλὸν, εἶτα τούτῳ κἀκεῖνο χρησίμως ἐποίσομεν, ὡς παρακλήσεως δίχα, καὶ οὐδενὸς ἐκλιπαροῦντος αὐτὸν, ἐθελουργῷ δὲ μᾶλλον καὶ αὐτοκελεύστῳ ῥοπῇ πρόσεισιν ὁ Σωτὴρ ἐπὶ τὸ θέλειν ἰάσασθαι τὸν ἄνθρωπον, σημεῖον ὥσπερ καὶ τοῦτο τιθεὶς ὡς οὐδεμιᾶς ἐκ τῆς τῶν ἐθνῶν πληθύος παρακλήσεως γεγενημένης· πάντες γὰρ ἦσαν ἐν τῇ πλάνῃ· Θεὸς ὑπάρχων καὶ ἀγαθὸς κατὰ φύσιν, αὐτόκλητος ὥσπερ ἐπὶ τὸν ἐπ᾽ αὐτοῖς ἔλεον παρελήλυθε.

πῶς γὰρ ἂν ὅλως ἢ κατὰ τίνα τρόπον ἐξῄτησε παρὰ Θεοῦ τὸν ἔλεον ὁ πολύχους τῶν Ἑλλήνων ἀριθμὸς, ἤτοι τῶν ἐθνῶν, ἀσυγκρίτοις ἀμαθίαις κατακεχωσμένον ἔχων τὸν νοῦν, ὡς μηδόλως ὁρᾶν δύνασθαι τὸν φωτιστήν; ὥσπερ οὖν ἀμέλει καὶ ὁ τεθεραπευμένος τυφλὸς οὐκ οἶδε τὸν Ἰησοῦν, ἐλέῳ δὲ καὶ φιλανθρωπίᾳ τὸ παρ᾽ ἐλπίδα κερδαίνει· ὃ καὶ τοῖς ἔθνεσιν ὑπήρχθη διὰ Χριστοῦ. ἐν σαββάτῳ γεμὴν τὰ τῆς θεραπείας τελεῖται, τύπον ἡμῖν ἐν τούτοις ἀποπληροῦν ἰσχύοντος τοῦ σαββάτου τοῦ τελευταίου καιροῦ τοῦ παρόντος αἰῶνος, καθ᾽ ὃν τοῖς ἔθνεσιν ἐπέλαμψεν ὁ Σωτήρ· τέλος μὲν γὰρ ἑβδομάδος τὸ σάββατον, ἐπιδεδήμηκε δὲ καὶ ἐπεφάνη πᾶσιν ἡμῖν ὁ Μονογενὴς ἐν ἐσχάτῃ ὥρᾳ, καὶ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς. ἀλλὰ καὶ τὸν τῆς ἰάσεως τρόπον ἄξιον ὄντως ἀποτεθηπότας εἰπεῖν “Ὡς ἐμεγαλύνθη ”τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.” Τοῦ γὰρ χάριν, ἐρεῖ τις τυχὸν, καίτοι λόγῳ πάντα κατορθοῦν εὐκόλως δυνάμενος, ἀναφύρει μὲν πηλὸν ἀπὸ τοῦ πτύσματος, καταχρίσας δὲ τοῦ πεπονθότος τοὺς ὀφθαλμοὺς, καὶ ἐργωδέστερόν τι προσεπιτάττων ὁρᾶται. ὕπαγε νίψαι γάρ φησιν εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. ἀλλ᾽ οἶμαι βαθύς τις τοῖς εἰρημένοις ἐγκέχωσται λόγος· ἐπιτελεῖ γὰρ εἰκαῖον οὐδὲν ὁ Σωτήρ.

καταχρίει μὲν γὰρ τῷ πηλῷ τὸ λεῖπον ὥσπερ καὶ ἡμαρτημένον τῇ τοῦ ὄμματος φύσει προστιθεὶς, καὶ δεικνὺς διὰ τούτου, ὡς αὐτὸς ἦν ὁ πλάσας ἡμᾶς ἐν ἀρχῇ, κτίστης τε καὶ δημιουργὸς τοῦ παντός. ἔχει δέ τινα καὶ λόγον μυστικὸν ἡ τοῦ πράγματος δύναμις· τί γὰρ δὴ πρὸς τοῦτό φαμεν, ἢ τί νοεῖν ἐπ᾽ αὐτῷ διεσκέμμεθα, πάλιν ἐροῦμεν. οὐκ ἦν ἑτέρως τὰ ἔθνη δύνασθαι τὴν ἐπισκήψασαν αὐτοῖς ἀποκρούσασθαι τυφλότητα, καὶ τὸ θεῖόν τε καὶ ἅγιον ἐπαθρῆσαι φῶς, τουτέστι, τὴν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος γνῶσιν ἀναλαβεῖν, εἰ μὴ γέγονε μέτοχα τῆς ἁγίας αὐτοῦ σαρκὸς, καὶ ἀπελούσατο τὴν καταμελαίνουσαν ἁμαρτίαν, ἀπεδύσατο δὲ τοῦ διαβόλου τὴν ἐξουσίαν διὰ τοῦ ἁγίου δηλονότι βαπτίσματος. ἐπειδὴ δὲ πρόωρον τοῦ μυστηρίου τὸν τύπον τῷ τυφλῷ ἐνεχάραττεν ὁ Σωτὴρ, ἀπεπλήρου τέως τῆς μετοχῆς τὴν δύναμιν διὰ τῆς ἐπιχρίσεως τοῦ πτύσματος. εἰς εἰκόνα γεμὴν τοῦ ἁγίου βαπτίσματος τὸ ἐν τῷ Σιλωὰμ ἀπονίπτεσθαι δραμόντα κελεύει, οὗ καὶ ἀναγκαίως διερμηνεύει τοὔνομα σοφὸς ἄγαν ὢν καὶ πνευματοφόρος ὁ Εὐαγγελιστής.

λογιζόμεθα γὰρ ἕτερον οὐδένα τὸν ἀπεσταλμένον ὑπάρχειν, ἢ τὸν ἐπ᾽ ὀλέθρῳ τῆς ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς ἐπιφοιτήσαντά τε καὶ ἀπεσταλμένον Θεὸν Μονογενῆ, αὐτόν τε τοῖς ὕδασιν ἀοράτως ἐπινήχεσθαι τῆς ἁγίας κολυμβήθρας γινώσκοντες, λουόμεθα μετὰ πίστεως, οὐκ εἰς ἀπόθεσιν ῥύπου σαρκὸς, κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ ὥσπερ λύμην τινὰ καὶ ἀκαθαρσίαν τῶν τῆς διανοίας ὀμμάτων ἐκπλύνοντες, ἵνα λοιπὸν καθαροὶ καθαρῶς τὸ θεῖον ἐπαθρεῖν ἰσχύσωμεν κάλλος. ὅνπερ οὖν τρόπον ζωοποιὸν εἶναι πιστεύομεν τὸ σῶμα Χριστοῦ, ἐπείπερ ἐστὶ τοῦ ζῶντος Θεοῦ Λόγου ναός τε καὶ ἐνδιαίτημα, πᾶσαν ἔχων αὐτοῦ τὴν ἐνέργειαν, οὕτως εἶναί φαμεν καὶ φωτισμοῦ πρόξενον· σῶμα γάρ ἐστι τοῦ κατὰ φύσιν καὶ κατὰ ἀλήθειαν φωτός. καὶ ὥσπερ ὅτε τεθνεῶτα διανίστη τὸν μονογενῆ τῆς χήρας υἱὸν, οὐκ ἠρκέσθη μόνῳ τῷ προστάξαι καὶ εἰπεῖν “Νεανίσκε, σοὶ ”λέγω, ἐγέρθητι,” καίτοι λόγῳ πάντα κατορθοῦν εἰθισμένος ὅσαπερ ἂν βούλοιτο, ἀλλ᾽ ἐπετίθει τῇ σορῷ καὶ τὴν χεῖρα, δεικνὺς ὅτι καὶ τὸ σῶμα αὐτοῦ τὴν ζωοποιὸν ἐνέργειαν ἔχει· οὕτω κἀνθάδε καταχρίει τῷ πτύσματι, διδάσκων ὅτι καὶ φωτισμοῦ πρόξενον καὶ διὰ ψιλῆς τῆς ἁφῆς τὸ σῶμα αὐτοῦ ἐστι. σῶμα γάρ ἐστι φωτὸς ἀληθινοῦ, καθάπερ εἰρήκαμεν.

ἄπεισι γεμὴν ὁ τυφλὸς ᾗ τάχος ἀπονιψάμενος, καὶ ἀμελλητὶ τὸ προσταχθὲν ἀποπληροῖ, δεικνὺς ὥσπερ ἐν ἑαυτῷ τὴν τῶν ἐθνῶν εὐπείθειαν περὶ ὧν γέγραπται “Τὴν ἑτοιμασίαν τῆς ”καρδίας αὐτῶν προσέσχε τὸ οὖς αὐτοῦ.” σκληροκάρδιοι μὲν οὖν οἱ τάλανες Ἰουδαῖοι, τρυφεροὶ δὲ παντελῶς εἰς ὑπακοὴν καὶ δι᾽ αὐτῆς μαρτυροῦνται τῆς πείρας οἱ ἐξ ἐθνῶν. ἀναμύει δὲ παραχρῆμα τὴν τυφλότητα τῷ πηλῷ συναπονιψάμενος ὁ ἀνὴρ, καὶ ὑποστρέφει βλέπων. οὐ γὰρ ἦν ἑτέρως γενέσθαι παρὰ τὸ δοκοῦν τῷ Χριστῷ. καλὴ τοιγαροῦν ἡ πίστις, ἰσχύειν ἐν ἡμῖν τὴν θεόσδοτον χάριν παρασκευάζουσα, καὶ τὸ διψυχεῖν ἐπιζήμιον. “Ὁ γὰρ ”δίψυχος ἀνὴρ ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ,” καθὰ γέγραπται, καὶ λήψεται παρὰ Κυρίου παντελῶς οὐδέν. <Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλος ἔλεγεν Οὐχὶ, ἀλλ᾽ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.> Δυσπαράδεκτά πως εἰς πίστιν τὰ τῶν θαυμάτων ὑπερφερῆ, καὶ τὸ μηδαμόθεν ...... οὐκ ἀταλαίπωρον ἐφ᾽ ἑαυτῷ τὴν σύνεσιν ἔχει, τιμᾶται δὲ μόλις ἀπεριέργως εἰσκομισθὲν ταῖς τινῶν διανοίαις. τὸ γὰρ βασανίζειν πειρᾶσθαι τὰ ὑπὲρ νοῦν δεῖν καὶ λόγον, εὐηθείας οὐ μακράν.

ἐντεῦθεν οἶμαι καὶ ἀπιστῆσαί τινας τῶν εἰδότων μὲν πρότερον τὸν ταῖς τριόδοις ἐμφιλοχωροῦντα τυφλὸν, κατατεθηπότων δὲ αὖθις, ἐπείπερ αὐτὸν ἀδοκήτως φαιδρῷ διαπρέποντα βλέπουσιν ὀφθαλμῷ. καταμερίζονται δὲ πρὸς ἐνδοιασμὸν ἀπὸ τοῦ συμβεβηκότος, καὶ οἱ μὲν τῷ μεγέθει τοῦ πράγματος ἐνορῶντες ἀκριβέστερον, οὐδὲ αὐτὸν εἶναι τὸν ἄνθρωπον, ἐμφερῆ δὲ λίαν τῷ γινωσκομένῳ φασί. καὶ γὰρ δὴ καὶ ὄντως οὐκ ἀπεικός τι παθεῖν ἐν τούτοις τινὰς πρὸς τὸ καὶ αὐτὴν παραιτεῖσθαι τὴν ἀλήθειαν, τῷ μεγέθει τῆς θεοσημείας εἰς ἀνεθέλητον ὥσπερ ἐξωθουμένους ψευδομυθίαν. ἕτεροι δὲ τῶν εὐμαθεστέρων μελλησμῶν ἐλευθέραν ποιοῦνται τὴν σύνεσιν, αἰδοῖ δὲ καὶ φόβῳ τὸ θαῦμα τιμήσαντες αὐτὸν ἐκεῖνον εἶναί φασι. λύει δὲ παραχρῆμα τὸ ζητούμενον ὁ τεθεραπευμένος, ἀξιολογωτάτην ἐφ᾽ ἑαυτῷ τὴν ἰδίαν εἰσφέρων ὁμολογίαν. οὐ γὰρ ἂν ἑαυτὸν ἠγνόησέ τις, οὐδὲ εἰ σφόδρα νοσοῖ τὸ ληρεῖν. πανταχόθεν δὲ τῷ θαυματουργῷ τὸ ἐν μεγάλοις ὁρᾶσθαι προξενεῖ δι᾽ ὑπερβολὴν δυνάμεως ἀπιστούμενον τὸ παράδοξον. <Ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;> Συννεύουσι μόλις αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃν ἐγίνωσκον ἐξ ἀρχῆς, καὶ τὸ περὶ τούτων ἀφέντες ἀμφιγνοεῖν, ἐρωτῶσιν ὅπως τὴν τυφλότητα διεκρούσατο, καὶ τίς ὁ τρόπος τοῦ παρ᾽ ἐλπίδα πράγματος.

ἐν ἔθει γάρ πως ἀεὶ τοῖς θαυμάζουσι τὸ φιλοπευστεῖν ἀκριβέστερον, καὶ τῶν δρωμένων τὸν τρόπον περιεργάζεσθαι· ὃ δὴ καὶ αὐτὸ ποιεῖν ἐγνώκασιν οὐκ ἀθεεὶ, κατά γε τὸν ἡμέτερον νοῦν, ἀλλ᾽ ἵνα καὶ οὐχ ἑκόντες μανθάνωσι τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν, ἐκδιηγουμένου καὶ σαφῶς αὐτοῖς διαγγέλλοντος τοῦ τυφλοῦ, ὅπερ εἰς εἰκόνα λήψῃ καλὴν τοῦ γενέσθαι διδασκάλους τοῖς ἐξ Ἰσραὴλ τοὺς ἐξ ἐθνῶν ἐπιστρέψαντας, καὶ τὴν μὲν ἀρχαίαν διαδράντας τυφλότητα, τὸν δὲ παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τοῦ Πνεύματος ἀποκερδάναντας φωτισμόν. ὅτι δὲ τὸ εἰρημένον ἀληθές ἐστιν, αὐτὰ βοήσει τὰ πράγματα. <Ἀπεκρίθη ἐκεῖνος Ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι Ὕπαγε νίψαι εἰς τὸν Σιλωάμ. ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.> Ὅτι μὲν Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Σωτὴρ ἀγνοῶν ἔτι φαίνεται· οὐ γὰρ ἂν οὕτω μικροπρεπῶς ἐλάλησε περὶ αὐτοῦ· ἔοικε δέ πως ὡς περί τινος τῶν ἁγίων τὸ ἐπ᾽ αὐτῷ φρονεῖν καὶ λογίζεσθαι, ἐξ ἀμυδροτέρας ὡς εἰκὸς καὶ τοῦτο φήμης ἑλὼν περιφοιτώσης ἅπασαν τὴν Ἱερουσαλὴμ, καὶ ἐκτεθρυλημένης τῆς ἐπ᾽ αὐτῷ λαλιᾶς πανταχῇ. ἄλλως τε καὶ οὐ σφόδρα διὰ σπουδῆς ὑπάρχον ὁρῶμεν τοῖς καὶ τὸ σῶμα λελωβημένοις καὶ ἀκράτῳ μαχομένοις ἐνδείᾳ, τὸ περὶ γνῶσιν ἀσχολεῖσθαι τὴν τινῶν, δαπανώσης ὥσπερ ὅλην αὐτῶν τὴν φροντίδα τῆς ἀγοητεύτου πενίας.

ἁπλούστερον τοίνυν καὶ ἄνθρωπον ἀποκαλεῖ, καὶ τὸν τῆς ἰάσεως ἐξηγεῖται τρόπον. ἔδει μὲν γὰρ τῷ μεγέθει τοῦ θαύματος ἀναπεπεισμένον τὴν ὑπὲρ ἀνθρώπων φύσιν χαρίζεσθαι δόξαν τῷ τερατουργῷ, τῷ γεμὴν δύνασθαι τοὺς ἁγίους ἐνεργεῖν διὰ Θεοῦ τὰ παράδοξα τὴν πίστιν ἐπιδιδοὺς, συναρπάζεταί πως πρὸς τὸ ὑπάρχειν ἐκείνων ἕνα νομίζειν αὐτόν. <Καὶ εἶπον αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος; λέγει Οὐκ οἶδα.> Οὐκ ἐκ φιλοθέου γνώμης ζητοῦσι τὸν Ἰησοῦν, ἀλλ᾽ οὐδὲ ὅποι καὶ παρὰ τίσιν ἐποιεῖτο τὰς διατριβὰς ἐπείγονται μαθεῖν, ἵνα τι τῶν συντελούντων εἰς ὄνησιν περιτυχόντες αἰτήσειαν, πεπηρωμένοι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν, καὶ πολὺ χειρόνως ἤπερ ἐκεῖνός ποτε τὸν τοῦ σώματος, πρὸς ἀδικωτάτην ὀργὴν ἀνακαίονται, καὶ θηρίων ἀτιθάσων ἀναπηδῶσι δίκην, λελύσθαι νομίζοντες παρὰ τοῦ Σωτῆρος ἡμῶν νομικὴν ἐντολὴν τὴν ἐπὶ τὸ χρῆναί φημι μηδὲν ἐν σαββάτῳ τὸ παράπαν ἐργάζεσθαι διηγορευμένην. λελυττήκασι δὲ οὐ μετρίως, ἐπείπερ ὅλως πηλοῦ θιγεῖν ἀπετόλμησε, περιτρίψας δακτύλῳ τὴν γῆν, καὶ προσέτι τοῦτο καὶ ἀπονίψασθαι δεῖν ἐν σαββάτῳ τὸν ἄνθρωπον διετάξατο. διάτοι τοῦτο καὶ τὸν ἐξ ὀργῆς καὶ ἀπονοίας ἐρεύγονται λόγον τό Ποῦ ἐστιν ἐκεῖνος ἀναισχύντως λέγειν οὐ παραιτούμενοι.

ᾧ γὰρ ἦν εἰκὸς καὶ πλουσίαν ὀφείλεσθαι δόξαν τὴν ἐκ μικρυσμοῦ λοιδορίαν προσάπτουσι· καίτοι θαυμάσαι δέον εἴπερ ἦσαν ἀγαθοὶ, καὶ τοῖς προσήκουσιν ἐπαίνοις τὴν τοῦ Θεοῦ δύναμιν καταστέφειν εἰδότες, ἀλλ᾽ ὅπερ ἦν οἶμαι δίκαιον αὐτοὺς φρονεῖν τε καὶ δρᾶν ἐξ ἀμετρήτου κακοβουλίας παρωθούμενοι, εἰς ἄκαιρον παρατρέπονται ζῆλον, καὶ ὅτι προσῆκεν ἀδικουμένῳ τρόπον τινὰ συνειπεῖν τῷ νόμῳ κιβδήλως διενθυμούμενοι, ζητοῦσιν ὡς ἐργασάμενον ἐν σαββάτῳ τὸν Ἰησοῦν καὶ τὴν οὕτως ἀξιάγαστον ἐντολὴν ἀδικήσαντα διὰ τοῦ θεραπεῦσαι τὸν ἄνθρωπον. εἰκὸς γὰρ δήπου νομίζειν αὐτοὺς, ἀπηνῆ τινα καὶ οὐ φιλοικτίρμονα τὸν Θεὸν ὑπάρχειν ἐν σαββάτῳ, ἀγανακτεῖν δὲ σφόδρα κἂν βλέπῃ σωζόμενον τὸν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τὴν αὐτοῦ γεγονότα, δι᾽ ὃν καὶ τὸ σάββατον· “Κύριος γάρ ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ”ἀνθρώπου,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. <Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς.> Ἀποκομίζουσι τοῖς ἡγουμένοις τὸν ἄνθρωπον, οὐχ ἵνα τὰ ἐπ᾽ αὐτῷ μαθόντες θαυμάσωσιν· οὐ γὰρ ἦν εἰκὸς ἐπί τινι τῶν τοιούτων ἡσθῆναί ποτε τοὺς ἀσύγκριτον ὠδίνοντας φθόνον κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἀλλ᾽ ὡς ἔνδηλον καταστήσοντες, καθάπερ ᾤοντο, τὴν παρανομίαν αὐτοῦ, καὶ κατηγορήσοντες ὡς ἠδικηκότα διὰ τὸ εἰργάσθαι πηλὸν ἐν σαββάτῳ.

τὸ γὰρ ἐπὶ τῷ παραδόξῳ θαῦμα λακτίσαντες, ὡς πλημμελείας τοῦ πράγματος ἐπιδράττονται, ἔλεγχον ὥσπερ τῶν δεδραμένων παραδεικνύντες τὸν ἄνθρωπον, ἐφ᾽ ᾧ τετόλμητο τὸ παράδοξον, ὁμοῦ δέ τι καὶ κατορθοῦν οἴονται συντελοῦν αὐτοῖς εἰς εὐσεβείας ὑπόληψιν ὡς ἐν ἔθεσιν Ἰουδαϊκοῖς, καὶ νομικὸν ἐπίταγμα διεξάγειν εἰς πέρας ἐπείγονται. ἐν μὲν γὰρ τῷ Δευτερονομίῳ Θεὸς ὁ φύσει καὶ ἀληθινὸς τὸ μὴ δεῖν ἑτέρωσε παραφέρεσθαί ποι τῶν φιλοθέων τὸν νοῦν ἐκδιδάσκων, μήτε μὴν παρ᾽ αὐτὸν οἴεσθαί τινας εἶναι θεοὺς, προσεδρεύειν δὲ μόνῳ τῷ κατὰ ἀλήθειαν ἐπιτάττων, ἀλλὰ καὶ λίαν ἐκπικραίνεσθαι κατὰ τῶν ἕτερόν τι παρὰ τοῦτο φρονεῖν συμβουλεῦσαι τολμώντων, οὕτω φησίν “Ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ”ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου, ἢ ἡ γυνή “σου ἡ ἐν τῷ κόλπῳ σου, ἢ ὁ φίλος ὁ ἴσος τῇ ψυχῇ σου ”λάθρα λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, “οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ ”φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτῷ, καὶ οὐκ ἐπιποθήσεις “αὐτῷ οὐδὲ μὴ σκεπάσεις αὐτόν· ἀναγγέλλων ἀναγγελεῖς ”τὰ περὶ αὐτοῦ.” Ἰουδαῖοί τε πάλιν πρὸς μόνα βλέποντες τὰ ἑτέρων πταίσματα, καὶ τὸ καθ᾽ ἑνὸς ὁρισθὲν πράγματος κατὰ παντὸς ἀσυνέτως ἐκδεξάμενοι, τοὺς ἁλόντας ἐπί τισι τοῖς ἔξω νόμου παρῆγον ἐπὶ τοὺς ἄρχοντας, τιμᾶν οἰόμενοι καὶ διὰ τούτου τὸν νομοθέτην.

διὰ ταύτην οἶμαι τὴν αἰτίαν, τὸν μὲν Ἰησοῦν ἐζήτουν λέγοντες “Ποῦ ἐστιν ”ἐκεῖνος;” ἀνευρεῖν δὲ οὐδαμόθεν ἰσχύσαντες, ἄγουσιν ὡς ἐν δευτέρᾳ τάξει τὸν ἐφ᾽ ᾧ τὸ θαῦμα τετέλεστο, δι᾽ οἰκείας ὥσπερ ἐπισφραγιοῦντα φωνῆς τὸ λελύσθαι τὸν νόμον ἐν τοῖς κατ᾽ αὐτὸν παρὰ τοῦ θεραπεύσαντος ἐν σαββάτῳ.

Ὅτι δὲ οὐ μετρίως ἀσχάλλουσι διὰ τὸ γενέσθαι πηλὸν ἐν σαββάτῳ σαφὲς ἡμῖν καθιστὰς ὁ μακάριος Εὐαγγελιστὴς, ἐπιτηδείως ἐπισημαίνεται τὴν τοῦ πράγματος γελοιότητα, προσθεὶς τό Ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς. <Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ φαρισαῖοι Πῶς ἀνέβλεψας;> Περιεργάζονται τῆς θεραπείας τὸν τρόπον, θερμότερον ὥσπερ ἐν ἑαυτοῖς τὸ ἐκ τῆς βασκανίας ἀνακαίοντες πῦρ, φιλοπευστοῦσι δὲ λίαν, οὐκ ἀγνοοῦντες δὲ ὥς γε μοι φαίνεται τὸ παράδοξον. πῶς γὰρ οὐκ εὔηθες παντελῶς τοὺς, οἵπερ ἦσαν ὡς αὐτοὺς ἀφιγμένοι ποτὲ τυφλὸν ἀποφέροντες, μὴ οὐχὶ πάντως εἰπεῖν τῆς ἀπαγωγῆς τὴν αἰτίαν, ὥσπερ δὲ οὐκ ἀρκούντων ἐκείνων εἰς τὸ κατηγορεῖν τοῦ Χριστοῦ, καὶ αὐτὸν δι᾽ οἰκείας ἀναγκάζουσι φωνῆς ὁμολογῆσαι τὸ δεδραμένον, χαλεπωτέραν ἔσεσθαι τῆς συκοφαντίας τὴν δύναμιν διὰ τούτου πιστεύοντες.

σύνες γὰρ ὅπως οὐ διερωτῶσιν ἁπλῶς εἰ τεθεράπευται μόνον, ζητοῦσι δὲ μᾶλλον πῶς ἀνέβλεψεν ἀκοῦσαι· τοῦτο δὲ ἦν ἐπακοῦσαι λίαν ἐσπουδακότων ὅτι πηλὸν ἐποίησε, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· ἐν τούτῳ γὰρ πᾶσαν κεῖσθαι τοῦ νόμου τὴν παράβασιν ἀσυνέτως ὑπελάμβανον καὶ, τοὺς ἄνωθεν διυβρίσθαι θεσμοὺς σκηπτόμενοι, ἀπασχάλλειν ἤδη δικαίως καὶ χρῆναι δίκας ἀπαιτεῖν τὸν λυπήσαντα διεσκέπτοντο. <Ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμοὺς, καὶ ἐνιψάμην, καὶ βλέπω.> Δέχονται προθύμως ὥσπερ τινὰ φθόνου τροφὴν τὴν ὁμολογίαν τοῦ θαύματος, καὶ ἀσμένως ἁρπάζουσι τῆς κατ᾽ αὐτοῦ μανίας τὴν ὑπόθεσιν. ἁπλούστερον μὲν γὰρ ἐξηγεῖται τὸ συμβὰν ὁ πηρὸς τότε, καὶ κακοήθος σφόδρα φησὶν ὡς ἐν συντόμοις ὁμολογίαις ἀνυμνῶν ὥσπερ τὸν ἰατρόν· καταπλήττεται γὰρ τρόπον τινὰ τὴν τοῦ πράγματος φύσιν. ἐκεῖνό γε ὡς εἰκὸς διενθυμούμενος ὅτι πηλῷ καταχρίσας ἀσυνήθει φαρμάκῳ τὸ βλέπειν αὐτῷ παραδόξως ἐξήνυσεν· ἐκφαντικώτατα δέ μοι δοκεῖ καὶ ἐκ πικρῶν νοημάτων εἰπών Πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς. ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ὑπολάβοι λέγειν αὐτόν Οἶδα μὲν αὐτὸς εἰς φθονούντων ἐρῶν ἀκοὰς, τἀληθὲς δ᾽ οὖν ὅμως οὐκ ἀποκρύψομαι.

ἀμείψομαι ταῖς εὐχαριστίαις τὸν ἐμὸν εὐεργέτην, κρείττων ἔσομαι τῆς ἀκαίρου σιγῆς· τιμήσω ταῖς ὁμολογίαις τὸν ἰατρὸν, οὐ περίεργόν μοι τὸν τῆς ἰάσεως ἐπιτηδεύσαντα τρόπον, οὐ σιδήρῳ καὶ ἀνατομαῖς τὸ πρᾶγμα κινήσαντα, οὐ φαρμάκων καρυκείαις τὸ ὠφελοῦν ἐξαρτύσαντα, οὐ μεθόδῳ χρησάμενον ἐντριβεῖ, ξέναις δὲ μᾶλλον ἐπινοίαις ἰσχύσαντα. πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔστι δέ πως θαυμάσαι καὶ σφόδρα δικαίως τὸν ἄνθρωπον τοῖς περὶ τούτων ῥήμασι καθάπερ τινὰ κορωνίδα χρησίμως τό Βλέπω προστεθεικότα, μόνον γὰρ οὐχὶ κἀν τούτῳ φησίν Οὐ ματαίαν ἀποφανῶ τὴν τοῦ θεραπεύσαντος δύναμιν, οὐκ ἀρνήσομαι τὴν χάριν· ἔχω γὰρ ἤδη τὸ πάλαι ποθούμενον· αὐτὸς ἐγὼ, φησὶν, ὁ καὶ ἐν ὠδῖσιν τυφλὸς, ὁ ἐν ἐμβρύῳ καὶ μήτρᾳ νοσῶν, πηλῷ κατακεχρισμένος τεθεράπευμαι, καὶ βλέπω, τουτέστιν, οὐχ ἁπλῶς ἀνεῳγότα δεικνύω τὸν ὀφθαλμὸν, καλύπτων ἐν βάθει τὸν σκότον, ἀλλ᾽ ὄντως ὁρῶ. ἔχω λοιπὸν ἐν ὄψει τὰ ἐν ψιλαῖς τοπρὶν ἀκοαῖς. ἰδοὺ λαμπρὸν ἡλίου περιαστράπτει με φῶς· ἰδοὺ ξένων θεαμάτων τὸν ἐμὸν ὀφθαλμὸν περιστοιχίζεται κάλλος. ἄρτι μόλις ἔγνων τὴν Ἱερουσαλὴμ, καὶ βλέπω μὲν θεῖον ἐν αὐτῇ περιαστράπτοντα ναὸν, ὁρῶ δὲ ἐν μέσῳ τὸ σεπτὸν ὄντως θυσιαστήριον· κἂν ἐπέκεινα πύλης εὑρεθῶ, ὅλην ἐν κύκλῳ περιαθρήσω τὴν Ἰουδαίαν, καὶ τί μὲν ὄρος ἐστὶ, τί δὲ φυτὸν ἐπιγνώσομαι.

μεταμειβομένου δὲ τοῦ καιροῦ πρὸς ἑσπέραν, οὐκ ἔτι τὸν ἐμὸν ὀφθαλμὸν τὸ τῶν ἄνω θαυμάτων διαλήσεται κάλλος, οὐχ ὁ διαφανὴς τῶν ἀστέρων χορὸς, ἀλλ᾽ οὐδὲ τῆς σελήνης τὸ πάγχρυσον σέλας. καταπλαγήσομαι διὰ τούτου τοῦ τεκτηναμένου τὴν τέχνην, ἀπὸ καλλονῆς κτισμάτων ἐπιγνώσομαι κἀγὼ τὸν Δημιουργόν. οὐκοῦν ὅσον ἧκεν εἰς πλάτος θεωρημάτων καὶ τὴν ἐν λόγοις κομψείαν, τοιαύτην τινὰ ὠδίνει δύναμιν τὸ εἰρημένον, αὐτό τε τό Βλέπω φημὶ καὶ τό Πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς. οὐ γὰρ ἐξωθεῖται τὸ χαρίεν ἐν θεωρήμασιν, οὐδὲ ὡς κίβδηλον παραιτεῖται λόγος ὁ παρ᾽ ἡμῖν, τουτέστιν, ὁ ἐκκλησιαστικός. οὐκοῦν ἀσυκοφάντητον ἀληθῶς τὴν τοῦ θεραπεύσαντος δύναμιν, ὅσον ἦν ἐν αὐτῷ, διατηρῶν τὰ τοιαῦτά φησιν, ὁ, ἐπείπερ ἠλεήθη παρὰ Χριστοῦ, παρὰ τοῖς ἱερεῦσι κρινόμενος. <Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ.> Οὐκ εἶναί φασι ληροῦντες παρὰ Θεοῦ τὸν ᾧ πρόσεστιν ἐνεργεῖν δύνασθαι τὰ Θεοῦ, καὶ ἴσῳ δόξης μέτρῳ στεφανούμενον βλέποντες τῷ πάντα ἰσχύοντι Πατρὶ τὸν Υἱὸν, τὸν ἐπ᾽ ἀσεβείᾳ μῶμον ἐπιῤῥιπτεῖν οὐκ αἰσχύνονται παραλόγως αὐτῷ, παρωσάμενοι δὲ τὴν ἐκ τοῦ παραδόξου βοὴν, τὸν οἰκεῖον ἀντεξάγουσι φθόνον τῷ θαυματουργῷ, καὶ κατηγοροῦσιν ἀφυλάκτως ὡς πλημμελήσαντος τοῦ μὴ εἰδότος ἁμαρτίαν.

ὅλον δὲ παραλελύσθαι τὸν νόμον ἀσυνέτως πιστεύουσι δι᾽ ἑνὸς δακτύλου κίνησιν ἐν σαββάτῳ τετολμημένην, καίτοι τῆς φάτνης τὸν βοῦν ἀνιέντες αὐτοὶ, καὶ ἐφ᾽ ὕδωρ ἀποκομίζοντες, ἀλλὰ καὶ εἰ πρόβατον εἰς βόθρον ἐμπέσοι, κατὰ τὸ γεγραμμένον, καὶ τοῦτο σὺν πολλῇ διανιστάντες σπουδῇ. οὐκοῦν διυλίζουσι τὸν κώνωπα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τοῦτο γὰρ ἦν ἐν αὐτοῖς ἐν ἔθει πολλῷ· ἀφρόνως δὲ σφόδρα καὶ λίαν ἀπεγνωσμένως οὐκ ἀποτιννύντες τὸ θαῦμα Χριστῷ, οὐδὲ ἐκ τοῦ κατορθώματος, τίς ἂν εἴη λοιπὸν ἐπιγινώσκειν αὐτὸν ἀνεχόμενοι, μικρολογοῦσι διὰ τὸ σάββατον, καὶ ὥσπερ ἁπάσης κατορθουμένης αὐτοῖς ἀρετῆς διὰ μόνου τοῦ ἀργεῖν ἐν σαββάτῳ, τῆς πρὸς Θεὸν οἰκειότητος ὁλοκλήρως ἐκπέμπουσιν, οὐκ εἶναι λέγοντες αὐτὸν παρὰ Θεοῦ, καίτοι μᾶλλον ἐχρῆν τὸν τῶν ἰδίων κατεξουσιάζοντα νόμων ἤδη παρόντα νοεῖν, καὶ ὅτι φίλον μὲν καὶ αἱρετὸν τῷ Θεῷ τὸ καὶ ἐν σαββάτῳ ἀγαθουργεῖν, καὶ τὸν ἐλέου δεόμενον, τῆς ἐλπίδος οὐκ ἀφεῖναι κενόν. πότε γάρ τις οὐκ ἂν ἐπαινέσαι τὸν τῶν ἀγαθῶν ἐργάτην, ἢ ποῖος τῆς ἀρετῆς κατατυραννήσει καιρός;

οἱ δὲ καίτοι τὸν ἀρχαῖον ἐκεῖνον θαυμάζοντες Ἰησοῦν ἑλόντα μὲν ἐν σαββάτῳ τὴν Ἱεριχὼ, δρᾶν δὲ τὰ τοῖς νικῶσι συνήθη τοῖς πατράσιν αὐτῶν διατεταχότα, καὶ παρ᾽ οὐδὲν ὅλως τὸ ἀργεῖν ἐν σαββάτῳ χρῆναι ποιησάμενον, ἐπιφύονται τῷ Χριστῷ, καὶ ὅσον εἰς ἰδίαν κακόνοιαν, οὐκ ἐξωθεῖν ἐπείγονται μόνον τῆς θεοπρεποῦς δόξης αὐτὸν, ἀλλὰ καὶ τοῖς ἁγίοις πρεπούσης ἀποστεροῦσι τιμῆς. εἰκαιομυθεῖν δὲ σφόδρα διὰ μόνης τῆς σφῶν βασκανίας ἀναπειθόμενοι, τὴν ἐπ᾽ ἀσεβείᾳ καταχέουσι ψῆφον τοῦ δικαιοῦντος τὸν κόσμον, καὶ διὰ τοῦτο παρὰ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένου. <Ἄλλοι δὲ ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.> Σμικρὰ μὲν ἔτι καὶ οὗτοι φρονοῦσιν ὡς ἐπ᾽ ἀνθρώπῳ ψιλῷ λαλοῦντες καὶ λογιζόμενοι, πλὴν ἁλόντες τῷ θαύματι Χριστῷ τὸ νικᾶν ἢ νόμῳ χαρίζονται, καὶ τὴν ἀπὸ τῆς θείας θεοσημίας ἐπίδειξιν τῆς κατὰ τὸ σάββατον ἀργίας ἤδη τιθέντες, ἐν ἀμείνοσιν ὀρθοὶ φαίνονται δικασταί. τὸ γὰρ ὅλως τοῦ πλημμελεῖν ὑπεξάγειν, καὶ ἁμαρτίας ἔξω ποιεῖν τὸν ὅτι προσήκοι καὶ ἐν σαββάτῳ τι δρᾶν οὐ παραιτούμενον, πῶς οὐ σφόδρα τοῖς ἐπὶ τῷ σαββάτῳ διωρισμένοις ἀνθοπλίζεται; λογισμῷ δὲ ὡς εἰκὸς ἀναγκαίῳ, καὶ πολλὴν ἐν ἑαυτῷ τὴν σύνεσιν ἔχοντι, πρὸς τὸ οὕτω διακεῖσθαι βαδίζοντες τὰ τοιαῦτά φασι.

πρόδηλον μὲν γὰρ καὶ ἀναμφιλόγως ὁμολογούμενον, ὅτι τοῖς τὸν θεῖον παραβλέπουσι νόμον, καὶ παρ᾽ οὐδὲν τιθεμένοις τὰ διὰ τῆς ἄνωθεν ψήφου διωρισμένα, οὐκ ἂν ἐπιδοίη Θεὸς τὸ δύνασθαί τι πώποτε τῶν ἀξιαγάστων ἐπιτελεῖν. ἀλλ᾽, ὡς Ἰουδαῖοι νομίζουσι, δέδωκε τοῦτο Χριστῷ, καίτοι τὸν ἐπὶ τῷ σαββάτῳ νόμον λυπήσαντι. οὐκ ἄρα τὸ ἐν σαββάτῳ τι δρᾶν κρατύνει πρὸς ἁμαρτίαν, ἀλλ᾽ οὐδὲ ἀργίας τῆς ἐν αὐτῷ πολὺ δὴ κρείττονα τὴν ἐπ᾽ ἀγαθοῖς ἐργασίαν [ἀμφιβάλοι τις ἄν]. καὶ γοῦν ὡς αὐτός που πάλιν φησὶν ὁ Σωτὴρ, ἱερᾶσθαι τοῖς λευίταις ἐφεῖται κατὰ τὸ σάββατον, καὶ ἀζήμιον ἔχουσι τὴν ἐπὶ τούτῳ σπουδὴν, μᾶλλον δὲ τὴν ἀργίαν οὐκ ἀζήμιον. αἰτιάσαιτο γὰρ μὲν τίς αὐτοὺς βουθυτεῖν ἑλομένους κατὰ τὸ σάββατον, ἢ καὶ τοὺς τῶν ἄλλων θυσιῶν ἐπιτηδεύοντας τρόπους; ἐγκαλέσαι μὲν πάλιν μᾶλλον εἰκότως εἰ μὴ δρῷεν ἃ χρῆν, καὶ τοῖς τῆς λατρείας νόμοις ὠφείλετο. ὅτε τοίνυν τὰ ὑπὲρ τῆς τινων σωτηρίας κατὰ νόμον καθοσιούμενα ἀδιακωλύτως καὶ ἐν σαββάτῳ πρὸς τὸ θεῖον ἀναβαίνει θυσιαστήριον, πῶς οὐκ ἂν μᾶλλον ἐπιτελοῖτο πρεπωδέστερον ἡ εἰς ἄνθρωπον χάρις, δι᾽ ὃν τὸ θαῦμα καὶ ἐν σαββάτῳ δεκτόν;

λογισμῷ τοιγαροῦν τῷ πρέποντι πρὸς τὸ κρίνειν ἄριστα κεκλημένοι τῶν Ἰουδαίων τινὲς, καὶ μόλις τῆς τῷ ἔθνει προσούσης ἀμαθίας τὴν ἀχλὺν τῶν τῆς διανοίας ὀμμάτων ἀποπεμψάμενοι, τὴν τοῦ Σωτῆρος θαυμάζουσι δόξαν, εἰ καὶ οὔπω σφόδρα καλῶς· ἐλάττονα γὰρ ἤπερ ἐχρῆν λαλοῦσι περὶ αὐτοῦ, ἀποσχίζονται δὲ τῶν ἑτοίμως κατακρινόντων αὐτόν. οἱ μὲν γὰρ ἀνοσίως φθόνῳ τὸ νικᾶν ἢ λογισμῷ διδόντες τῷ πρέποντι, καὶ τὸ μηδαμόθεν ἐγκαλεῖσθαι πεφυκὸς εἰς παρανομίας δέχονται δύναμιν· οἱ δὲ τῇ φύσει τοῦ πράγματος ἐνορῶντες ὀρθῶς, τῆς ἐκείνων μωρίας καταδικάζουσιν.

Εἰκὸς δὲ δήπου καὶ ἕτερόν τι κατορθοῦν ἑλομένους εἰπεῖν τό Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; ὅλῳ γὰρ, ὡς ἔπος εἰπεῖν, συναθλεῖν ἐπείγονται τῷ τῶν ἁγίων θεσμῷ. εἰ γὰρ ὅλως ἐξεῖναι, φασὶν, ἐπιτρέψομεν, καὶ τοῖς εἰωθόσι πλημμελεῖν τοῖς ὑπὲρ λόγον ἐπισεμνύνεσθαι, καὶ θαυμάτων ὁρᾶσθαι αὐτοὺς δημιουργοὺς, τί τὸ κωλύον ἔτι φανεῖται τοὺς φιλεγκλήμονας τῆς τῶν προφητῶν πληθύος κατηγορεῖν, ἢ καὶ αὐτῷ λοιπὸν ἐπιφύεσθαι τῷ μακαρίῳ Μωυσεῖ, καὶ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ τὸν οὕτω σεπτὸν, εἰ καὶ ἐπὶ τοῖς ἁπάντων ἀρίστοις μαρτυροῖτο κατορθώμασιν;

οὐκοῦν καὶ αὐτοὶ συναγορεύουσι τῇ τῶν πατέρων δόξῃ διὰ Χριστὸν, πρόφασιν ὥσπερ τινὰ τῆς εἰς ἐκείνους ἀγάπης καὶ τὰ ἐπ᾽ αὐτῷ δεξάμενοι. <Λέγουσιν οὖν πάλιν τῷ τυφλῷ Τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς;> Παραπαίειν νομίζουσι τοὺς τὰ δίκαια κρίνειν προθυμουμένους· ἐπιλελῆσθαι δέ μοι δοκοῦσι παντελῶς τοῦ λέγοντος Κρῖμα δίκαιον κρίνατε, προκατειλημμένοι δὲ ὥσπερ τοῖς ἀπὸ φθόνου δεσμοῖς, φωνῆς ὅλως ἐπαΐειν τιμώσης Χριστὸν οὐκ ἀνέχονται, ἀλλ᾽ ὥσπερ τινὰ τῶν αὐτοῖς πολεμιωτάτων τὸν τῶν παραδόξων συνειπεῖν θέλοντα παραιτούμενοι, καὶ μικρὰ τῆς ἑαυτῶν φροντίσαντες κεφαλῆς παρατρέπουσιν ἀλαζόνως τοὺς λόγους ἐπὶ τὸν ἄνθρωπον, ὃς ἦν τεθεραπευμένος, καὶ τὸ πολλάκις ἀκουσθὲν ἐρωτῶσιν εἰσαῦθις, προκεκληκότες μὲν ἤδη φαῦλόν τε καὶ ἁμαρτωλὸν τὸν ἐνεργήσαντά τι κατὰ τὸ σάββατον· οἰόμενοι δὲ διὰ τοῦτο καταδικάσειν αὐτοῦ σὺν αὐτοῖς τὸν τυφλὸν, καὶ ταῖς παρ᾽ αὐτῶν ἀκολουθήσειν φωναῖς, τὰς μὲν ἐπὶ τῇ τοῦ πάθους ἀπαλλαγῇ χαριστηρίους εὐχὰς περιστείλαντα, δεδιότα δὲ καὶ τὴν παρ᾽ ἐκείνων ὀργὴν καταπεφρικότα, κατηγορήσειν εὐκόλως ὡς παροινήσαντος τῷ νόμῳ διὰ τὸ σάββατον. πονηρὸς μὲν οὖν τῶν Φαρισαίων ὁ λογισμὸς, ὅτι δὲ ἀμαθὴς οὐκ ἀμφίβολον. τί γὰρ ἂν ἠδίκησε τοῦ παραδόξου τὴν δύναμιν ἑνὸς ἀχαρίστου φωνή;

ἢ πῶς οὐκ ἐν δόξῃ θεοπρεπεῖ φανεῖται Χριστὸς εἴπερ ἐνικήθη τῷ φόβῳ τὸ τυχὸν ὁ τυφλὸς, καὶ τὸ ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν παραιτούμενος τὴν χάριν ἠρνήσατο; ἀλλὰ δεινὸς εἰς τὸ πείθειν ὁ φθόνος τοὺς ὠδίνοντας αὐτὸν πρὸς τὸ δρᾶν ἐπείγεσθαί τι θερμῶς, κἂν ἔχῃ πολὺ τὸ γελᾶσθαι δικαίως· ἀπηλλαγμένος δὲ τῶν τοιούτων ὁ νοῦς, λογισμοὺς μὲν ἀσυνέτους διαπηδᾶ, ἀθόλωτον δὲ τὸ οἰκεῖον ἀεὶ διασώζων κάλλος, φέρεται κατ᾽ εὐθὺ τοῦ πρέποντος, καὶ τῶν τῆς ἀληθείας ὅρων οὐκ ἀποφοιτᾷ. δείλαιοι τοιγαροῦν καὶ ἀλαζόνες οἱ Φαρισαῖοι, τοὺς μὲν ὀρθὰ καὶ φρονεῖν ἑλομένους καὶ λέγειν, παραπαίειν ἡγούμενοι, ἐπαναγκάζοντες δὲ καὶ ἃ μὴ θέμις εἰπεῖν περὶ τοῦ παραδόξως εἰς τὰ παρ᾽ ἐλπίδα καλέσαντος τὸν ἕτοιμον μὲν εἰς εὐχαριστίας, ἐγγὺς δὲ ἤδη λαμπρᾶς ἐπιγνώσεως διὰ τοῦ παραδόξου γεγενημένον. <Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.> Ὀξὺ κατὰ καρδίας δέχονται βέλος οἱ τὸν ὀρθὸν μὲν καὶ δίκαιον οὐ προσιέμενοι λόγον, μόνον δὲ τὸ τῷ φθόνῳ δοκοῦν θηρᾶσθαι σπουδάζοντες· “Οὐ γὰρ ἐπιτεύξεται δόλιος θή- ”ρας,” κατὰ τὸ γεγραμμένον. περιτρέπεται γὰρ αὐτοῖς εἰς τὸ παρὰ γνώμην τὸ σπούδασμα, καὶ πολὺ τῆς ἐλπίδος ἐσφάλησαν ἀδοκήτως ἀκούσαντες Ὅτι προφήτης ἐστί. συμφρονεῖ γὰρ τοῖς ἄλλοις ἄριστά γε ποιῶν ὁ τεθεραπευμένος.

οἱ μὲν γὰρ οὐκ ἀσυνέτως τὴν τοῦ πράγματος φύσιν διεσκεμμένοι, ἄνθρωπον ἁμαρτωλὸν μηδὲν τῶν τοιούτων δύνασθαι δρᾶν ἀποφαίνονται· ὁ δὲ ἐφ᾽ ᾧ τὸ θαῦμα τετέλεσται, μονονουχὶ τὴν ἐν ἐκείνοις γνώμην ἰχνηλατῶν, προφήτην εἶναί φησιν, οὔπω μὲν ἀκριβῶς τίς ἐστι κατὰ ἀλήθειαν ἐκμαθὼν, τετριμμένῳ δὲ παρὰ τοῖς Ἰουδαίοις ἀκολουθήσας πράγματι. ἦν γὰρ αὐτοῖς ἐν ἔθει προφήτας ἀποκαλεῖν τοὺς τερατουργοὺς, ὡς ἐφ᾽ ἁγιότητι μαρτυρουμένους διὰ τοῦτο παρὰ Θεοῦ. ὅνπερ οὖν τρόπον ἐκεῖνοι ποιοῦντες ὀρθῶς οὐκ αἰδοῖ τῇ περὶ τὸ σάββατον τὸ τῆς θεοσημείας ἀτιμάζουσι μέγεθος, διά τε τοῦτο καὶ ἁμαρτίας ἀνυπαίτιον παντελῶς εἶναί φασι τὸν ἐνεργήσαντα· τὸν αὐτὸν οἶμαι καὶ οὗτος τρόπον τὴν ἐπὶ τῷ σαββάτῳ σμικρολογίαν παρωσάμενος, τὴν ἐπὶ τοῖς ἀμείνοσιν ἀπονέμει δόξαν τῷ τὸ βλέπειν δωρησαμένῳ, ὃν καὶ ἐν τῇ τῶν ἁγίων τάξει τιθεὶς, προφήτην ἀποκαλεῖ. δοκεῖ δέ μοι λοιπὸν οὐ σφόδρα τῶν νομικῶν μεταποιεῖσθαι διαταγμάτων. οὐ γὰρ ἂν ἐθαύμασε τοσοῦτον αὐτὸν, οὐδ᾽ ἂν ἐν προφήτου τάξει παρεδέξατο τὸν ἰατρὸν, καίτοι παραλύειν τὸν ἐπὶ τῷ σαββάτῳ δοκοῦντα θεσμόν.

ὠφελημένος οὖν ἄρα τῷ θαύματι, καὶ πρὸς ἕξιν ἤδη τῆς Ἰουδαίων τὴν κρείττονα διαβεβηκὼς, τῷ θαυματουργῷ τὸ χρῆναι νικᾶν ἀπονέμει νομικὴν ἐπιτήρησιν ἀνυπαίτιον παντελῶς τὴν ἐπ᾽ ἀγαθοῖς ποιουμένῳ παράβασιν. <Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;> Οὐκ ἐᾷ πιστεύεσθαι τὸ πᾶσιν ὁμολογούμενον δριμὺς ὢν ἐν αὐτοῖς ὁ κατὰ τοῦ θεραπεύσαντος φθόνος, καὶ τῷ τῆς μανίας οἴστρῳ τυραννούμενοι μικρὰ μὲν κομιδῇ τῆς ἀληθείας φροντίζουσι, ψευδηγορεῖν τε κατὰ Χριστοῦ, καὶ αὐτὸν μὲν ἐν πρώτοις ἐξεβιάζοντο τὸν τυφλὸν, οὐδὲν δὲ ἧττον νυνὶ καὶ τοὺς τεκόντας αὐτὸν εἰκαιοπονοῦντες ἁλίσκονται, πρὸς πᾶν τοὐναντίον ἐκβεβηκότος τοῦ πράγματος. περιττοτάτην δὲ σφόδρα τὴν πεῦσιν προσάγουσι τοῖς γεγεννηκόσι τὸν ἄνθρωπον, καί μοι δοκοῦσιν ἐξ ἀμέτρου δυσβουλίας καὶ τὸν δι᾽ αἰδοῦς αὐτοῖς ὄντα καὶ σφόδρα συνηγορούμενον ἀτιμάζειν νόμον. ἦγον μὲν γὰρ οἱ γείτονες, καθὰ γέγραπται, “τόν ”ποτε τυφλὸν,” καὶ τοῖς ταῦτα διερωτῶσι νυνὶ παραστήσαντες πάντως δήπου καὶ ὅτι τυφλὸς ἐγεννήθη διήγγελλον, καὶ ὅτι νῦν ἀνέβλεψεν ἐμαρτύρουν.

εἶτα τοῦ νόμου σαφῶς ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἀληθὲς εἶναι πᾶν ῥῆμα διηγγελκότος, οὐ δύο μόνον καὶ τριῶν ἀκυροῦντες ἐπιμαρτύρησιν, ἀλλ᾽ ὡς εἰκὸς καὶ πλειόνων, ἐφ᾽ ἑτέρους ἔρχονται τοὺς γονεῖς τοῦ τεθεραπευμένου, πρᾶγμα ποιοῦντες παράνομόν τε καὶ ἀμαθές. ἀλλ᾽ οὐδὲν αὐτοῖς ὁ νόμος, ὅτε τι τῶν ἐν οἰκείαις ἡδοναῖς ἐξανύειν ἐπείγονται. ἐπειδὴ γὰρ ἐδυσώπει καὶ οὐχ ἑκόντας ἤδη τὸ θαῦμα μαρτυρούμενον διά τε τῆς γειτόνων καὶ διὰ τῆς τοῦ θεραπευθέντος φωνῆς, προσεδόκησαν ἀναπείθειν δύνασθαι τοὺς ἐρωτωμένους παρ᾽ οὐδὲν μὲν ποιήσασθαι τὴν ἀλήθειαν, εἰπεῖν δὲ μᾶλλον τὰ κατὰ γνώμην αὐτοῖς. ὅρα γὰρ ὅπως ἐμβριθέστερόν πως αὐτοὺς διερωτῶντές φασιν Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; μόνον γὰρ οὐχὶ τὰ πάνδεινα δρᾶν εἰς αὐτοὺς διισχυρίζονται, καὶ ἀμέτρῳ καταπτοοῦσι δείματι πρὸς ἐκεῖνο καλοῦντες ὡς ἐξ ἀνάγκης καὶ βίας ὅπερ ἀκούειν ἤθελον. τοῦτο δὲ ἦν τό Οὐκ ἐγεννήθη τυφλός. εἷς γὰρ ἦν ἐν αὐτοῖς καὶ δυσσεβὴς ὁ σκοπὸς, τὴν ἐπὶ Χριστῷ τῶν ὄχλων παραλῦσαι διάληψιν, καὶ ἀνατρέψαι τῶν ἤδη τεθαυμακότων τὴν ἀγνώμονα πίστιν.

ὅνπερ δὲ τρόπον οἱ πόλιν τινὰ τῶν εὐτυχεστάτων ἐξελεῖν σπουδάζοντες, κύκλῳ μὲν ἅπασαν περιθέουσι, παντοδαποῖς δὲ αὐτὴν ἐκπολιορκοῦσι τρόποις, ποτὲ μὲν διορύττειν τὰς ὑποβάθρας ἐπείγονται, ποτὲ δὲ τοῖς πύργοις τὰς ἐκ τῶν ἑλεπόλεων ἐφιστᾶσι πληγάς· οὕτω καὶ οἱ πάντολμοι Φαρισαῖοι ταῖς σφῶν αὐτῶν δυστροπίαις πολιορκοῦσι τὸ θαῦμα, καὶ τρόπον οὐδένα δυσσεβείας καταλιμπάνουσιν. ἀλλ᾽ οὐκ ἦν τὸ πᾶσι διεγνωσμένον ὡς ἕωλον ἀποκρούσασθαι, καὶ τὸ πολλοῖς ἤδη τεθαυμασμένον εἰς ἀφανεστέραν καταστρέψαι διάληψιν. <Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ καὶ εἶπον Οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει αὐτὸς περὶ αὑτοῦ λαλῆσαι.> Ὁμολογοῦσιν ὡς ἀληθὲς, τὸ μηδαμόθεν ἀμφίβολον, καὶ ἐφ᾽ ᾧπερ εἰκὸς ἦν ὑπομεῖναι τῶν ἀβουλήτων οὐδέν· εἰδέναι μὲν γὰρ τὴν ἰδίαν φάσκουσι γονὴν, καὶ τῆς ὠδῖνος οὐκ ἀρνοῦνται τὸ γνήσιον, συνετέχθη δὲ ὅτι τῷ πάθει λέγουσι σαφῶς· ἀναδύονται γεμὴν τοῦ θαύματος τὴν ἐξήγησιν, τῇ τοῦ πράγματος φύσει τοῦτο βοᾶν ἐπιτρέποντες, καὶ αὐτὸ μᾶλλον πρεπωδέστερόν πως εἶναι διαβεβαιούμενοι τό Τίνα τρόπον τεθεράπευται, λέγειν τῷ ἰδίῳ γεννήματι· δεινὸς δέ πως ἐστιν εἰς τὸ ἀποστῆσαι τοῦ πρέποντος ὁ ἐπὶ κινδύνῳ φόβος.

διὸ δὴ τὴν τῶν Φαρισαίων ὠμότητα καταφρίττοντες, οὐ τετηρήκασι τοῦτό που καλῶς εἰρημένον “Ἕως θανάτου ”ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας.” εἰκὸς δὲ δή τι παθεῖν αὐτοὺς ἕτερον· δειλὸς γὰρ ὁ πένης πανταχῇ, καὶ τὸ ἀντιβλέπειν δύνασθαί τισιν ἐξ ἀχρηματίας παραιρούμενος, ὑποφεύγει πολλάκις εἰς ἀβούλητον σιωπὴν καὶ τὴν ἐξ ἀνάγκης ἀνεξικακίαν. ὡς γὰρ ἤδη διαρκῶς τῷ τῆς πτωχείας ἄχθει συντετριμμένος, ὡς τὸ καὶ ἑτέροις καταφορτίζεσθαι κακοῖς ἀποναρκᾷ. τοιοῦτόν τι παθεῖν ὑποτοπητέον τοὺς τεκόντας τὸν τυφλὸν, εἰ καὶ ὅτι μάλιστα σὺν ἀκολουθίᾳ πολλῇ πρόεισιν ὁ λόγος αὐτοῖς. τὸ μὲν γὰρ εἰδέναι τὸν ἐξ ἑαυτῶν δήπου πάντως μᾶλλον αὐτοῖς καὶ οὐχὶ τῷ γεννηθέντι πρεπωδέστερον ἀναθείη τις ἂν, τὸ γεμὴν εἰδέναι τὸν ἰατρὸν οὐχὶ πάντως τοῖς γεγεννηκόσιν, εἴη δ᾽ ἂν μᾶλλον ἁρμοδιώτερον τῷ διὰ πείρας ἔχοντι τὴν ἀπὸ τοῦ θαύματος χάριν. οὐκοῦν ὅπερ ἴσασιν ὁμολογοῦσι σαφῶς, ἅτε δὴ καὶ τῷ πρέποντι πρὸς τοῦτο καλούμενοι· ὅπερ δὲ ἦν ἀληθέστερον ἐκεῖνον εἰπεῖν, ὡς ἀκριβεστέραν ἔχοντα τὴν γνῶσιν, τοῦτο παρακαλοῦσι διδάσκειν. οὐκ ἀθεεὶ δέ μοι δοκοῦσι τοῖς ἑαυτῶν ἐπενεγκεῖν λόγοις, τό Ἡλικίαν ἔχει. κατηγορεῖ γάρ πως καὶ τοῦτο τῆς τῶν Φαρισαίων ἀνοσιότητος.

εἰ γὰρ ἔχει τὸ δύνασθαι φρονεῖν ἀπό τε τοῦ χρόνου καὶ τῆς ἡλικίας ὁ πρὸς τὴν ἀνάβλεψιν κεκλημένος, ὅταν λέγῃ τὸ θαῦμα, καὶ τίς ὁ ἐπ᾽ αὐτῷ γέγονε τρόπος, οὐκ ἐκ μειρακιώδους ἐρεῖ τῆς φρενὸς, ἀλλ᾽ ἐκ νοῦ βεβηκότος τε ἤδη καλῶς, καὶ συναγορεύειν οἷς ἂν ἐθελήσαι τυχὸν ἰσχύοντος. συμβήσεται δὴ οὖν ὡς ἐξ ἀνάγκης ἐντεῦθεν ἀναιδεστάτην ὁρᾶσθαι τῶν Φαρισαίων τὴν ἀπείθειαν. ἰδοὺ γὰρ οὔτε τοῖς γείτοσιν, οὔτε αὐτῷ πιστεύουσι τῷ τυφλῷ, καὶ οὐκ ἐξ ἁπαλῆς τρόπον τινὰ ταυτὶ λέγοντι φρενὸς, οὔτε μὴν ἐκ μειρακιώδους διανοίας ἐπὶ τὸ ψευδηγορεῖν εὐκόλως κατολισθαίνοντι, ἀλλ᾽ ἡλικίαν ἔχοντι τῶν πραγμάτων τὰς φύσεις προξενοῦσαν μὴ ἀγνοεῖν. <Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετίθεντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν αὐτὸν εἶναι ἀποσυνάγωγος γένηται.> Καλῶς καὶ πρεπόντως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ταῖς τῶν Φαρισαίων κεφαλαῖς ἐπιφέρει τὸ οὐαί· “Οὐαὶ γὰρ ”ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· “αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.” ἐπαθρείτω γὰρ πάλιν ὁ θεοφιλὴς εἰ μὴ τοῖς εἰρημένοις τὸ ἐκ τῆς ἀληθείας ἕψεται κάλλος. οὐδὲ γὰρ ἂν διαψεύσαιτό ποτε Χριστός.

ἰδοὺ γὰρ πρὸς τῷ μηδένα διδάσκειν ἐπείγεσθαι τὸν περὶ τῆς ἐπιδημίας αὐτοῦ λόγον, καὶ τοὺς συνιέναι δυναμένους ἐκ τῆς τῶν κατορθουμένων λαμπρότητος ἀμειλίκτῳ καταπτοοῦσι φόβῳ, καὶ σκληρὰν ἐπιτιθέντες ἀνάγκην τὴν ἐκ τῆς σφῶν ἀγριότητος, ὁμολογεῖσθαι διακωλύουσι τὸν ἐξ αὐτῶν ὁρᾶσθαι τῶν παραδόξων οὐκ ἀτονήσαντα. ἀποσύνακτον γὰρ ποιοῦντες τὸν εὐγνώμονα, διά τε τοῦτο πρὸς τὸ πιστεύειν εὔκολον, οὐκ ἐρυθριῶσιν οἱ δείλαιοι, ἀλλοτριοῦν δὲ τρόπον τινὰ τοῦ Θεοῦ τὸν Θεῷ κολλώμενον ἐπ᾽ ἐξουσίας, αὐτοῖς καὶ αὐτὸν ἀναπείθειν τὸν ἁπάντων Κύριον συνεθελητὴν γενέσθαι τῆς ἐνούσης αὐτοῖς κατὰ πάντων μανίας. ἀπολογεῖται γεμὴν ὁ θαυμάσιος Εὐαγγελιστὴς, καὶ τῷ φόβῳ νενικῆσθαί φησι τοὺς ἐρωτωμένους, οὐκ ἐθελῆσαί τε διὰ τοῦτο εἰπεῖν ὡς τὸν ἐξ αὐτῶν γεγονότα τεθεράπευκεν ὁ Χριστὸς, ἵνα τῆς Ἰουδαίων ἀπονοίας ἀπογυμνώσας τὸ μέγεθος φανερὸν καταστήσῃ καὶ τοῖς μετ᾽ αὐτούς. τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀπανθρωπότερον, οἵ γε καὶ τιμωρίας ὁρίζουσι τοῖς εὐγνώμοσιν, ἄγουσι δὲ πρὸς τὸ κολάζεσθαι δεῖν τοὺς συνέντας ὅλως τὸν διὰ νόμου καὶ προφητῶν κηρυττόμενον. οὐκ ἀγνοηθεῖσαν δὲ τοῖς ἁγίοις προφήταις τὴν τῶν Ἰουδαίων ἀνόσιον σκέψιν, ἐκ τῶν ἱερῶν γραμμάτων εὑρήσομεν.

διὰ γὰρ Ἡσαΐου φησὶν ὁ καρδίας καὶ νεφροὺς ἐρευνῶν, “διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ”ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν “καρδίας, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα” ἐστίν “Οὐαὶ ”τέκνα ἀποστάται, τάδε λέγει Κύριος Ἐποιήσατε βουλὴν “καὶ οὐ δι᾽ ἐμοῦ, συνθήκας καὶ οὐ διὰ τοῦ Πνεύματός μου, ”προσθεῖναι ἁμαρτίαν ἐφ᾽ ἁμαρτίας.” ὁ μὲν γὰρ λέγων ὅτι Κύριος Ἰησοῦς, ἐρεῖ δήπου πάντως ἐν Ἁγίῳ Πνεύματι, κατὰ τὴν τοῦ Παύλου φωνήν· μελετήσας δέ τις τὸ ἐναντίον, οὐκ ἐν Ἁγίῳ Πνεύματι· πόθεν; λαλήσει δὲ μᾶλλον ἐν Βεελζεβούλ. οὐκοῦν, οὐ διὰ τοῦ Ἁγίου Πνεύματος αἱ τῶν Ἰουδαίων συνθῆκαι, προσετίθεσαν γὰρ ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις, αὐτοὶ μὲν πρὸ πάντων τὸν ἐκ τῆς ἀπειθείας ὄλεθρον ταῖς ἑαυτῶν ἐπισύροντες κεφαλαῖς, παραπέμποντες δὲ καὶ εἰς ἑτέρους διὰ τοῦ κωλύειν αὐτοὺς ὁμολογεῖν τὸν Χριστόν· δυσσεβείας μὲν γὰρ τῆς ἐσχάτης ἀνάμεστον ὄντως τὸ ἐγχείρημα, πλὴν ἀνηνύτῳ πράγματι σφαλερῶς ἐγκειμένους διαγελᾷ λέγων ὁ ψαλμῳδός “Κύριε ἐν ὀργῇ σου συντα- ”ράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ, τὸν καρπὸν “αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ”ἀνθρώπων· ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν “ἣν οὐ μὴ δύνωνται στῆναι.” ἴσχυσαν γὰρ οὐδαμῶς τὴν θεομάχον κρατῦναι βουλὴν, καίτοι πολλάκις καὶ διὰ μυρίων ἐπιχειρήσαντες τρόπων ἀφανίσαι τὴν δόξαν Χριστοῦ.

διὸ καὶ τέθεινται νῶτος, τουτέστιν, ἐκ προσώπου γεγόνασι, καὶ ἐξ ὀφθαλμῶν τοῦ πάντων Δεσπότου, δικαίως ἀκούοντες “Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ”ἐξεκαύσατε.” <Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.> Ἀποστῆσαι τῆς εἰς Χριστὸν εὐφημίας τὸν ἄνθρωπον οὐκ ἰσχύσαντες, ἑτέρῳ πρὸς τούτῳ μεθοδεύειν ἐπιχειροῦσι λόγῳ, καὶ χρηστῷ τρόπον τινὰ τῷ δελεάσματι πρὸς τὸν οἰκεῖον καθέλκειν ἐπείγονται σκοπὸν, τὸ δὲ μηδ᾽ ὅλως μεμνῆσθαι Χριστοῦ, μήτε μὴν ἀνακηρύττειν αὐτὸν ὡς ἰατρὸν, διὰ πολλῶν ἀναπείθειν ἐκμηχανώμενοι λόγων, πανουργότατα λίαν χρῆναι μὲν δόξαν ἀναθεῖναι τῷ Θεῷ διὰ τὸ θαῦμά φασιν, εὐσεβεῖν ἐν τούτῳ πλαττόμενοι, συνδιακεῖσθαι γεμὴν καὶ πιστεύειν αὐτοῖς ἐπιτάττουσι, κἂν τῆς ἀνωτάτω πασῶν ἀσεβείας ἁπτόμενοι ἁμαρτωλὸν εἶναι λέγουσι τὸν ἐπ᾽ ὀλέθρῳ τῆς ἁμαρτίας ἐπιδημήσαντα. καὶ τῆς μὲν ἐπὶ τοῦτο συκοφαντίας οὐδεμίαν παντελῶς παρακομίζουσι τὴν ἀπόδειξιν, περιαυτιζόμενοι δὲ καὶ φρονοῦντες ἐφ᾽ ἑαυτοῖς μέγα τι καὶ ἐξαίσιον δι᾽ αὐτὸ δὴ καὶ μόνον τὸ ἡγεῖσθαι λαῶν τῇ τῶν προσώπων περιφανείᾳ τὴν πίστιν χαρίζεσθαι, καὶ καθάπερ ἐν ὀφλήματος τάξει καταθέσθαι διακελεύονται. τὸ γάρ Ἡμεῖς οἴδαμεν, τὴν ἀσύγκριτον ὠδῖνον ὑπεροψίαν ἁλώσεται παρά γε τοῖς τὸν ἑαυτῶν λανθάνοντα βασανίζουσι νοῦν.

ἀλλ᾽ ἔστι κἀντεῦθεν οὐ μετρίως ἀποθαυμάσαι τὸν τῶν Ἰουδαίων ἀπόπληκτον νοῦν. ἀνατιθέναι γὰρ τῷ Θεῷ τὴν ἐπὶ τῷ παραδόξῳ προστάττοντες δόξαν, ἅτε δὴ καὶ μόνῳ τῶν τοιούτων ἐργάτῃ, τὸν ἐξ οἰκείας ἰσχύος ἐνεργήσαντα [τὰ] τοῦ Θεοῦ κατακρίνουσι, καὶ οὐχ ὅπως αὐτοὶ μόνοι οἱ τάλανες, συμφρονεῖν δὲ καὶ ἑτέρους ἐπαναγκάζουσι· μόνῃ δὲ γνώσει τῇ ἑαυτῶν ἀπονέμοντες τὸ εἰδέναι σαφῶς ὡς ἁμαρτωλὸς εἴη Χριστὸς, ἀγνοοῦσιν ὅπως τὰ χείριστα τῆς οἰκείας καθορίζουσι κεφαλῆς. πολὺ γὰρ ταῖς νομομαθείαις ἐπαυχεῖν εἰωθότες, καὶ τοῖς ἱεροῖς ἀφορήτως ἐπισοβαρευόμενοι γράμμασι, μείζονα δὴ πάντως ἀποτίσουσι δίκην ὡς ἐξὸν μὲν εἰδέναι τὸ ἐπὶ Χριστῷ μυστήριον διά τε νόμου καὶ τῶν προφητῶν πολυειδῶς ἐκτυπούμενόν τε καὶ βοώμενον, αὐτόκλητον δὲ διὰ πολλῆς ἄγαν τῆς ῥᾳθυμίας ἁρπάζοντες ἄγνοιαν, ἢ καὶ εἰδότες μὲν ἀκριβῶς, μὴ μὴν ὅπερ ἔδει δρᾶν καὶ μάλιστα προθύμως ἐθελήσαντές ποτε. παιδαγωγεῖν γὰρ ἔδει τῶν ἀγελαίων τὸν νοῦν πρὸς κατάληψιν τῶν ἐπὶ Χριστῷ μυστηρίων, καὶ πειρᾶσθαι μᾶλλον καθηγεῖσθαι τῶν ἄλλων πρὸς ἐπίγνωσιν ὧν ἔδει μαθεῖν.

ἀλλ᾽ οἱ πλατεῖς εἰς λόγους, καὶ δεινοὶ πρὸς ἀλαζονείας, τό Ἡμεῖς οἴδαμεν, πολὺ λίαν ἀπηυχενισμένως ἀναβοήσαντες, τὰς μὲν τοῦ νόμου παρωθοῦντες φωνὰς, οὐδὲν τὰ Μωυσέως εἶναι λογίζονται, ὄχλος δὲ ἄλλως αὐτοῖς καὶ τὰ ἐκ προφητῶν εἶναι δοκεῖ· τίθενται γὰρ εἰς διάνοιαν οὐδαμῶς τὰ διὰ τῆς τοῦ προφήτου φωνῆς ἔσεσθαι προηγγελμένα κατὰ τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· “Τότε γὰρ, φησὶν, ἀνοιχθήσονται ”ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε “ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα ”μογιλάλων.” τεθεράπευται μὲν γὰρ ὁ παράλυτος ἐπὶ τῇ κολυμβήθρᾳ τῇ Βηζαθὰ, τριακοστὸν δὲ καὶ ὄγδοον ἔτος διατετελεκὼς “ἐν τῇ ἀσθενείᾳ αὐτοῦ,” καθὰ γέγραπται, ἑνὶ τοῦ Σωτῆρος ῥήματι τὸ κλινίδιον ἀφεὶς ἐλάφου δίκην ἐξήλατο· καὶ ἐπ᾽ ἐκείνῳ θαυμάσαι δέον τὸν Ἰησοῦν, τὴν ἐπὶ τῷ σαββάτῳ λύσιν ἐθρήνουν, καὶ παραβεβάσθαι τὸν νόμον διατεινόμενοι, τὴν ἐπὶ τῷ θαύματι κατεσοφίζοντο χάριν. ἐκβληθέντος δέ ποτε δαιμονίου λελάληκεν ὁ κωφός· οἱ δὲ πρὸς οὕτω δεινὴν ἀσυνεσίαν ἐξώλισθον, ὡς μηδὲ βραχεῖαν ἐντεῦθεν ἀποκερδάναι τὴν ὄνησιν. ἀνέβλεψεν ὁ τυφλὸς, προφητικὸν πεπλήρωται κήρυγμα, ἡ διὰ τοῦ Πνεύματος εἰς πέρας ἤχθη φωνὴ, καὶ τί;

πάλιν ἐπὶ τούτοις νοσοῦσιν ἐκεῖνοι, κατακρίνουσι τὸν θαυματουργὸν, ἁμαρτίαν καθορίζουσι τοῦ θεοπρεπῶς ἐκλάμπειν ἰσχύοντος, καὶ τὸ ἐκ μακρῶν ἄνωθεν χρόνων ἔσεσθαι προσδοκηθὲν, παρὸν ἤδη δεικνύοντος. <Ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.> Διττὴν, ὡς ἔοικεν, ὁ ποτὲ τυφλὸς συνεκομίσατο χάριν παρὰ Χριστοῦ· συνελαμπρύνθη πως αὐτῷ δὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς καὶ ὁ νοῦς· καὶ ἡλίου μὲν τοῦ καθ᾽ ἡμᾶς τὸ σέλας ἐν σαρκικοῖς ἔχει τοῖς ὄμμασιν, ἀκτῖνα δὲ ὥσπερ τὴν νοητὴν, τὸν διὰ τοῦ Πνεύματος λέγω φωτισμὸν, εἰσοικίζεται πρὸς τὸ εἴσω τε καὶ ἐν καρδίᾳ λαμβάνει. ἄκουε γὰρ ὅπως ταῖς τῶν ἡγουμένων βδελυρίαις ἐκ πολλῆς ἄγαν τῆς εἰς Χριστὸν ἀγάπης ἀντιστατεῖ, καὶ μονονουχὶ μεθύουσί τε καὶ διαῤῥιπτουμένοις εὐφυῶς ἐπιπλήττει, αἰδοῖ δὲ συμμέτρῳ συνυφήνας τὸν λόγον, καὶ τῇ τάξει τῆς ἡγεμονίας ἀναθεὶς τὸ χρεωστούμενον, ἐν ἤθει φησίν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· καὶ οὐ διὰ τοῦτό φαμεν ἠγνοηκέναι τὸν ἄνθρωπον, ὡς οὐκ ἦν ἁμαρτωλὸς ὁ Χριστὸς, οἰησόμεθα. δέ πως αὐτὸν τοιαῦτά τινα πρὸς ἐκείνους ἀναφωνεῖν. λεγέτω γὰρ οὕτω τυχόν Στέργειν ἃ μὴ χρῆν ἀβουλήτως ἀναγκαζόμενος οὐκ ἀνέξομαι συκοφαντεῖν τὸν ἐμὸν εὐεργέτην, οὐ συνδιακείσομαι τοῖς ἀτιμάζειν ἐθέλουσι τὸν ᾧ πᾶσα χρεωστεῖται τιμή.

ἁμαρτωλὸν οὐκ· ἐρῶ τὸν οὕτω θαυματουργὸν, πονηρὰν οὐκ ἐποίσω ψῆφον τῷ δρᾶν ἰσχύοντι τὰ Θεοῦ, οὐκ ἐᾷ με τοῖς παρ᾽ ὑμῶν συγκατανεῦσαι λόγοις ἐν ἐμοὶ τὸ θαῦμα βλεπόμενον· τυφλὸς ἤμην καὶ βλέπω, οὐχ ἑτέρου λέγοντος τὰ ἐκείνου πεπίστευκα, οὐχ ἁπλῶς ὀθνείοις συναρπάζομαι διηγήμασιν, οὐ τὰ ἐφ᾽ ἑτέροις ἔπεισί μοι θαυμάζειν κατορθώματα. αὐτὸς ἐγὼ, φησὶ τῆς ἐκείνου δυνάμεως ἡ ἐπίδειξις, ἕστηκα βλέπων ὁ πάλαι τυφλὸς, εἰκὼν ὥσπερ τις τῆς ἐκείνου φιλανθρωπίας τὸ κάλλος ὑποδεικνύουσα, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὸ μέγεθος ἐξαστράπτουσα. τοιοῦτόν τινα νοῦν ἐφηρμόσθαι προσήκειν ὑπολαμβάνω τοῖς τοῦ ἀναβλέψαντος λόγοις. τὸ γὰρ εἰπεῖν μέν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα, παραχρῆμα δὲ τοῦτο συνείραι τό Ἓν οἶδα ὅτι τυφλὸς ἤμην καὶ ἄρτι βλέπω, οὐχ ἁπλῆς τινος θεωρίας, ἀλλὰ καὶ σφόδρα σοφῆς ὑπόνοιαν εἰσφέρει. <Εἶπον οὖν αὐτῷ πάλιν Τί ἐποίησέ σοι;

πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς;> Φιλοπευστοῦσι πάλιν καὶ τὸν τῆς θεοσημίας διερευνῶσι τρόπον, οὐκ ἐκ φρενὸς ἀγαθῆς ἢ χρηστομαθείας τὸ πρᾶγμα ποιούμενοι, ἀλλὰ καίτοι ζημίας ἁπάσης αἰσχίονα, καὶ παντὸς κακοῦ ἐπέκεινα τιθέντες καὶ λογιζόμενοι τὸ ὑπό του τῶν ὄντων εὐφημεῖσθαι Χριστὸν, ταῦτα πάντα πάλιν ἀνασκαλεύουσιν, οἰόμενοί πως τὸν ἄνθρωπον οὐ ταυτολογήσειν ἔτι, διαπεσεῖν δέ πως περὶ τοῦ πράγματος ἐξήγησιν, καί τι τοῖς πρότερον ἐναντίως ἔχον ἐρεῖν, ἵνα τῆς διαφωνίας ἐπιδραξάμενοι, πεπλασμένον τινὰ καὶ ψεύστην αὐτὸν ἀποφήνειαν. διελογίζοντο γὰρ οἱ ἐπὶ πολλῇ σφόδρα συνέσει κατωφρυωμένοι ἐν ψιλαῖς τοῦ ἀνθρώπου φωναῖς τὴν τοῦ παραδόξου σώζεσθαι δύναμιν, καὶ οὐχὶ μᾶλλον ἐν τῷ πεπράχθαι διαφαίνεσθαι. οἶμαι δέ τι καὶ τοιοῦτον αὐτοὺς ὑπομεῖναι πάλιν οἱ μισεῖν ἀδίκως οὐ καταναρκῶντές τινας, ὅταν ἐκπύθωνταί τι τῶν αὐτοῖς δεδραμένων, εἶτα τοῦτο μὴ δικαίως πεπράχθαι δοκῇ, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις αὐτὸ παρὰ τῶν ἐξηγουμένων ἐπαΐειν ἐθέλουσιν, ἀκονῶντες ὥσπερ εἰς ὀξυτέραν κίνησιν βραδύνοντά πως τὸν ἐπ᾽ ἐκείνῳ θυμόν. δυσωπεῖ γὰρ ἀεὶ τὸ συνειδὸς ἐξελέγχον τὰ ἐν ἡμῖν, καὶ τῆς ἀδικίας κατηγορῶν οὐ παύεται, κἂν ἐκ προσπαθείας ἡδὺ φαίνηταί πως τὸ ἀδικεῖν.

ἀνακινοῦσι τοίνυν, καὶ οὐχ ἑκόντα παροτρύνουσιν εἰς τὸ καὶ εἰσαῦθις ἀνακυκλοῦντα αὐτὸν καὶ διὰ τῶν αὐτῶν ἔρχεσθαι λόγων τὸν τεθεραπευμένον, μονονουχὶ διανεύοντες ἀλλήλοις καὶ λίαν ἐπιτηρεῖν διακελευόμενοι εἰ μὴ πέπρακταί τι τῶν ἔξω νόμου διὰ τὴν ἐν σαββάτῳ θεοσημίαν. ἀγριαίνοντα γὰρ τὸν ἐν αὐτοῖς θηριοπρεπῆ λογισμὸν κατάγχει τὸ συνειδὸς, χαλινὸν ὥσπερ ἐπιφέρον καὶ οὐχ ἑκοῦσι τὸν ἔλεγχον. <Ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν;> Περιττὸν ἤδη φαίνεται, φησὶ, τὸ καὶ εἰσαῦθις εἰπεῖν εἰς ἀπειθεῖς ἀκοὰς, εἰκαῖον δὲ σφόδρα τὸ καὶ πλειστάκις ὑμᾶς περὶ τούτων διερωτᾶν, οἵ γε ὠφελεῖσθε μὲν τὸ παράπαν οὐδὲν, καίτοι μαθόντες καὶ πεπεισμένοι, ἀνελίττειν δέ με καὶ νῦν τοὺς αὐτοὺς προστάττετε λόγους ἐπ᾽ οὐδενὶ τῶν χρησίμων, ὡς ἡ πεῖρα βοᾷ. ἐλέγχει γὰρ διὰ τούτων τοὺς Φαρισαίους ὁ τεθεραπευμένος ὡς ἀνοηταίνουσι κομιδῇ, “τὴν ”μὲν ἀκοὴν ἀποστρέφοντες ἀπὸ τῆς ἀληθείας,” κατὰ τὸ γεγραμμένον, ἐπὶ δὲ τῷ λελύσθαι τὸν νόμον οὐκ εὐλόγως παρωργισμένοι, διά τε τούτων τὸν εὐφημεῖν ἐθέλοντα τὸν τερατουργὸν ἐν κατηγόρου τάξει παρεῖναι κελεύοντες, ἢ θαυμαστὴν ὑπάρχειν ὑπολαμβάνοντες· ἦν γὰρ οὗτος ἀληθῶς ἐν ἐκείνοις ὁ σκοπὸς, ἐπείπερ αὐτοῖς ἀδιάφορον παντελῶς καὶ ἐν λόγῳ τοῦ μηδενὸς ἡ τοῦ νόμου παράβασις ἦν.

διά τοι τοῦτο τὰ δίκαια κρίνειν παρωσάμενοι, πρὸς τὸ δοκοῦν ἐτράποντο μόνον, καίτοι λέγοντος ἀμνημονοῦντες Θεοῦ “Χείλη ”ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ “στόματος αὐτοῦ.” <Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι;> Ὡμολόγηκεν ἤδη σαφῶς, καὶ ὑποστολῆς ἁπάσης ἐξῃρημένης, ὡς εἰ μὴ καὶ λόγῳ τυχὸν, ἀλλ᾽ οὖν ἐμαθητεύθη τῷ θαύματι, καὶ πεπίστευκεν ἤδη παραδόξως τὸ βλέπειν ἐν διδασκαλίας τάξει λαβών. ἐν γὰρ δὴ τῷ πρὸς ἐκείνους εἰπεῖν Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι, τὴν οἰκείαν ὥσπερ προεκάλυψε γνώμην, ὡς ἤδη θελήσαντός τε καὶ γεγονότος· μελετῶν δὲ τρόπον τινὰ καὶ πρὸ ὁλοκλήρου τῆς πίστεως τό “Δωρεὰν ἐλάβετε, δωρεὰν δότε,” ηὐτρέπισται τάχα καὶ λίαν ἀφθόνως εἰς τὸ παιδεύειν αὐτοὺς τὰ λυσιτελῆ· διισχυρίζεται ἀοκνότατα δὲ καὶ πολλάκις ἐρεῖν τὰ ἐπὶ τῷ θαύματι, εἰ μαθητείαν ὄντως ποιοῖντο τὴν ἐξήγησιν. τετήρηκεν οὖν ἄρα καὶ σφόδρα καλῶς τὸ ἐν βίβλῳ παροιμιῶν “Εἰς ὦτα ἀκουόντων λάλει.” Ἔοικε δέ πως ὑπαινίττεσθαι διὰ τούτων λεληθός τι καὶ κεκρυμμένον. καὶ τί τοῦτό ἐστιν, ἐν βραχέσιν ἐρῶ. ἦσάν τινες ἐν τοῖς ἡγουμένοις οἳ διεγνώκεισαν μὲν ὅτι Χριστὸς εἴη κατὰ ἀλήθειαν ὁ Θαυματουργῶν, κεχωσμένην δὲ ὥσπερ ἐν ὠδῖσι τὴν ἐπ᾽ αὐτῷ κρύπτοντες γνῶσιν ἔτι πολλοὺς διελάνθανον.

μαρτυρήσει δὲ καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς λέγων Εὐαγγελιστὴς, ὅτι ἔγνωσαν μὲν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, “διὰ γεμὴν τοὺς Φαρισαίους οὐχ ὡμολο- ”γοῦν·” ἐπαγωνιεῖται δέ πως τοῖς περὶ τοῦτον λόγοις καὶ ὁ Νικόδημος διαῤῥήδην ἀναβοῶν καὶ λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν “Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ”ἐλήλυθας διδάσκαλος, καὶ ὅτι οὐδεὶς δύναται ταῦτα τὰ “σημεῖα ποιεῖν ἂ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ.” ᾔδεσαν οὖν ἄρα τῶν ἀρχόντων τινὲς, καὶ διετεθρύλητό πως ὁ περὶ τούτου λόγος ἀνὰ πᾶσαν τὴν Ἱερουσαλήμ. ἐγνωκέναι μὲν τοὺς ἄρχοντας ἡ τῶν Ἰουδαίων πληθὺς ὑπονοεῖ, μὴ μὴν καὶ ὁμολογεῖν ὡς βούλεσθαι διὰ βασκανίαν καὶ φθόνον. ὅτι δὲ ἀληθὲς καὶ τοῦτό ἐστιν, ἐξ αὐτῶν ἐπιδείξομεν τῶν εὐαγγελικῶν γραμμάτων. αὐτὸς γάρ που φησὶν ὁ μακάριος Ἰωάννης, ὡς εἱστήκει μὲν διδάσκων ὁ Ἰησοῦς ἐν αὐτῷ τῷ ναῷ, καὶ ὅσα τὸν νόμον ἐδόκει λυπεῖν κατά γε τὴν τῶν ἀκροωμένων ὑπόνοιαν ἐξηγούμενος. οὐδὲν δὲ τὸ παράπαν οἱ τῶν Ἰουδαίων ἡγούμενοι κινήσαντες, ἀλλ᾽ οὐδὲ ὅσον εἰπεῖν ἀποτολμήσαντες φῆσαι λόγον Ὦ οὑτοσὶ, παῦσαι διδάσκων τὰ τοῖς πάλαι νόμοις ἀπᾴδοντα, ἐν ὑπονοίᾳ παρὰ τοῖς ὄχλοις ἐγίνοντο τῇ καὶ ἀρτίως ἡμῖν εἰρημένῃ. καὶ γοῦν καθὰ γέγραπται “Ἔλεγόν τινες τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ”ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ “οὐδὲν αὐτῷ λέγουσι· μήποτε ἔγνωσαν οἱ ἄρχοντες ὅτι ”οὗτός ἐστιν ὁ Χριστός;” μονονουχὶ γάρ φησιν οὕτως Ἴσασιν οἱ καθηγήσασθαι λαχόντες ὡς αὐτὸς ὄντως ἐστὶν ὁ Χριστός· ἰδοὺ καίτοι φονᾶν νομιζόμενοι κατ᾽ αὐτοῦ, λαλοῦντι μετὰ πολλῆς ἄγαν τῆς παῤῥησίας, οὐδὲ ψιλοῖς ἐπισκήπτουσι λόγοις. τοιαύτης τοιγαροῦν ὑπονοίας διεσπαρμένης ἀνὰ πᾶσαν τὴν Ἱερουσαλὴμ, ἐξεπύθετό ποτε καὶ ὁ τυφλὸς, καὶ εἶχεν ἐν ὠσὶ τὸν ἐπὶ τούτοις λόγον. χαριέντως οὖν ἄρα τρόπον τινὰ διελέγχων φησίν Ἆρά με μάτην τοὺς αὐτοὺς ἀναμηρύσασθαι λόγους, καὶ ἀνυμνεῖν τὸ θαῦμα προστάττετε, ἢ σφόδρα ποιεῖσθαι τὴν καθ᾽ ἡδονὴν ἐξήγησιν, διψῶντες μὲν ἤδη τὴν ὑπ᾽ αὐτῷ μαθητείαν, ἀλλήλους δὲ ἐπιδυσωπούμενοι, καὶ ἀχάριστον προτιμῶντες αἰδὼ τῆς οὕτως ἀξιαγάστου γνώσεως; <Καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί.> Ὑπογελᾷ τρόπον τινὰ τοῦτο λέγων ὁ Εὐαγγελιστής.

ὁρᾷ γὰρ τοὺς ἱερᾶσθαι λαχόντας ἀποπληξίας εἰς τοῦτο κατολισθήσαντας, ὡς λοιδορίας ἡγεῖσθαι χρῆμα τὸ οὕτω σεπτὸν, τὴν ὑπὸ Χριστῷ δηλονότι παιδαγωγίαν, ἧς εἰς ἀξιέραστον ἰόντες ἀγάπην φασὶ τῶν ἁγίων τινὲς, οἱ μὲν ὅτι “Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ ”κηρίον τῷ στόματί μου·” ἕτερος δὲ πάλιν, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν περὶ τῶν ἀπειθούντων αὐτῷ “Συντέλεσον αὐτὸ, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς ”εὐφροσύνην καὶ ἀγαλλίαμα καὶ χαρὰν καρδίας μου.” ἀλλ᾽ οὐδὲν τῶν ἱερῶν μεταποιούμενοι λόγων, τὸν ὑπὸ Χριστοῦ παιδαγωγούμενον, καὶ δι᾽ αὐτὸ δὴ καὶ τοῦτο μόνον οὐκ ἀνεγκλήτως εἶναι νομίζουσιν, ἀληθῆ δὲ καθ᾽ ἑαυτῶν καὶ ψηφοφοροῦντες δόγματα, διδάσκαλον μὲν τῷ τυφλῷ τὸν Χριστὸν ἀπονέμουσιν, ἑαυτοῖς δὲ Μωυσέα· καὶ γὰρ δὴ καὶ ὄντως κατεφωτίσθη μὲν τὰ ἔθνη παρὰ Χριστοῦ διὰ παιδεύσεως εὐαγγελικῆς, ἐναπέθανε δὲ τοῖς διὰ Μωυσέως τύποις ὁ Ἰσραὴλ, καὶ τῇ τοῦ γράμματος ἐνεχώσθη σκιᾷ. διὰ τοῦτο καὶ ὁ Παῦλος περὶ αὐτῶν που φησί “Μέχρι γὰρ ”σήμερον ἥνικα ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν “καρδίαν αὐτῶν κεῖται.” ὅτι δὲ καὶ εἰς τύπον τῶν ἐθνῶν τὴν ἐπὶ τῷ τυφλῷ καθάπερ ἐν εἰκόνι κατεγράφομεν ἱστορίαν, τὰ ὡς ἐν τύπῳ τὰ κατ᾽ αὐτὸν εἰς τὴν ἐπ᾽ ἐκείνοις ἀλήθειαν μεταπλάττοντες, οὐκ ἀμφίβολον.

Πλὴν ἐκεῖνο σημειωτέον, ὅτι χρῆμα τερπνὸν καὶ πάσης εὐκλείας ἀνάμεστον ὁ διὰ Χριστὸν ὀνειδισμός· δι᾽ ὧν γὰρ οἴονται χρῆναι λυπεῖν οἱ διώκειν οὐ παραιτούμενοι τοὺς ἀγαπῶντας αὐτὸν, διὰ τούτων αὐτῶν οὐκ εἰδότες εὐφραίνουσι, λαμπροτέρους δὲ μᾶλλον αὐτοὺς ἀποφαίνουσιν ἤπερ ἀληθῶς ἀδικεῖν ἰσχύουσι. κατασμικρύνοντες δὲ, ὡς εἰκὸς, οἱ πανώλεις Φαρισαῖοι τὰς ἑαυτῶν κεφαλὰς, ἵνα μὴ λέγω Χριστὸν, περὶ μὲν αὐτοῦ, τό Ἐκείνου φασὶν, ἐκπλατυνόμενοι δὲ ὥσπερ εἰς ἀλαζονείαν ὑπέρογκον, ἀνοήτως λέγουσιν Ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. <Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.> Ἀπαυθαδίζονται πάλιν, ὅπλον ἔχοντες τὴν αὐτοῖς συνήθη καὶ φιλαιτάτην ἀπόνοιαν, καὶ ἐπ᾽ ἀθραύστοις ἀναισχυντίαις σοβαρευόμενοι, τό Ἡμεῖς οἴδαμεν ἀναφθέγγονται. προστιθέντες δὲ ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, διά τε τούτου τιμᾶν ὅτι πρέποι καὶ σφόδρα διεγνωκότες αὐτὸν, ἑτέρῳ τρόπῳ πάλιν ὑβρίζειν ἐν οὐδενὶ τὰ ἐκείνου τιθέντες δόγματα. κατακρίνουσι γὰρ ἀσυνέτως, ὃν οὔπω γινώσκουσι, μᾶλλον δὲ καὶ μαθόντες δυσσεβῶς ἀτιμάζουσι, καίτοι τοῦ νόμου τὸ ἀδίκως ἐξεῖναί τισιν ἀπηχές τι δρᾶν ἢ ψηφίζεσθαι παντελῶς ἀποφάσκοντος.

τοιοῦτον δέ τι φασὶ καὶ διὰ τούτου πάλιν Ὁμολογουμένως λελάληκε πρὸς Μωυσέα ὁ Θεός· οὐδεὶς ἐπὶ τούτῳ λόγος ἐνδοιάζειν ἀναπείθων τινὰς, νόμους ὡρίσατο δι᾽ αὐτοῦ, καὶ τοὺς ἐφ᾽ ἑκάστῳ τῶν πρακτέων τέθεικεν ὅρους. παραβάτης οὖν ἄρα, φησὶν, τῶν ἱερῶν γραμμάτων, ὁ τοῖς δι᾽ ἐκείνου φρονῶν τἀναντία, καὶ λέλυται σαφῶς ὁ ἐπὶ τῷ σαββάτῳ θεσμός· ἐθεραπεύθης γὰρ ἐν σαββάτῳ· τὸν ἐπὶ τούτοις ἁλόντα καὶ κατεγνωσμένον, οὐκ εἰδέναι δίκαιον. εὐλόγως ἤδη φαμὲν ὅτι τὸν θεῖον οὐ τετήρηκε νόμον. οὐκοῦν ὅτε λέγουσι περὶ Χριστοῦ, τό Οὐκ οἴδαμεν πόθεν ἐστὶν, οὐχ ὡς ἀγνοοῦντες τὸ τίς ἢ πόθεν ἐστὶ τὰ τοιαῦτά φασιν, ἁλίσκονται γὰρ ἑτέρωθεν διαῤῥήδην ὁμολογήσαντες εἰδέναι τὰ ἐπ᾽ αὐτῷ. “Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ”τὸν πατέρα καὶ τὴν μητέρα οἴδαμεν; πῶς οὖν λέγει ὅτι “ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;” οὐχ ὡς ἀγνοίας οὖν ἄρα σημαντικὸν ἐκδεξώμεθα τό Οὐκ οἴδαμεν τοῦτον πόθεν ἐστὶν, ἀλλὰ τῆς ἐνούσης αὐτοῖς ἀλαζονείας καρπὸν ἐπαθρήσομεν. περιπτύοντες γὰρ τὰς ἑαυτῶν κεφαλὰς, καὶ ἐν τῷ μηδενὶ τὸ παράπαν λογιζόμενοι, τὴν τοιαύτην ἐπ᾽ αὐτῷ λέγουσι φωνήν.

εἰκὸς δὲ δήπου κἀκεῖνο βούλεσθαι δηλοῦν· ἀναπείθει γάρ πως ἡμᾶς τὸ τοῖς θεωρήμασι πρέπον καὶ εἰς λεπτοτέραν ἰέναι βάσανον· οἴδαμεν, φησὶν, ὅτι Μωυσῇ λελάληκεν ὁ Θεὸς, πιστεύσωμεν οὖν ἄρα καὶ ἀμελλητὶ τοῖς δι᾽ αὐτοῦ, καὶ τηρήσωμεν τὰ θεόθεν διεσταλμένα· τοῦτον δὲ οὐκ οἴδαμεν, οὐ γὰρ λελάληκε πρὸς αὐτὸν ὁ Θεὸς, οὐδέ τι τοιοῦτον ἐπ᾽ αὐτῷ διεγνώκαμεν. ἀλλ᾽ ἔδει τοὺς Φαρισαίους, καίτοι δοκησισοφεῖν εἰθισμένους, καὶ πολὺ τῇ γνώσει τῶν θείων ἐπαυχοῦντας λόγων, ἐκεῖνο λογίζεσθαι, ὅτι διὰ τοῦ πανσόφου Μωυσέως προκηρύττων ὡς ἥξοντα κατὰ καιρὸν τὸν Ἰησοῦν ὁ Θεὸς καὶ Πατὴρ οὕτω φησί “Προφήτην ἀναστήσω αὐτοῖς ”ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε, καὶ δώσω τὸ ῥῆμά μου “ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ”ἐντέλλωμαι αὐτῷ. καὶ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ ὅσα “ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ”ἐκδικήσω ἐξ αὐτοῦ.” καίτοι φήσειεν ἄν τις τοῖς Ἰουδαίοις εὐλόγως ἐπιφυόμενος Ὦ μόνον εἰδότες τὸ ἀπειθεῖν, εἰ τοῖς τοῦ Μωυσέως λόγοις καταπείθεσθε προαλέστερον, ἐπείπερ αὐτῷ λελάληκεν ὁ Θεὸς, πῶς οὐκ ἐχρῆν τοῦτο δρᾶν καὶ ἐπὶ Χριστῷ, καίτοι διαῤῥήδην ἀνακεκραγότος ἀκούοντες “Τὰ ”ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός “με Πατρός·” καὶ πάλιν “Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ ”πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ “τί λαλήσω;”

πρόφασις οὖν ἄρα καὶ λογισμῶν εἰκαίων εὑρήματα τῶν Φαρισαίων οἱ λόγοι. εἰ γὰρ διὰ τοῦτό φασι Μωυσεῖ μᾶλλον ἕπεσθαι δεῖν, ἐπείπερ αὐτῷ λελάληκεν ὁ Θεὸς, τί μὴ ταῦτα φρονοῦσιν ἐπὶ Χριστῷ, καίτοι λέγοντι σαφῶς ἅπερ ἀρτίως εἰρήκαμεν; ἀλλ᾽ ἐν μέρει τιμῶντες τὸν νόμον, καὶ σεπτὸν ἡγεῖσθαι προσποιούμενοι τὸ δοκοῦν τῷ Θεῷ, πλήττουσιν ἑτέρως χειρόνως ἀτιμάζοντες διὰ τοῦ μὴ παραδέχεσθαι θέλειν τὸ καιριώτερον κήρυγμα· τοῦτο δὲ ἦν τὸ ἐπὶ Χριστῷ διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ὡς ἐν προφήτου τάξει κατηγγελμένον. <Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς.> Καταπέπληγμαι, φησὶ, καὶ σφόδρα καλῶς εἰ τὸν ἐν ἁγιότητι τοσαύτῃ καὶ θεοπρεπεῖ δυναστείᾳ δι᾽ ὧν εἴργασται μαρτυρούμενον ἠγνοηκέναι φατὲ, καὶ τὸ προσεδρεύειν ἀπερισπάστως τῷ Θεῷ νομιζόμενοι, καὶ νόμου προεστηκότες, καὶ ταῖς ἱεραῖς ἐντρυφῶντες συλλαβαῖς, καὶ λαχόντες ἡγεμονίαν ἢ καὶ μάλιστα τὸ ἀγαθοὺς εἰδέναι φροντιστάς. τίνι γὰρ ἂν καὶ πρέποι τὸ εἰδέναι καλῶς τοὺς τερατουργοῦντας διὰ Θεοῦ, εἰ μὴ τοῖς καὶ ἱερᾶσθαι προστεταγμένοις, καὶ οἷς εἰς φροντίδα τὸ σεπτὸν ἀπενεμήθη μυστήριον;

καταπλήττεσθαι δὲ λέγων ὡς ἠγνοηκότας κομιδῇ τὸν οὕτως ἀξιάγαστον καὶ ξένην εἰς αὐτὸν ἐπιτελέσαντα τὴν θεοσημίαν, ὑποπλήττει λεληθότως, ὅτι τοσοῦτον ἀφεστᾶσιν ἁγιασμοῦ, καὶ τῆς εἰς εὐσέβειαν ἐπιεικείας, ὡς καὶ ἀναισχύντως ὁμολογεῖν μηδὲ εἰδέναι παντελῶς τὸν ἀληθῶς ἅγιον, τουτέστι Χριστόν.

Ἵνα γὰρ τὸν καθ᾽ ἡμᾶς γυμνάσωμεν λόγον· εἰ ἀληθὲς τοῦτό που καλῶς εἰρημένον, ὅτι “Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον ”αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ·” πῶς εἴπερ ἦσαν ἅγιοί τε καὶ ἀγαθοὶ, τὸ κολλᾶσθαι φιλεῖν ἀπετρέποντο τῷ ἁγίῳ καὶ ἀγαθῷ; ἔλεγχον οὖν ἄρα τῆς τῶν Φαρισαίων ἐναγοῦς πολιτείας, ἤτοι διαγωγῆς, ὠδίνει τὸ εἰρημένον. οἶμαι δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ παραδηλοῦν. δεῖν γὰρ οἶμαι τοῖς θεωρήμασι φιλεργὸν ἐπάγοντα τὴν διάνοιαν, τὸ ἐν ἑκάστῳ κεκρύφθαι δοκοῦν ὀξυωπέστερον καθορᾶν. τί τοίνυν ἐστὶ τοῦτο; πολὺς μὲν ἅπασαν τὴν Ἰουδαίαν περιηχεῖτο λόγος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, πλὴν ὡς περὶ προφήτου. οὕτω γὰρ ὁ νόμος αὐτὸν ἥξειν προεχρησμῴδησε “Προφήτην λέγων ἀνατήσει Κύριος ὁ ”Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν·” εἶχον γεμὴν ἐν ἐλπίσιν ὡς ἀναδειχθεὶς κατὰ καιρὸν τὸν οἰκεῖον τὰ ὑπὲρ τὸν νόμον αὐτοῖς διαλεχθήσεται, καὶ τὴν ἀληθεστέραν τοῦ νομοθέτου βούλησιν εὖ μάλα διεξιὼν μεταπαιδεύσει τὰ πρεπωδέστερα. καὶ μὴ θαυμάσῃς εἰ παρὰ τοῖς Ἰουδαίοις ἐλπὶς ἦν καὶ λόγος τοιοῦτος, ὅπου καὶ παρὰ τοῖς ἀλλογενέσι ταὐτόθρους διέσπαρτο λόγος. καὶ γοῦν ἡ Σαμαρεῖτις ἐκείνη γυνή “Οἴδαμεν ”ὅτι Μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστὸς, ὅταν ἔλθῃ “ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.”

ᾔδεσαν τοιγαροῦν οἱ Ἰουδαῖοι, καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει Χριστός· τοῦτο γὰρ ὁ Μεσίας δηλοῖ· καὶ βούλησιν αὐτοῖς τὴν ἀμείνω διερμηνεύσει Θεοῦ, πρὸς δέ γε τούτοις ὅτι καὶ ὀφθαλμοὺς ἀνοίξει τυφλῶν διωμολόγητο παρὰ τοῦ Ἡσαΐου φάσκοντος ἐναργῶς, ὅτι “Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν·” ἀλλὰ καὶ ἕτερός τις τὴν Ἱερουσαλὴμ περιεφοίτα λόγος, ἐπειδήπερ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον τόκον ἄγνωστον εἶναι πάντως φησὶν ὁ προφήτης Ἡσαΐας λέγων “Τὴν γενεὰν αὐτοῦ τίς ”διηγήσεται;” πάλιν Ἰουδαῖοι πρὸς ἰδίας παρατρέποντες ἐννοίας τῶν εἰρημένων τὴν δύναμιν, ἀγνοηθήσεσθαι παντελῶς τὸν Χριστὸν ὑπετόπησαν, οὐδενὸς τὸ παράπαν εἰδότος πόθεν ἐστὶ, καίτοι τῆς θείας γραφῆς φανοτάτην αὐτοῦ τὴν κατὰ σάρκα γέννησιν καθιστώσης ἡμῖν, διά τε τοῦτο βοώσης “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.” ὅτι δὲ πάλιν ἀχειραγώγητος εἰς τὴν τῶν ἀναγκαίων κατάληψιν τῶν Ἰουδαίων ὑπάρχων ὁ νοῦς, ἀγνοήσεσθαι τὸν Χριστὸν ὑπελάμβανον, οὐ χαλεπὸν οὖν ἰδεῖν, ἐξ ὧν ὁ μακάριος Εὐαγγελιστὴς Ἰωάννης Ἱεροσολυμίταις ἐπ᾽ αὐτῷ φάναι διισχυρίσατο. “Ἔλεγον γάρ τινες τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ”ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, “καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ”ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ τοῦτον “οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς ”γινώσκει πόθεν ἐστίν.”

Οὐκοῦν τὰ τοιαῦτα δογματιζόντων ἀσυνέτως ἐπὶ Χριστῷ τῶν Ἰουδαίων, ἐννοίας ἤδη τὰς ἐπ᾽ αὐτῷ λαμβάνει γοργῶς ὁ ποτὲ τυφλὸς ἀπὸ τοῦ θαύματος, μόνον δὲ οὐχὶ καὶ ἁρπάζει πρὸς βεβαίωσιν τῶν οἰκείων διαλογισμῶν τῶν Φαρισαίων τὸ ῥῆμα. ἐν τούτῳ γάρ φησίν ἐστι τὸ παράδοξον, ὅτι οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστόν. οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος. <Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.> Προεντρυφήσας τρόπον τινὰ τοῖς διὰ τῶν προφητῶν καὶ νόμου κηρύγμασιν, ὥσπερ ἤδη τετελειωμένοις ἐν τῷ καὶ ἠγνοῆσθαι πόθεν ἐστὶν ὁ Χριστὸς καὶ ἀνοιχθῆναι ὀφθαλμοὺς τυφλῶν, πανταχόθεν ἑαυτῷ τὰ εἰς πίστιν ἐρανιζόμενος βοηθήματα, προσεπινοεῖ τι καὶ ἕτερον.

ἐξ ἀναγκαίων γὰρ καὶ ὁμολογουμένων ἐννοιῶν ἐπὶ τὴν τοῦ χρησίμου καὶ τοῦ πρέποντος ζήτησιν ἰέναι σχηματίζεται, καὶ συλλογισμὸν ὥσπερ τινὰ συνάγει θεοφιλῆ· φιλαμαρτημόνων μὲν γὰρ οὐκ ἀκοῦσαι πώποτε τὸν φιλοδίκαιόν τε καὶ φιλάρετον Θεὸν, ἄριστά γε φρονῶν καὶ διισχυρίζεται, καὶ τοῦτο ἐν τάξει τῶν ἀνενδοιάστως ὁμολογουμένων τιθεὶς, ἀντιπαρεισάγει τὸ ἐναντίον ὡς ἀληθὲς, ὡς μηδαμόθεν ἀντιλεγόμενον, φημὶ δὴ τῷ πάντη τε καὶ πάντως ὑπακούειν τῶν θεοσεβεῖν εἰωθότων τὸν ἁπάντων Κύριον. καὶ ὁ μὲν τοῦ συμπεράσματος σκοπὸς εἰς μόνον ὁρᾷ τὸν Χριστὸν, πεποίηται δέ πως ἐπὶ τὸ γενικώτερον καὶ καθολικὴν ἔχει τὴν δήλωσιν.

ὡς γὰρ ἤδη φθάσας ἐμήνυσα, χθαμαλωτέραν ἔχει τὴν ἐπὶ Χριστῷ διάληψιν ὁ ποτὲ τυφλὸς, οὔπω δὲ ὄντα κατὰ φύσιν Θεὸν ἀκριβῶς ἐκμαθὼν, ὡς περὶ προφήτου διανοεῖται καὶ λαλεῖ, ἐφ᾽ οὗπερ ἂν ἀκατηγορήτως τάττοιτο τὸ θεοσεβεῖν· Χριστῷ δὲ οὐδαμόθεν ἁρμόσει· Θεὸς γάρ ἐστι κατὰ φύσιν, τὴν ἐκ τῶν θεοσεβούντων λατρείαν, ὡς ἐν τάξει θυσίας πνευματικῆς προσδεχόμενος. <Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.> Καταδηχθεὶς ὡς ἔοικεν οὐ μικρῶς, ἐπαλγήσας δὲ ὥσπερ ταῖς ἐπὶ Χριστῷ λοιδορίαις καὶ ἀφορήτως λελυπημένος, ἐπείπερ ὡς ὀνειδίζοντες ἔφασαν “Σὺ μαθητὴς εἶ ἐκείνου, ”ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταὶ,” συναγορεύειν ἐπείγεται τῷ οἰκείῳ καθηγητῇ, καὶ ἀντιπαρεξάγει τρόπον τινὰ τοῖς διὰ Μωυσέως τετελεσμένοις τὰ λαμπρὰ τοῦ Σωτῆρος ἡμῶν κατορθώματα, ὅσῳ μείζων ἐστὶν εἰς τερατουργίαν, τοσούτῳ δεικνὺς ἐν ἀμείνοσιν. ἢ γὰρ οὐκ ἀνάγκη τὸν τοῦ μείζονος ἀποτελεστὴν εἶναι δὴ πάντως καὶ κατὰ τὴν δόξαν ὑπερφερῆ; ἀλλ᾽ ἔστιν οὐκ ἀμφίβολον. ὁμοῦ δὲ ὡς εἰκὸς δηλοῖ τι τοιοῦτον, ἀρχαιοτάτης μὲν προᾳδούσης προφητείας, ἐχούσης δὲ ὧδε περὶ τῆς Χριστοῦ παρουσίας “Τότε,” φησὶν, “ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν,” οὐδεὶς μέν πω πρότερον τοιοῦτόν τι δεδρακὼς ἐθαυμάσθη, πεπλήρωται δὲ διὰ τούτου καὶ μόνου ὃν ὑμεῖς οὐκ οἶδ᾽ ὅπως, φησὶν, ἁμαρτωλὸν ἀποκαλεῖν οὐ κατεναρκήσατε.

καίτοι πολὺς μὲν ἁγίων προφητῶν ἀνεδείχθη χορὸς, οὐκ εὐαρίθμητοι δὲ δικαίων ἐμοὶ διὰ τῶν ἱερῶν φέρονται γραμμάτων, ἀλλ᾽ Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. οὐχ οὗτος οὖν ἀρά ἐστιν ὁ Χριστὸς ὁ πέρας ἐπενεγκὼν τοῖς τῶν προφητῶν μηνύμασιν, ὁ πρὸς τέλος διεξαγαγὼν τὰ πάλαι διηγγελμένα; εἰ γὰρ οὐδείς τις παρ᾽ αὐτὸν ἀνοίγει ἕτερος τυφλῶν ὀφθαλμοὺς, τί λοιπὸν ἀντιστατήσει τῇ πίστει· τί δὲ ἀνατρέψει τὴν ἐπ᾽ αὐτῷ συναίνεσιν; ἢ πῶς οὐ παντὸς ἐνδοιασμοῦ γεγονότος ἐκποδὼν, διὰ λειοτάτης ὥσπερ δραμεῖται τῆς ὁδοῦ τῆς ἐπ᾽ αὐτῷ γνώσεως τὸ μυστήριον;

Συναγορεύει τοιγαροῦν τῷ Σωτῆρι Χριστῷ καὶ διὰ τούτων ὁ τεθεραπευμένος. βλέπε δὲ ὅπως εὐφυῶς τὸν τῆς συνηγορίας ἐξυφαίνει λόγον. ἦν μὲν γὰρ ὄντως ἐλευθέρας παντελῶς παῤῥησίας εἰπεῖν, ὅτι καὶ Μωυσέως καὶ προφητῶν ἀμείνων τε καὶ διαφανέστερός ἐστιν ὁ Χριστὸς, ἀλλ᾽ ἦν οὐκ ἀπεικὸς ἐννοεῖν ἀλύοντας ἐπὶ τούτῳ τοὺς Φαρισαίους τὸ μὲν ἐπαγωνίζεσθαι τοῖς ἁγίοις ὡς ὑβρισμένοις προσποιεῖσθαι πανούργως, εὐαφόρμως δὲ ἤδη καὶ κολάζειν ἐπιχειρῆσαι τὸν ἄνθρωπον, ἵνα μὴ ζῶν καὶ ὁρώμενος ὑπόμνημα τῆς Χριστοῦ φαίνοιτο δόξης, καὶ εἰκὼν ὥσπερ τις τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας· διὰ τοῦτο καὶ τὴν ἐντεῦθεν ὑπεκνεύων ὀργὴν, καὶ ταῖς ἐκείνων μιαιφονίαις ἀποκλείων τὴν εἰς τὸ πρόσω πάροδον, ἐπὶ τὸ καθόλου καὶ ἀσημότερον παρατρέπει τοῦ λόγου τὸν σκοπὸν, Ἐκ τοῦ αἰῶνος ὑπὸ μηδενὸς τὸ παράπαν γεγενῆσθαι λέγων ὅπερ εἴργασται Χριστὸς ἐπ᾽ αὐτῷ. τοῦτο δὲ ἦν ἕτερον ὑποδεικνύοντος οὐδὲν, ἢ ὅτι μείζων ἁπάντων καὶ ἐπιδοξότερος ὁ Χριστὸς, ὁ τοιαύτην ἐνοῦσαν αὐτῷ τήν τε δύναμιν καὶ ἐξουσίαν διὰ πραγμάτων ἐπιδεικνὺς, ἣν πεφόρηκεν οὐδεὶς τῶν ἁγίων πώποτε. καταστέφει τοιγαροῦν τὸν οἰκεῖον ἰατρὸν τῇ κατὰ πάντων ὑπεροχῇ, λαβὼν εἰς ἀπόδειξιν τὸ τοῖς ἑτέροις ἀνήνυτόν τε καὶ ἀνεπιχείρητον θαῦμα, τοῦτο δὲ ἦν ἡ τυφλότητος ἀνατροπή. <Εἰ μὴ ἦν.

οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.> Ὀξυωπέστερος εἰς ἀλήθειαν τῶν διὰ νόμου πεπαιδευμένων ὁ ἄρτι βλέπων, καὶ τῆς ἀρχαίας τυφλότητος παραδόξως ἀπηλλαγμένος· ἰδοὺ γὰρ ἰδοὺ πολλοῖς ἄγαν καὶ σοφοῖς ἀποκέχρηται λόγοις κιβδηλοτάτην ἐπιδεικνὺς τῶν Φαρισαίων τὴν γνώμην. ἐπειδὴ γὰρ ἔφασαν ἀνοήτως περὶ Χριστοῦ, ὅτι “Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστὶν,” ἐξελέγχει πάλιν εὐτόνως, ὡς φρονοῦντας πλημμελῶς, ὅτε τὸ παράπαν οὐκ εἰδέναι φασὶ τὸν οὕτω θαυματουργὸν, προδήλου πᾶσιν ὑπάρχοντος ὡς ἀμήχανόν τι δρᾶν τῶν διὰ θείας ἐνεργείας ἀποτελουμένων τὸν οὐκ ὄντα παρὰ Θεοῦ. ἐνεργεῖ γὰρ διὰ μόνων ἁγίων τὰ τοιαῦτα Θεός· ἀλλοτρίῳ δὲ καὶ οὔπω βεβηκότι τὴν εἰς αὐτὸν εὐσέβειαν οὐκ ἂν ἐπιδοίη ποτὲ τὸ δύνασθαι τοιαύταις ἐναβρύνεσθαι δόξαις. ἐπεὶ λεγέτω παρελθὼν ὁ παραπλὴξ Φαρισαῖος, τίς ἐστι λοιπὸν ἡ διαφορὰ παρὰ Θεῷ ἁγίου καὶ βεβήλου, δικαίου καὶ ἁμαρτωλοῦ, ἀνοσίου καὶ θεοφιλοῦς. εἰ γὰρ ἐφεῖται διὰ τῶν ἴσων ἀπαραποιήτως διαλάμπειν ἑκάτερον, οὐδὲν ἔτι τὸ μεσολαβοῦν, πάντα δὲ ἤδη συγκέχυται, καὶ τὸ γεγραμμένον εὐλόγως ἐροῦμεν “Τί ἱκανῶς δουλεύσομεν αὐτῷ, ἢ τίς ὠφέλεια ὅτι ”ἀπαντήσομεν αὐτῷ;” εἰ γὰρ καθάπερ ἔφη τις τῶν παρ᾽ Ἕλλησι ποιητῶν <Ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι,> καὶ ἐν ἴσῃ τιμῇ κακός τε καὶ ἀγαθὸς, πῶς οὐκ εἰκαῖον τὸ πικρῶν ἀποπειρᾶσθαι πόνων διὰ τὴν ἀρετήν;

ἀλλ᾽ οὐχ οὕτω ταῦτ᾽ ἔχειν λογιούμεθα· πόθεν; “Τοὺς γὰρ δοξάζοντάς ”με, φησὶν ὁ Θεὸς, δοξάσω, καὶ ὁ ἐξουδενῶν με ἐξουδενω- “θήσεται.” Ἐροίμην δ᾽ ἂν ἔγωγε τοὺς οἰησίφρονας Φαρισαίους, εἰ ἀδιακρίτως καὶ διὰ τῶν ἁμαρτωλῶν ἐνεργεῖ τὰ τοιαῦτα Θεὸς, τί μὴ ταὐτὰ τῷ μεγάλῳ Μωυσεῖ δεδράκασι κατὰ τὴν Αἰγυπτίων οἱ μάγοι; διὰ τί μὴ διὰ τῶν ἴσων ἰόντες θαυμάτων τὴν αὐτὴν ἐκείνῳ δόξαν ἀπηνέγκαντο; ἀλλ᾽ ἐρεῖς ὅτι γέγονε μὲν ὄφις πεσοῦσα πρὸς γῆν ῥάβδος ἡ Μωυσαϊκὴ, γεγόνασι δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν μάγων. ἀντακούσῃ παρ᾽ ἡμῶν ὡς αἱ μὲν ἐκείνων οὐκ εἰς ὄφιν μεταπεποίηντο, ἀλλ᾽ ἦν ἀπάτη καὶ φάντασμα τῆς ἀνθρωπίνης ὄψεως παρακλέπτον τὴν ἀκρίβειαν, καὶ τέχνη τις ἦν μαγικὴ τὴν ῥάβδον ὡς ὄφιν ἐπιδεικνύουσα· ἡ δὲ Μωυσέως ἀληθῶς εἰς ὄφιν μετεσκευάζετο, καὶ εἰς τὴν τοῦ θηρίου μετεπήδα φύσιν. ἀπὸ δὲ τῆς διαφορᾶς τῆς τοῖς ἱεροῖς ἐντεθείσης γράμμασιν, ἀληθὲς κατόψει τὸ εἰρημένον. κατέφαγε γὰρ ἡ Μωυσέως τὰς ἐκείνων ῥάβδους· ἐπειδὴ γὰρ αἱ μὲν ἐν ψιλοῖς ἦσαν τῶν ὄφεων σχήμασιν, ἡ δὲ ἀληθῶς τε καὶ φυσικῶς τοῦτο ἦν ὅπερ ἐφαίνετο, παρεκομίσθη καὶ εἰς ὀργὴν, ἵνα ζῷον φαίνηται, καὶ ῥάβδος οὐκέτι, καταδάκνει δὲ καὶ ὑπὲρ δύναμιν ὄφεως ἀφάτῳ δυνάμει, καὶ τὸ οὕτω χαλεπὸν ἐξευμαρίζοντος τοῦ Θεοῦ.

λεγέτω δέ μοι πάλιν ὁ Φαρισαῖος, οἱ ταῖς ἑαυτῶν ῥάβδοις τὰ τῶν ὄφεων ἐπιθέντες σχήματα, καὶ πῶς καὶ χεῖρα λεπρῶσαν οὐκ ἔδειξαν καθαρὰν, ἀτονήσαντες δὲ διαῤῥήδην ἔφασκον “Δάκτυλος Θεοῦ ἐστι τοῦτο.” πῶς δὲ, εἰπέ μοι, πῦρ ἐξ οὐρανῶν οὐ κατῆγον οἱ τοῦ Βαὰλ ἱερεῖς, καίτοι κατενεγκόντος Ἡλίου; ἐν προσωποληψίαις οὖν ἄρα τὰ παρὰ Θεοῦ; μὴ γένοιτο· δίκαιος γὰρ ὣν καὶ δικαίων ἐραστὴς, καὶ διὰ μὲν τῶν ἁγίων ἐνεργεῖ τὰ χαρίσματα τὰ παράδοξα, διὰ δὲ τῶν πλημμελούντων οὐδαμῶς. εὐλογώτατα τοίνυν ὁ ποτὲ τυφλὸς ταῖς τῶν Φαρισαίων ἀθυρογλωττίαις ἐπιτιμᾷ, καὶ πλημμελῶς ἐλέγχει πεφρονηκότας, ἐπείπερ οὐκ εἶναί φασι παρὰ Θεοῦ τὸν ἐκ τοῦ δύνασθαι δρᾶν τὰ παράδοξα θεόθεν ὄντα κατὰ φύσιν μαρτυρούμενον. <Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.> Δυσπαράδεκτα τοῖς πολλοῖς τὰ ἐξ ἐλέγχων τραύματα καὶ ἡ δι᾽ αὐτῶν ἐπανόρθωσις. οἰστὰ μὲν γὰρ καὶ ἡδέα τοῖς σοφοῖς, ἐπείπερ ἔχει πολλὴν ἐν ἑαυτοῖς τὴν ὄνησιν καὶ τὴν εἰς τὸ ἄμεινον ἀνακομιδὴν, κἂν συνεισβαίνῃ τὸ δάκνον. πικρὰ δὲ τοῖς φιλαμαρτήμοσι, καὶ διὰ ποίαν αἰτίαν; ἐῤῥιζώσαντες γὰρ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τὴν διάνοιαν, τὴν ἐντεῦθεν αὐτοὺς ἀποκείρουσαν νουθεσίαν ὡς τὸ λυποῦν ἐκτρέπονται, καὶ ζημίαν ἡγοῦνται τὴν ἐκ τῶν ἡδέων ἀποδρομὴν, οὐδένα τοῦ λυσιτελεῖν πεφυκότος ποιούμενοι λόγον.

ὅνπερ γὰρ τρόπον οἱ νεὼς ἀποπίπτοντες, καὶ ποταμίῳ ῥεύματι γεγονότες ἁλώσιμοι ἀντιπράττειν μὲν οὐδαμῶς ἰσχύουσι, τὸ δὲ ἀντινήχεσθαι τοῖς ὕδασι σφαλερὸν ἡγούμενοι, μόνῃ φέρονται τῇ ῥύμῃ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἀρτίως ὁ λόγος, τῇ τῶν οἰκείων ἡδονῶν τυραννίδι νικώμενοι, πάσας ἔχειν αὐταῖς ἐπιτρέπουσι τὰς ἡνίας, τὸ ἀντιστατεῖν κατά τι γοῦν ἀπαυδήσαντες. δυσφοροῦσι τοιγαροῦν οἱ δείλαιοι Φαρισαῖοι, καὶ τῷ τῶν ἀρίστων εἰσηγητῇ θηριοπρεπῶς ἐπιτρίζοντες, ἐπὶ τὰ τῆς ὀργῆς χαίρουσι προοίμια, καὶ μανίας ἀπρόσιτον ἀπαρχὴν ἀναβλύζοντες λοιδοροῦσιν ἀθέσμως, ἀναπηδῶντες δὲ τρόπον τινὰ πρὸς τὴν σύντροφον αὐτοῖς ὑπεροψίαν, ἐν ἁμαρτίαις γεγεννῆσθαί φασι τὸν τυφλὸν, Ἰουδαϊκαῖς ὑπονοίαις πρὸς τοῦτο διαπαιζόμενοι, καὶ ἀσυστάτῳ δόγματι συναγορεύοντες ἀμαθῶς. ὅτι γὰρ τῶν ὄντων οὐδεὶς οὔτε δι᾽ ἑαυτὸν κυρίως, οὔτε μὴν διὰ τοὺς τεκόντας αὐτὸν ἢ τυφλὸς ἀποτίκτεται, ἤγουν ἕτερόν τι πάθος ἔχων σωματικὸν, ἀλλ᾽ οὐδὲ ὅτι τὰς πατέρων ἁμαρτίας ἐπὶ τέκνα καταφέρει Θεὸς, οὐκ ἀκόμψως, ὥς γε μοι φαίνεται, διὰ μακροῦ δεδείχαμεν λόγου, προτεθέντος ἡμῖν εἰς ἐξήγησιν “Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ ”γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;” ἐπειδὴ τοίνυν διελέγχειν ἔγνω τοὺς Φαρισαίους ὁ ποτὲ τυφλὸς, οὐχ ὅπως ἐλοιδορήθη μόνον, ἀλλὰ καὶ ἐκβάλλεται παρ᾽ αὐτῶν.

καὶ δέχου πάλιν εἰς τύπον πράγματος ἀληθοῦς τὸ τετελεσμένον· ὅτι γὰρ ἔμελλον οἱ ἐξ Ἰσραὴλ καταβδελύσσεσθαι τοὺς ἐξ ἐθνῶν ὡς τεθραμμένους ἐν ἁμαρτίαις διὰ τὴν προλαβοῦσαν ἀπάτην, ἐπιγνώσεταί τις ἐξ ὧν οἱ Φαρισαῖοι πρὸς ἐκεῖνον εἰρήκασιν. ἐκπέμπουσι δὲ αὐτὸν, ἀπόπεμπτοι γὰρ καὶ ἀπόβλητοι παρὰ τοῖς Ἰουδαίοις οἱ τὸν ἐπὶ Χριστῷ πρεσβεύοντες λόγον. <Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω.> Ἀκοῦσαί φησιν ὁ θεσπέσιος Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὐχὶ πάντως, οὐδὲ ἐξ ἀνάγκης ἀπαγγέλλοντός τινος αὐτῷ τὸ γεγενημένον, ἀλλ᾽ ἐπείπερ ὥς που τις ἔφη τῶν σοφῶν “Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκου- ”μένην, καὶ οὖς ἀκροάσεως ἀκροᾶται τὰ πάντα.” εἰσακούει γὰρ, ὡς ὁ ψάλλων φησίν “Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ”ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμὸν οὐχὶ κατανοεῖ;” ὅταν τοίνυν ὑβριζώμεθα δι᾽ αὐτὸν, ἢ καί τι τῶν πεφυκότων λυπεῖν ὑπομένωμεν παρὰ τῶν θεομαχεῖν εἰωθότων, πιστεύειν ἀκόλουθον, ὅτι δὴ πάντως ἐπόπτης ἔσται Θεὸς, ἀκούει δὲ ὥσπερ τὸν ἐπισυμβαίνοντα πειρασμόν· αὐτὴ γὰρ ἡ φύσις τοῦ πράγματος καὶ τῶν δι᾽ αὐτὸν ἀτιμαζομένων τὸ γνήσιον ἐν ὠσὶ τοῖς θείοις μεγάλην ἔχει τὴν βοήν. <Καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;> Ἐκβέβληται παρὰ τῶν Φαρισαίων ὁ ποτὲ τυφλὸς, ἀλλ᾽ οὐ μακροῦ μεταξὺ διαγεγονότος χρόνου ζητεῖ μὲν αὐτὸν ὁ Χριστὸς, εὑρὼν δὲ μυσταγωγεῖ.

σημεῖον οὖν ἔσται καὶ τοῦτο τοῦ ἐν φροντίδι κεῖσθαι τῇ παρὰ Θεῷ τοὺς συναγορεύειν ἐθέλοντας αὐτῷ, καὶ τῆς εἰς αὐτὸν πίστεως προκινδυνεύειν οὐ καταφρίττοντας. ἀκούεις γὰρ ὅπως ὡς ἐν τάξει καλῆς ἀντιμισθίας ἑαυτὸν ἐμφανῆ καθιστὰς, τελεώτατον αὐτῷ τὸν ἐπὶ τῇ πίστει λόγον ἐμφυτεύειν ἐπείγεται. προσάγει δὲ τὴν πεῦσιν ἵνα λάβῃ τὴν συναίνεσιν. οὗτος γὰρ τοῦ πιστεύειν ὁ τρόπος. διὰ γάρ τοι τοῦτο τοὺς ἐπὶ τὸ θεῖον ἰόντας βάπτισμα προδιερωτωμένους παρέργως εἰ πεπιστεύκασι, συναινοῦντάς τε ἤδη καὶ διωμολογηκότας, ὡς γνησίους ἤδη τῇ χάριτι παραπέμπομεν. ἄρχεται ὁ τοῦ πράγματος τοίνυν τύπος ἐντεῦθεν ἡμῖν, καὶ ἐξ αὐτοῦ μεμαθήκαμεν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ τίνα χρὴ τὸν τρόπον τὸν ἐπὶ τῇ πίστει ποιεῖσθαι λόγον. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος ὁμολογεῖσθαι τὴν ἐν τούτοις ὁμολογίαν ἐπὶ πολλῶν μαρτύρων διισχυρίσατο, τουτέστι, τῶν ἁγίων ἀγγέλων· καὶ εἰ φρικῶδές ἐστι τὸ ἐπ᾽ ἀγγέλων εἰρηκότα διαψεύσασθαι, πόσῳ μᾶλλον ἐπ᾽ αὐτοῦ τοῦ Χριστοῦ; ἐρωτᾷ τοιγαροῦν τόν ποτε τυφλὸν οὐχ ἁπλῶς εἰ βούλοιτο πιστεύειν, ἀλλὰ καὶ εἰς τίνα, προστίθησιν. ἡ γὰρ πίστις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. λέγων δὲ τό Σὺ πιστεύεις, μονονουχί φησι Βούλει τῆς ἐκείνων ἀπονοίας ὁρᾶσθαι κρείττων;

σὺ ταῖς ἐκείνων ἀπειθίαις ἐῤῥῶσθαι φράσας καταδέχῃ τὴν πίστιν. τὸ γάρ Σὺ τοιαύτην εἰσφέρει τινὰ τὴν ὡς πρὸς ἑτέρους ἀντιδιαστολήν. <Καὶ τίς ἐστι Κύριε, φησὶν, ἵνα πιστεύσω εἰς αὐτόν;> Ἡ σώφρονι λογισμῷ προκατηρτισμένη ψυχὴ, ἐλευθέροις τε τῆς διανοίας ὄμμασι τὸν τῆς ἀληθείας διερευνῶσα λόγον ἀπαραποδίστως ἐπ᾽ αὐτῇ καθάπερ εἰς λιμένα καταίρει, καὶ ἀταλαίπωρον ἔχει τὴν τοῦ συμφέροντος θήραν. ἔσται δὲ πάλιν ἀπόδειξις τῶν εἰρημένων ὁ ποτὲ τυφλός. διὰ πολλῶν γὰρ ἤδη λογισμῶν τε καὶ ἐννοιῶν τὸ ἐπὶ Χριστῷ θαυμάσας μυστήριον, ἀλλὰ καὶ τὴν ἄῤῥητον αὐτοῦ καταπεπληγμένος ἰσχὺν, ἐξ ὧν, οὐχ ἕτερός τις, ἀλλ᾽ αὐτὸς ἐφ᾽ ἑαυτῷ πεπείραται, πρόχειρος οὕτως εἰς τὸ πιστεύειν εὑρίσκεται, καὶ ἀμελλητὶ πρὸς τοῦτο βαδίζων. ἰδοὺ γὰρ ἰδοὺ τίνι δεήσαι προσάγειν τὴν ἤδη προοικοδομηθεῖσαν ἐν αὐτῷ πίστιν διερωτᾷ.

λείπει γὰρ αὐτῷ τοῦτο μόνον προηυτρεπισμένῳ πρὸς ἐκεῖνο καθάπερ εἰρήκαμεν. <Καὶ εἶπεν ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.> Εἰς τίνα προσήκοι πιστεῦσαι διερωτώμενος, ἑαυτὸν ἐπιδεικνύει, καὶ οὐχ ἁπλῶς Ἐγώ εἰμι λέγων, ἀλλὰ τὸν ὁρώμενόν τε καὶ προσλαλοῦντά φησι τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ὠφελείας τῆς ἡμετέρας πανταχῇ προνοῶν, καὶ τὰ εἰς πίστιν βοηθήματα τὴν ἀπλανῆ τε καὶ ἀδιάστροφον ἐξυφαίνων ποικίλως, ἵνα μὴ δοκοῦντες εὐσεβεῖν εἰς βρόχους καὶ πάγην ἐμπέσωμεν διαβολικὴν, τοῦ μυστηρίου τὴν ἀλήθειαν ἀσυνέτως ἀποτρεπόμενοι. ἤδη γάρ τινες καὶ τῶν δοκούντων εἶναι Χριστιανῶν, οὐ συνέντες ἀκριβῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν σκοπὸν, ἀποδιελεῖν τετολμήκασι τοῦ Θεοῦ Λόγου τὸν ἐκ γυναικὸς δι᾽ ἡμᾶς ληφθέντα ναὸν, καὶ εἰς υἱῶν κατεμέρισαν δυάδα τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν, καὶ ὅτι γέγονεν ἄνθρωπος· διὰ γὰρ πολλὴν ἀποπληξίαν ἀπαξιοῦσι κατὰ τὸ εἰκὸς ὁμολογεῖν, ὃ καὶ δράσαι δι᾽ ἡμᾶς οὐκ ἀπηξίωσεν ὁ Μονογενής.

αὐτὸς γὰρ “ἐν μορφῇ Θεοῦ ὑπάρχων” κατὰ τὸ γεγραμμένον, “οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ”ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,” ἵνα γένηται καθ᾽ ἡμᾶς ἄνθρωπος δηλαδὴ χωρὶς ἁμαρτίας· οἱ δὲ φρονοῦσιν ἐκτόπως ἐπιτιμῶντες τρόπον τινὰ τῇ θείᾳ καὶ φιλανθρώπῳ βουλῇ, παρωσάμενοι δὲ ὅσον εἰς οἰκείας ἐννοίας τῆς ἀληθοῦς υἱότητος τὸν ἐκ γυναικὸς ληφθέντα ναὸν, οὐ παραδέχονται τὴν ταπείνωσιν, πολὺ δὲ τῆς ἀληθείας ἀπεσφαλμένην ἐπινοοῦντες δόξαν, ἕτερον μὲν εἶναί φασι τὸν ἐκ Θεοῦ Πατρὸς Υἱὸν Μονογενῆ, τουτέστι, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Λόγον, ἕτερον δὲ πάλιν τὸν ἐκ γυναικὸς υἱόν. εἶτα τῆς θεοπνεύστου γραφῆς Υἱὸν καὶ Χριστὸν ἀνακηρυττούσης ἕνα, πῶς οὐχὶ ἁπάσης εἰσὶ δυσσεβείας ἀνάπλεῳ διατέμνοντες εἰς δύο τὸν ἕνα καὶ ἀληθῶς Υἱόν; ᾗ μὲν γάρ ἐστι Θεὸς Λόγος, ἕτερος νοεῖται παρὰ τὴν σάρκα· ᾗ δὲ σάρξ ἐστιν, ἕτερόν τι νοεῖται παρὰ τὸν Λόγον· ᾗ δὲ γέγονεν ἄνθρωπος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀργήσει παντελῶς τὸ ἕτερος καὶ ἕτερος διὰ τὴν ἄῤῥητον ἕνωσίν τε καὶ σύνοδον. εἷς γὰρ καὶ μόνος Υἱὸς, καὶ πρὸ τῆς πρὸς σάρκα συνόδου, καὶ ὅτε συνῆλθε σαρκί· διὰ δὲ τῆς σαρκὸς ὁλοκλήρως τὸν ἄνθρωπον ὀνομάζομεν, τὸν ἐκ ψυχῆς καὶ σώματος λέγω.

διὰ ταύτην οὖν ἄρα τὴν πρόφασιν, προνοητικώτατα πάλιν ὁ Κύριος Τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν Ἐγώ· ἦν γὰρ δή τινας, ὡς εἰκὸς, ἀσυνέτως ὑπολαμβάνειν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τῶν δοκούντων ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν προαποδείξας διὰ τοῦ εἰπεῖν Καὶ ἑώρακας αὐτόν· καὶ τὸν ἐνοικοῦντα αὐτὸν τῇ σαρκὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν εἰπεῖν καὶ ἐνεγκεῖν Καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν· οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ᾽ ἑαυτὸν εἶναί φησι, καὶ τὸν τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς λαλιᾶς γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινάς Ὁ ἄνθρωπος τοῦ Χριστοῦ· Θεὸς γὰρ ὢν γέγονεν ἄνθρωπος ἀδιαίρετος ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς καὶ μετὰ σαρκὸς, τελεωτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. <Ὁ δὲ εἶπε Πιστεύω, Κύριε. καὶ προσεκύνησεν αὐτόν.> Ὀξὺς εἰς ὁμολογίαν τὴν ἐπὶ τῇ πίστει φημὶ, καὶ θερμὸς εἰς εὐσέβειαν ὁ ποτὲ τυφλός.

ἐπειδὴ γὰρ ἔγνω παρόντα τε καὶ ὁρώμενον τὸν ἀληθῶς Υἱὸν τὸν Μονογενῆ, προσεκύνησεν ὡς Θεῷ, καίτοι βλέπων αὐτὸν ἐν σαρκὶ, δόξαν οὐκ ἔχοντα τὴν ὄντως θεοπρεπῆ, πεφωτισμένος δὲ τὴν καρδίαν ἀπὸ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐξουσίας, ἀναλόγως εἰς ἐννοίας ἀναπηδᾷ σοφάς τε καὶ ἀγαθὰς, καὶ τῆς θείας αὐτοῦ καὶ ἀῤῥήτου φύσεως τὸ κάλλος καταφαντάζεται· οὐ γὰρ ἂν προσεκύνησεν ὡς Θεὸν, εἰ μὴ Θεὸν εἶναι πεπίστευκεν, ἀπὸ τοῦ γεγονότος εἰς αὐτὸν καὶ παραδόξως τετελεσμένου θαύματος ἐπὶ τὸ φρονεῖν οὕτω παιδαγωγούμενος. ἐπειδὴ δὲ ὅλην τὴν ἐπ᾽ αὐτῷ πραγματείαν εἰς τὸ τῶν ἐθνῶν μετηγάγομεν πρόσωπον, φέρε δὴ περὶ τούτου λέγωμεν πάλιν. βλέπε γάρ μοι πληροῦντα διὰ τῆς προσκυνήσεως τῆς ἐν πνεύματι λατρείας τὸν τύπον, εἰς ὃν ἐχειραγωγήθη τὰ ἔθνη διὰ τῆς πίστεως. βουθυσίαις γὰρ καὶ λιβανωτοῖς καὶ ταῖς τῶν ἑτέρων ζῴων προσαγωγαῖς, θεραπεύειν ἦν ἔθος τῷ Ἰσραὴλ τὸν ἁπάντων Κύριον κατ᾽ ἐπίταγμα νομικόν· οἱ δὲ ἐξ ἐθνῶν πεπιστευκότες, οὐ ταύτην ἴσασι τῆς λατρείας τὴν ὁδὸν, ἐτράποντο δὲ τὴν ἑτέραν, τουτέστι, τὴν πνευματικὴν, ἣν δὴ καὶ μάλιστα φίλην αὐτῷ καὶ ἡδίονά φησιν εἶναι Θεός. οὐ γὰρ “φάγομαι κρέα ταύρων, φησὶν, ἀλλ᾽ οὐδὲ ”αἷμα τράγων πίομαι.”

θύειν δὲ μᾶλλον ἡμῖν ἐπιτάττει “θυσίαν αἰνέσεως,” τουτέστι, τὴν μετ᾽ ᾠδῆς προσκύνησιν, εἰς ἣν ὅτι πάντως ἀναβήσεται τὰ ἔθνη διὰ τῆς πίστεως ἐν Ἁγίῳ Πνεύματι θεωρήσας ὁ μελῳδὸς ὡς πρὸς τὸν Κύριον ἡμῶν καὶ Σωτῆρά φησιν “Πᾶσα ἡ γῆ προσκυνησάτωσάν ”σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου.” ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς νομικῆς λατρείας ἐν ἀμείνοσιν οὖσαν ἐπιδεικνὺς τὴν πνευματικὴν, πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκά φησι “Πίστευέ ”μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ “οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. ἀλλ᾽ ”ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ “προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ ”γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. “πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύ- ”ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.” διαλογιζόμεθα δὲ φρονοῦντες ὀρθῶς τούτῳ διαπρέπειν τῷ τρόπῳ καὶ τοὺς ἁγίους ἀγγέλους, καὶ ὥσπερ τινὰ δορυφορίαν πνευματικὴν προσκομίζειν Θεῷ τὴν προσκύνησιν. καὶ γοῦν ὅτε τὴν θεοπρεπῆ προάγειν τιμὴν τῷ Πρωτοτόκῳ καὶ Μονογενεῖ τὸ Πνεῦμα τοῖς ἄνω διεκελεύετο “Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, ”πάντες ἄγγελοι Θεοῦ.” ἀλλὰ καὶ ὁ θεῖος ἡμᾶς ψαλμῳδὸς πρὸς τοῦτο λέγων ἐκάλει “Δεῦτε προσκυνήσωμεν καὶ προσ- ”πέσωμεν αὐτῷ.”

καὶ μακρηγορεῖν μὲν ἦν ἐπὶ τούτοις οὐ χαλεπόν· μέτρον δὲ τοῖς εἰρημένοις ἐπιθέντες τὸ πρέπον, τῆς τῶν ῥητῶν παραθέσεως πρὸς τὸ παρὸν ἀφεξόμεθα. πλὴν ἐκεῖνο πάλιν ἀναμνήσωμεν, ὅτι τῆς τῶν ἐθνῶν λατρείας τὸν τύπον ἀπεπλήρου καλῶς ὁ ποτὲ τυφλὸς, τῇ τῆς πίστεως ὁμολογίᾳ γείτονα τιθεὶς τὴν προσκύνησιν. <Καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.> Τῆς ἀναδείξεως, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν αἰτίαν ἡμῖν ἐξηγούμενος διὰ φωνῆς Ἡσαΐου φησὶν ὁ Χριστός “Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελί- ”σασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις “ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.” ἀλλὰ καὶ ἑτέρωθί που φησίν “Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ”ἰδεῖν.” ὅτε τοίνυν ταύτης ἕνεκα τῆς αἰτίας κεχειροτονῆσθαι λέγει παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κηρύξῃ τυφλοῖς τὴν ἀνάβλεψιν, πῶς ἐνθάδε φησίν Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται; “Ἆρα οὖν, ἐρεῖ τις, Χριστὸς ἁμαρτίας ”διάκονος, κατὰ τὴν τοῦ Παύλου φωνήν; μὴ γένοιτο·” ἀφίκετο μὲν γὰρ ἐξανύσων τὸν ἐξ ἡμερότητος τῆς εἰς ἡμᾶς προτεθέντα σκοπὸν, τουτέστι, καταφωτίσαι σύμπαντας τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ.

δεινοὶ δὲ πρὸς ἀπείθειαν ὑπάρχοντες Ἰουδαῖοι τὴν καταλαμπρύνουσαν αὐτοὺς οὐ παρεδέξαντο χάριν, αὐτόκλητον ὥσπερ ἐφ᾽ ἑαυτοὺς καλοῦντες τὸν σκοτισμόν. καὶ γοῦν γέγραπται περὶ αὐτῶν ἐν προφητικοῖς μηνύμασιν “Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς ”σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.” ὅσον γὰρ ἧκεν εἰς τὸ τοῦ νόμου κήρυγμα, περιέμενον Ἰουδαῖοι τήν τε αὐγὴν καὶ τὸ φῶς, τουτέστι Χριστόν. ἥξειν γὰρ καὶ παρεδέχοντο, καὶ προσεδόκων αὐτὸν, ἀλλ᾽ οἱ κατὰ τοῦτο δοκοῦντες εὐσεβεῖν, ἐν ἀωρίᾳ περιεπάτησαν, τουτέστιν, ἐν σκότῳ βαθεῖ, οὐχ ἑτέρου τινὸς αὐτοῖς γεγονότος αἰτίου τοῦ παθεῖν τὸν σκοτισμὸν, ἀλλὰ ταῖς σφῶν αὐτῶν ἀπειθείαις αὐτεπίσπαστον ἐφ᾽ ἑαυτοῖς ἐχόντων τὴν νόσον. παραγέγονα τοίνυν, φησὶ, τυφλοῖς ἐπιδώσων τὸ βλέπειν διὰ τῆς πίστεως, ἡ δὲ τῶν ἀχειραγωγήτων καὶ ἀνυποτάκτων ἄτεγκτος γνώμη πολὺ βλέπουσα πρὸς ἀπείθειαν εἰς κατάκριμα γενέσθαι παρεσκεύασεν αὐτοῖς τὴν τοῦ φωτίζοντος ἄφιξιν. ἐπειδὴ γὰρ οὐ πιστεύουσι, κατακρίνονται. τοῦτο δέ σοι σαφέστερον καὶ δι᾽ ἑτέρων εἴρηκεν ὁ Σωτήρ “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ”πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ “ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ ”τοῦ Θεοῦ.”

χαριέντως τοιγαροῦν ἀπὸ τοῦ παρακειμένου καὶ ἐν χερσὶν ὄντος διαλέγεταί τε πράγματος, καὶ τὸ παραδόξως ἀποτελεσθὲν ἐπὶ τῷ ποτε τυφλῷ ῥίζαν ὥσπερ ποιεῖται τῷ λόγῳ· ἀναβλέψαι μὲν γὰρ αὐτὸν οὐ κατὰ σῶμα μόνον, ἀλλὰ καὶ ὅσον εἰς νοῦν διισχυρίζεται, διὰ τὸ παραδέξασθαι τὴν πίστιν, παθεῖν δὲ τὸ ἐναντίον τοὺς Φαρισαίους· οὐ γὰρ ἐθεάσαντο τὴν δόξαν αὐτοῦ, καίτοι φανότατα διαλάμπουσαν, καὶ ἐν τῷ μεγίστῳ καὶ νεαρῷ θαύματι. <Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;> Προσεδρεύουσιν οἱ Φαρισαῖοι καὶ συμβαδίζειν ἐπείγονται τῷ Σωτῆρι Χριστῷ, καίτοι πικρὸν εἰς καρδίαν ἔχοντες βέλος, καὶ λύπῃ καὶ φθόνῳ διατηκόμενοι διὰ τὴν δόξαν αὐτοῦ· συμβαδίζουσι δὲ ὅμως τροφὰς τῷ μίσει συλλέγοντες, καὶ πολυτρόπους τοῖς θαύμασι συκοφαντίας ἀρτύοντες, παραλύοντές τε διὰ τοῦτο τῶν εὐπειθεστέρων τὴν ἀκακοήθη διάνοιαν. ἐπειδὴ δὲ ταῦτα λέγοντος διεπυνθάνοντο τοῦ Χριστοῦ, διεπρίοντο πάλιν, οὐ γὰρ ἦν εἰκὸς ἀγνοεῖν ὅτι τέτραπται πρὸς αὐτοὺς ὁ τοῦ λόγου σκοπός.

ἐπειδὴ δὲ ἀπολελυμένως ἔτι καὶ ἀδιορίστως εἴρητο παρ᾽ αὐτοῦ, τό “Ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται·” οὔπω καιρὸν ἔχοντες ἐγκαλεῖν εὐλόγως ὡς ὑβρισμένοι, διερωτῶσι πανούργως τῶν εἰρημένων τὴν δύναμιν εἰς τὸ οἰκεῖον περιέλκοντες πρόσωπον, καὶ σαφέστερον ὥσπερ ἀξιοῦντες εἰπεῖν, εἰ καὶ αὐτοὺς εἶναι λέγοι τυφλοὺς, ἵνα δὴ πάλιν ὡς νομικὴν ἐντολὴν ἀδικήσαντα κατακρίνωσιν. ᾔδεσαν γὰρ ἄνω καὶ κάτω τὰ Μωυσέως γράμματα περινοστοῦντες ὅτι γέγραπται “Ἄρχοντα τοῦ ”λαοῦ σου οὐκ ἐρεῖς κακῶς.” ἢ τοίνυν ὑβρίζεσθαι προσδοκήσαντες τὰ τοιαῦτά φασιν, ἵνα δοκεῖεν εὐλόγως ἐπιφύεσθαι καὶ ἀγανακτεῖν καὶ ἀκατηγόρητον ἤδη ποιεῖσθαι τὴν ἐπιβουλὴν τὴν ἐπὶ Χριστοῦ, ἢ καὶ ἀληθῶς ἔχοντές τι πικρότερον εἰς νοῦν, καὶ συκοφαντίας εἶδος τὸ αὐτοῖς πρέπον ὠδίνοντες. ἐπειδὴ γὰρ ἔφη Χριστός “Εἰς κρῖμα ἐγὼ εἰς τὸν ”κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν,” ὑπεδήλου δὲ διὰ τούτων τοῦ τυφλοῦ τὴν ἀνάβλεψιν, οὐ δυνηθέντες ὑπενεγκεῖν τοῦ παραδόξου τὴν ἀνάμνησιν, ἀντεγείρονται πάλιν διατεθηγμένοι τῷ φθόνῳ, καὶ ἀντιπράττειν ἐπιχειροῦσι τοῖς παρ᾽ αὐτοῦ μονονουχὶ λέγειν οὐ παραιτούμενοι Δεινὰ κομπάζεις, ὦ οὗτος, κατορθώσας οὐδὲν ὧν εἰργάσθαι νομίζεις, ἀλλ᾽ ἆρα μὴ βούλει, φασὶ, καὶ ἐφ᾽ ἡμῶν αὐτῶν πλάττεσθαι τὴν θαυματουργίαν, ἆρα μὴ παρέσται σοι λέγειν ὅτι καὶ ἡμᾶς ὄντας τυφλοὺς τεθεράπευκας;

βούλει σοι περιθῶμεν τὴν ἰατροῦ δόξαν καὶ θαυματουγοῦ, ψευσάμενοι κατ᾽ ἐκεῖνον, ὃν φῂς ἀναβλέψαι γεννηθέντα τυφλόν; μὴ καὶ ἡμᾶς ἄρα συκοφαντήσεις ἀποτολμήσας εἰπεῖν τὰ ἐπ᾽ ἐκείνῳ; πονηρὸς οὖν ἄρα καὶ σφόδρα πικρὸς τῶν Φαρισαίων ὁ λόγος διαγελώντων τὰ ἐπ᾽ ἐκείνῳ, καὶ συκοφαντίαν εἶναι μᾶλλον οἰομένων ἤπερ ἀλήθειαν· δυσωπεῖ γὰρ οὐδὲν τὸν ἀγνώμονα. <Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· αἱ ἁμαρτίαι ὑμῶν μενοῦσι.> Κατατήκει πάλιν αὐτοὺς ὁ Σωτὴρ τέχνῃ κεράσας τὸν ἔλεγχον. λοιδορίας μὲν γὰρ ἁπάσης ἀποφοιτᾷ, δυσωπεῖ δὲ τῆς ἀληθείας παρατιθεὶς τὴν δύναμιν· ἐπ᾽ οὐδενὶ δὲ χρησίμῳ τὸ βλέπειν ἔχοντας ἀποδείκνυσι, μᾶλλον δὲ καὶ τοῦ μηδόλως ὁρῶντος πεσόντας ἐν χείροσιν. ἄνθρωπος μὲν γὰρ ὁ τυφλὸς, φησὶ, τῷ τεθεᾶσθαι μηδὲν τῶν παραδόξως ἀποτελουμένων, ἔξω βέβηκεν ἁμαρτίας, καὶ ἀνυπαίτιός πως ὑπάρχει· οἱ δὲ τῶν θαυμάτων ἐπόπται καὶ θεωροὶ διὰ πολλὴν ἀβουλίαν καὶ κακόνοιαν τὴν ἐξ αὐτῶν οὐ παραδεξάμενοι πίστιν, δυσαπόνιπτον ἔχουσι τὴν ἁμαρτίαν, καὶ δυσεξίτητον ὄντως τὴν ἐπὶ τούτῳ κατάκρισιν.

ἐπὶ μὲν οὖν τῆς σωματικῆς τυφλότητός τε καὶ ἀναβλέψεως τῇδε νοεῖν οὐκ ἀπίθανον· ἀναλόγως δὲ διαβαίνοντες εἰς τὸ νοητὸν, καὶ τὴν ἴσην ἐντεῦθεν ἀναματτόμενοι τῷ λόγῳ δύναμιν πάλιν ἐροῦμεν, ὡς ἄνθρωπος μὲν ὁ ἀσύνετος εὐλογωτάτην ἂν τὴν ἐπὶ τοῦ δικάζοντος αἰτήσαι συγγνώμην, ὁ δὲ ὀξὺς εἰς νόησιν καὶ συνεὶς τὸ συμφέρον, εἶτα τοῖς αἰσχίοσι τῆς ἑαυτοῦ διανοίας καταπωλήσας τὴν ῥοπὴν, καὶ τὸ νικᾶν ἡδοναῖς οὐ τῷ χρησίμῳ δωρούμενος, ἀναισχύντως αἰτήσει τὸν ἔλεον, καὶ παραίτησιν τὴν ἐπὶ τῷ κολάζεσθαι δεῖν οὐδαμόθεν ἕξει βοηθουμένην, ἀπολεῖται δὲ καὶ σφόδρα δικαίως ἀσυνηγόρητον ἐφ᾽ ἑαυτῷ τηρήσας τὴν ἁμαρτίαν. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς αὐτὸ δὴ τοῦτο κατασημαίνων ἐν εὐαγγελίοις φησίν “Ὁ εἰδὼς τὸ ”θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται “πολλάς·” ἀγνοίας μὲν γὰρ ἐπὶ τῷ μὴ εἰδότι τὰ ἐγκλήματα, καταφρονήσεως δὲ τῆς ἐσχάτης ἐπὶ τῷ νενοηκότι, καὶ τὸ δρᾶν ἀβούλως ἐξωθουμένῳ. ἐπιτήρει δὲ πάλιν ὅπως κἀν τούτῳ γέγονεν ἀσφαλὴς τοῦ Σωτῆρος ὁ λόγος· οὐ γὰρ δή φησιν ἀποφαντικῶς Ὅτι βλέπετε, ἀλλ᾽ Ὑμεῖς, φησὶ, λέγετε ὅτι βλέπομεν. ἦν γὰρ δὴ καὶ λίαν ἀτοπώτατον σύνεσιν ἐπιμαρτυρεῖν τοῖς οὕτω τυφλὸν καὶ ἀπεσβηκότα φοροῦσι τὸν νοῦν, ὡς τολμῆσαι φάναι περὶ αὐτοῦ “Ἡμεῖς οἴδαμεν ”ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.”

αὐτοκατάκριτοι τοιγαροῦν Ἰουδαῖοι βλέπειν μὲν ἑαυτοὺς διαβεβαιούμενοι, πράττοντες δὲ τὸ σύμπαν οὐδὲν ὧν ἔδει δρᾶν, καὶ λίαν εὐτόνως, καὶ γινώσκοντες μὲν τοῦ Κυρίου τὸ θέλημα, περιφρονοῦντες δὲ οὕτως ὡς καὶ τοῖς ἀρίστοις ὑπαντιάζειν θαύμασιν. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων· τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά· ὅταν δὲ πάντα τὰ ἴδια ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.> Δόξειεν μὲν ἂν καὶ μάλα εἰκότως τοῖς ἀβασανίστως ἐπακροωμένοις οὐ λίαν εὐκαίρως ὁ τῆς προκειμένης παραβολῆς εἰσπεφορῆσθαι λόγος· τυφλότητος γὰρ ἀναβλέψεώς τε πέρι διαλεγόμενος, περὶ προβάτων εὐθὺς, αὐλῆς τε καὶ θύρας ποιεῖται τοὺς λόγους. ἀλλ᾽ ὅτῳ σοφὸς ἐνῴκισται νοῦς, καὶ περιεργότερον τοῖς θεωρήμασι προσβάλλειν ἐσπούδασται, κατόψεται πάλιν ἐπ᾽ εὐθείας ὥσπερ ἰόντα τὸν λόγον, καὶ μηδαμόσε τοῦ πρέποντος ἀπεσφαλμένον. ὃ δὲ πολλάκις εἶπον ἐρῶ καὶ εἰσαῦθις ἀναλαβών.

ἔθος τῷ Σωτῆρι Χριστῷ μὴ πρὸς μόνους ἀποκρίνασθαι τοὺς διὰ φωνῆς ἀποκτυπηθέντας λόγους, ὅταν αὐτῷ προσίωσί τινες, ἀλλ᾽ ἐπείπερ ὁρᾷ καὶ νεφροὺς καὶ καρδίας, καὶ πρὸς ἐνθυμήσεις ἀπολογεῖσθαι μόνας· “πάντα γὰρ αὐτῷ γυμνὰ καὶ τετραχηλισμένα, καὶ ”οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ·” διά τοι τοῦτο καὶ πρὸς ἕνα τῶν ἁγίων φησί “Τίς οὗτος ὁ κρύπτων με βουλὴν, ”συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;” ἐπειδὴ τοίνυν τὸ τῶν Φαρισαίων ἀνόσιον στῖφος κακούργως διεπυνθάνετο, καθάπερ ἐλέγομεν ἀρτίως, εἰ καὶ αὐτοὶ τυφλοί εἰσιν, ἵνα λέγων ἀληθῶς ὅτιπέρ εἰσι, τυφλοὶ δηλονότι, καταδικάζηται πάλιν ὡς τοῖς ἡγουμένοις διαλοιδορησάμενος, καὶ κακῶς εἰρηκὼς τοὺς ἄρχειν λαχόντας λαῶν· ἐφρόνουν γὰρ ἐπὶ τούτῳ μέγα τι καὶ ἐξαίσιον· ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ταύτῃ πάλιν αὐτῶν τῇ διενθυμήσει μαχόμενος, εἰσκομίζει χρησίμως τὴν παραβολὴν, ἀμυδρότερόν πως καὶ ὡς ἐν αἰνίγμασιν ὑποδηλῶν ὡς οὐχ ἕξουσιν ἐκ πλεονεξίας τὸ καθηγεῖσθαι βεβαίως, ἀλλ᾽ οὐδὲ πάγιον αὐτοῖς προσέσται τὸ ἀξίωμα τὸν τούτου δοτῆρα τὸν Θεὸν ἐξ ἀλαζονείας ὑβρίζουσι· διδάσκει δὲ ὅτι τοῦτο προσέσται μόνοις τοῖς δι᾽ αὐτοῦ καλουμένοις εἰς λαῶν ἡγεμονίαν. θύραν τοιγαροῦν ἑαυτὸν εἶναί φησιν εἰσφέροντα διὰ βουλῆς ἰδίας εἰς τὸ καθηγεῖσθαι ποιμνίων τῶν λογικῶν τὸν ἐπιστήμονα καὶ φιλόθεον.

κλέπτην δὲ καὶ λῃστὴν ἀποκαλεῖ καὶ ἀλλαχόθεν ἀναβαίνοντα τὸν ἐκ βίας καὶ τυραννίδος τὴν οὐ δοθεῖσαν αὐτῷ τιμὴν δύνασθαι λαβεῖν οἰόμενον, ὁποῖοί τινες ἦσαν περὶ ὧν δήπου φησὶ δι᾽ ἑνὸς τῶν προφητῶν, ὅτι “Ἐβασί- ”λευσαν καὶ οὐ δι᾽ ἐμοῦ, ἦρξαν καὶ οὐ διὰ τοῦ Πνεύματός “μου.” αἰνίττεται δὲ διὰ τούτων ὡς εἴπερ αὐτοῖς καθ᾽ ἡδονὴν τὸ ἡγεμονεύειν ἐστὶ τῶν λαῶν, δεήσει πιστεύσαντας καὶ τὸ θεῖον παραδεξαμένους κήρυγμα δι᾽ αὐτοῦ πρὸς τοῦτο δραμεῖν, ἵνα καὶ ἀκλόνητον καὶ καλῶς ἱδρυμένην ἔχοιεν τὴν ἀρχὴν, ὃ δὴ καὶ γέγονεν ἔν τε τοῖς ἁγίοις ἀποστόλοις, καὶ τοῖς μετ᾽ ἐκείνους τῶν ἁγίων ἐκκλησιῶν διδασκάλοις, οἷς καὶ ὁ θυρωρὸς ἀνοίγει, τουτέστιν, ἢ ὁ τεταγμένος ἄγγελος εἰς τὸ ταῖς ἐκκλησίαις ἐπιστατεῖν καὶ συμπράττειν τοῖς ἱερᾶσθαι λαχοῦσιν εἰς τὰς τῶν λαῶν ὠφελείας, ἢ πάλιν αὐτὸς ὁ Σωτὴρ, αὐτὸς καὶ θύρα καὶ τῆς θύρας ὑπάρχων Κύριος. καταπείθεσθαι γεμὴν καὶ ὑπείκειν ὀρθῶς τῇ τοῦ ποιμαίνοντος φωνῇ τὴν τῶν προβάτων ἀγέλην εὖ μάλα διισχυρίζεται, παραιτεῖσθαι δὲ καὶ λίαν ἐσπουδασμένως τὴν τῶν ἀλλοτριῶν φωνὴν, ἵνα πρᾶγμα νοῇς ἀληθὲς ἐπὶ τὸ γενικώτερον ἐκπλατύνων τοῦ λόγου τὴν δύναμιν. διδάσκομεν γὰρ ἐν ἐκκλησίαις τὰ διὰ τῆς θεοπνεύστου γραφῆς παρακομίζοντες δόγματα, καὶ ὥσπερ τινὰ τροφὴν πνευματικὴν τὸν εὐαγγελικόν τε καὶ ἀποστολικὸν παρατιθέντες λόγον.

κατήκοοι δὲ τῶν τοιούτων εἰσὶν οἱ πιστεύοντες εἰς Χριστὸν, καὶ ἀδιαστρόφῳ διαπρέποντες τῇ πίστει, παραιτοῦνται δὲ πρὸς τὰς τῶν ψευδοποιμένων φωνὰς, καὶ ὡς ὀλέθριον ἀποτρέπονται πάθος. τί οὖν ἄρα τὸ ἐντεῦθεν, ἐρεῖ τις, τοῖς φαρισαίοις ὑποδηλούμενον; συνελὼν ὡς ἐν βραχεῖ τε καὶ κεφαλαιώδει λόγῳ πάλιν ἐρῶ. ἑαυτὸν ἐπιδεικνύει, καὶ τῆς αὐλῆς κύριον καὶ θύραν καὶ θυρωρὸν, ἵνα δὴ μάθοιεν ἀκριβῶς ὡς οὐχ ἕξουσι τῆς ἡγεμονίας ἱδρυμένην τὴν στάσιν, εἰ μὴ δι᾽ αὐτοῦ πρὸς ταύτην ἰόντες τὸ θεόσδοτον ἔχοιεν ἀγαθόν. προστιθεὶς δὲ ὅτι τὰ πρόβατα τοῖς ἰδίοις καταπείθεται ποιμέσι, τῶν δὲ ἀλλοτρίων ἐξάλλεται, πάλιν εὐφυῶς ὑπαινίττεται ὡς ἐπιστατήσουσι μὲν οὐδαμῶς αὐτοὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν, ἀποφοιτήσει δὲ πάλιν τῆς παρ᾽ αὐτοῖς διδασκαλίας τὰ πρόβατα, καὶ τοῖς δι᾽ αὐτοῦ ποιμέσι προσκείσεται. <Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.> Ἁπλοῦς τῶν ἁγίων ὁ λόγος, καὶ τῆς Ἑλλήνων περιεργίας ἀπηλλαγμένος· “Ἐξελέξατο γὰρ ὁ Θεὸς τὰ μωρὰ τοῦ ”κόσμου, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἵνα καταισχύνῃ “τοὺς σοφούς.” κατεχρήσατο τοίνυν τῷ τῆς παροιμίας ὀνόματι· καλεῖ γὰρ οὕτω τὴν παραβολήν· τάχα δὲ ὅτι μέμικταί πως ἀεὶ τῶν τοιούτων ὁ χαρακτὴρ καὶ δι᾽ ἀμφοῖν ὡς δι᾽ ἑνὸς νοεῖται τὸ δηλούμενον.

πλὴν ἐκεῖνό φαμεν ὡς ἀποθαυμάζει σφόδρα τὴν τῶν Ἰουδαίων ἀσυνεσίαν ὁ θεσπέσιος Εὐαγγελιστής. ὡς γὰρ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διαμαρτύρεται, πέτραις ἢ σιδήρῳ παραπλησίαν ἔχουσι τὴν διάνοιαν, οὐδὲν τὸ παράπαν τῶν ἐπωφελῶν ἀκροαμάτων εἰσδέχεσθαι μελετήσασαν. διὰ τοῦτο πρὸς αὐτοὺς ἐλέγετο διὰ φωνῆς Ἰωὴλ τοῦ προφήτου “Διαῤῥήξατε τὰς καρδίας ”ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.” Δοκεῖ δέ μοι πάλιν οὐκ ἀπερισκέπτως εἰπεῖν ὁ τοῦ βιβλίου συγγραφεὺς, ὅτι ταύτην τὴν παραβολὴν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, οἱ δὲ οὐ συνῆκαν, φησὶ, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. ἐκφωνεῖ δὲ ταύτην μετ᾽ ἐμφάσεως οὐ μικρᾶς. ἐν ἴσῳ γὰρ εἰ λέγοι σαφῶς Οὕτως ἀφιστᾶσι τοῦ δύνασθαί τι συνιέναι τῶν ἀναγκαίων οἱ Φαρισαῖοι, καίτοι δοκησισοφοῦντες ἐκτόπως, ὥστε ταύτην οὐ συνῆκαν τὴν παραβολὴν, τὴν οὕτως εὐκάτοπτον καὶ λελευκασμένην, ἐν ᾗ δυσχερὲς οὐδὲν, οὐ καμπύλον εἰς νόησιν, οὐ χαλεπὸν εἰς κατάληψιν.

διαγελᾷ δὲ πρεπόντως τὴν Ἰουδαϊκὴν δυσβουλίαν, ἐπείπερ αὐτοῖς τὸ μηδὲν εἶναι Χριστὸς κατεφαίνετο, καίτοι τὰ ὑπὲρ νόμον διδάσκων, καὶ πολὺ τῆς Μωυσέως χαριεστέραν ποιούμενος τὴν ὑφήγησιν. <Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.> Ἔγνω δὴ πάντως κατὰ τὴν φύσιν ὑπάρχων Θεὸς καὶ τὰ ἐν τῷ βάθει κείμενα βλέπων, ὡς οὐδὲν τῶν παρ᾽ αὐτοῦ λεγομένων συνῆκεν ὁ Φαρισαῖος, καίτοι μεγάλα φρονεῖν εἰωθὼς ἐπί τε νομομαθείᾳ, καὶ ἐπὶ τῷ δοκεῖν εἶναι σοφὸς ἀσυγκρίτως ἐξωφρυωμένος. διὰ τοῦτο φανοτάτην αὐτοῖς ποιεῖται τὴν ἐξήγησιν, καὶ ἀναμηρυσάμενος ὥσπερ τὸν διὰ τῶν μακρῶν λόγον ἐν ὀλίγοις κομιδῆ τὸν τῆς παροιμίας διαμηνύει σκοπόν. ἀγαθὸς γὰρ ὢν φύσει, χειραγωγεῖ πρὸς κατάληψιν καὶ οὐκ ὄντας ἀξίους, ὡς τάχα τις αὐτοῖς ὠφελείας ἐλλάμψοι τρόπος. ἑαυτὸν δέ φησιν ἐναργῶς τῶν προβάτων εἶναι τὴν θύραν, πρᾶγμα διδάσκων ὁμολογούμενον· μόνης γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν εἰσελαύνομεν, καὶ μάρτυς αὐτὸς ἐπὶ τούτῳ λέγων “Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.”

ἢ τοίνυν τοιοῦτόν τι σημαίνειν βούλεται ἢ, ὅπερ ἐστὶ τοῖς προκειμένοις θεωρήμασι πρεπωδέστερον, ἀπολευκαίνει πάλιν ὡς δι᾽ αὐτοῦ πρὸς ἡγεμονίαν καὶ τὸ καθηγεῖσθαι τῶν λογικῶν ποιμνίων ἐρχόμεθα, κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου “Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ᾽ ὁ καλούμενος ”ὑπὸ τοῦ Θεοῦ.” καὶ γοῦν οὐδεὶς ἑαυτὸν ἀνέδειξε τῶν ἁγίων προφητῶν, ἀλλ᾽ οὐδὲ ὁ λαμπρὸς καὶ μέγας τῶν ἀποστόλων χορὸς ἑαυτὸν εἰς τοῦτο κεκληκὼς ἁλώσεται. ἀνεδείχθη γὰρ διὰ θελήσεως τοῦ Χριστοῦ καλέσαντος εἰς ἀποστολὴν αὐτοὺς κατ᾽ ὄνομα, καὶ καθ᾽ ἕνα, καθά φησιν ἐν τῇ προκειμένῃ παροιμίᾳ. ἴσμεν γὰρ ὅπως ἐν εὐαγγελίῳ τῷ κατὰ Ματθαῖον συνετέθη μὲν ἐφεξῆς τὰ τῶν ἀποστόλων ὀνόματα, εἶτ᾽ εὐθὺς ἐπενήνεκται τῆς ἀναῤῥήσεως ὁ τρόπος· “τούτους” γάρ φησι “τοὺς δώδεκα” ἀνέδειξεν ὁ Σωτὴρ, “οὓς καὶ ”ἀποστόλους ὠνόμασεν.” ἀρχοντιῶντα τοιγαροῦν τὸν ἀπόπληκτον Φαρισαῖον, καὶ οὐ μετρίως ἐκκεκαυμένον ὁρῶν πρὸς τὸ τῆς ἡγεμονίας ὄνομά τε καὶ πρᾶγμα, διδάσκει χρησίμως ἑαυτὸν ὄντα καὶ τοῦ καθηγεῖσθαί τισι χορηγὸν καὶ πρὸς τοῦτο ῥᾳδίως εἰσκομίζειν ἰσχύοντα.

θύρα γὰρ ὢν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, εἰσδέξεται μὲν τὸν ἐπιτήδειον, ἀποτειχιεῖ δὲ τῷ μὴ τοιούτῳ τὴν εἰς τὸ εἴσω πάροδον. <Πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.> Πανταχόθεν τὴν ἀτίθασον τῶν Φαρισαίων καταγοητεύων διάνοιαν, καὶ πρὸς ἔμφρονα μετατιθεὶς λογισμὸν, πειρᾶται δεικνύειν ὡς ἀνόνητόν τι χρῆμα καὶ σφαλερώτατον, τὸ καθηγεῖσθαι τολμᾶν, οὐ διὰ τῆς ἄνωθεν χειροτονίας, οὐδὲ διὰ τῆς θείας βουλήσεως, ἀλλ᾽ ἐξ ἀνθρωπίνης ἀπονοίας οἰομένους ὅτι περιέσονται τῆς ἀρχῆς, κἂν ὁ ταύτης μὴ βούληται χορηγός. ἑαυτὸν τοιγαροῦν θύραν διαῤῥήδην εἰπὼν, ἅτε δὴ καὶ μόνον εἰσκομίζοντα πρὸς ἡγεμονίαν τοὺς ἐπιτηδείους, τὰ τῶν ἀρχαιοτέρων ἐπιχειρήματα παρατίθησιν εὐθὺς, ἵνα καθάπερ ἐν πίνακι σκιαγραφουμένην βλέποντες τὴν εἰς τέλος τοῦ πράγματος διεξαγωγὴν, μάθοιεν ἤδη σαφῶς ὡς τὸ δύνασθαι κρατεῖν καὶ προηγεῖσθαι ποιμνίων καὶ λαῶν, διὰ μόνης τῆς ἄνωθεν ὑπάρχει χάριτος, καὶ οὐκ ἐξ ἐπιχειρημάτων τυραννικῶν. χρησίμως τοιγαροῦν κἀνθάδε φησὶ πρὸς ἀνάμνησιν ἀνακομίζων τὴν ἐν τοῖς ἀρχαιοτέροις ὅτι πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταὶ ἀλλ᾽ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα.

ὑποκρινάμενοι γὰρ τὴν τῶν ἀγαθῶν ποιμένων ἐπιστασίαν παρῆλθον εἰς μέσον τινὲς, ἐπειδὴ δὲ οὐκ ἦν αὐτοῖς ὁ ὑποτιθεὶς τὸ ἡγούμενον, καὶ ὑπακούειν ἀναπείθων ὧν ἡγεμονεύειν ἐχρῆν, ἀπεσκίρτησεν ἡ τῶν προβάτων πληθύς.

Ὑποτοπητέον δὲ οὐδαμῶς διὰ τό Πάντες εἰπεῖν, ἀκυροῦσθαι παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῶν ἁγίων προφητῶν τὴν ἀποστολήν· οὐ γὰρ κατ᾽ ἐκείνων, ἀλλὰ καθ᾽ ἑτέρων ὁ λόγος. ἐπειδὴ γὰρ περί τε ψευδοποιμένων, καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν αὐλὴν τῶν προβάτων προὔκειτο λέγειν, ἀναγκαίως ἤδη προσημανθέντων ἐναργῶς τῶν ἐφ᾽ οἷς ἦν ὁ λόγος, τό Πάντες φησὶν, οἰησόμεθα δὲ οὐδαμῶς τὸ τῶν ἁγίων προφητῶν ἀθετεῖσθαι πρόσωπον· πῶς γὰρ ἂν ἠθέτησεν ὁ τῆς ἑαυτοῦ παρουσίας δι᾽ ἐκείνων ἐναργῆ καταστήσας τὰ μηνύματα, ὁ λέγων “Ἐγὼ ὁράσεις ”ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην;” καὶ Μωυσέα μὲν ἀναδείξας, πρὸς Ἱερεμίαν δὲ εἰπών “Μὴ λέγε ”ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἂν ἐξαποστελῶ “σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι ”λαλήσεις·” πρὸς δὲ τὸν μακάριον Ἰεζεκιήλ “Υἱὲ ἀνθρώ- ”που, ἐξαποστελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, “τοὺς παραπικραίνοντάς με;”

οὐκοῦν ὁ τοῦ λόγου σκοπὸς οὐκ εἰς τὸν τῶν ἁγίων προφητῶν τέτραπται χορὸν, ὁρᾷ δὲ μᾶλλον εἰς ἐκείνους, οἵπερ ἦσάν ποτε κατὰ τὴν Ἰουδαίαν προφητείας ὑποκρινόμενοι, καὶ ψευδηγοροῦντες ὡς παρὰ Θεοῦ ἥκοντες, καὶ τὸν λαὸν ἀναπείθοντες οὐ τοῖς ἀληθῶς παρὰ Θεοῦ προφητεύουσι καταπείθεσθαι μᾶλλον, ἢ τοῖς παρ᾽ αὐτῶν διαπεπλασμένοις ἐπιχειρήμασί τε καὶ λόγοις, περὶ ὧν που φησὶ καὶ αὐτὸς ὁ Κύριος ὁ πάντων Δεσπότης καὶ Θεός “Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ”ἔτρεχον· οὐκ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφή- “τευον·” πρὸς δέ γε τὸν μακάριον Ἱερεμίαν “Ψευδῆ οἱ ”προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέ- “στειλα αὐτοὺς καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ”ἐνετειλάμην αὐτοῖς, ὅτι ὁράσεις καὶ οἰωνίσματα καὶ προ- “φητείας καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν· εἰ ”προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, “ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;” ὁ μὲν γὰρ λόγος ὄντως ὁ παρὰ Θεοῦ τροφιμωτάτην ἔχει τὴν δύναμιν, καὶ στηρίζει καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον, ὁ δὲ τῶν ἀνοσίων ψευδοπροφητῶν, ἤτοι ψευδοδιδασκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων οὐδεμίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν.

ὅταν τοίνυν κλέπτας ὀνομάζει καὶ λῃστὰς τοὺς προελάσαντας τῆς παρουσίας αὐτοῦ, ἢ τὴν ψευδήγορον καὶ ἀπατεῶνα τῶν ἀρτίως ἡμῖν εἰρημένων ὑποσημαίνει πληθὺν, ἢ τοῦ λόγου τὴν δύναμιν ἐποίσεις κἀκείνοις, περὶ ὧν ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται. οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τοὺς ἁγίους ἀποστόλους συνενεγκόντες ποτὲ, καὶ εἰς τὸ παρανομώτατον ἑαυτῶν στήσαντες βουλευτήριον, ἐξελαύνειν μὲν τῆς Ἱερουσαλὴμ ἐβουλεύοντο, κινδύνοις δὲ τοῖς ἐσχάτοις ἀναγκάσαι προσομιλεῖν, ἀλλ᾽ εἰς ἀνάμνησιν αὐτοὺς ψευδοδιδασκάλων ἐκάλει λέγων ὁ Γαμαλιήλ “Ἄνδρες Ἰσραηλῖται, ”προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε “πράττειν. πρὸ γὰρ τῶν ἡμερῶν τούτων ἀνέστη Θευδὰς ”λέγων τινὰ ἑαυτὸν εἶναι μέγαν, ᾧ προσεκλίθησαν αὐτῷ “ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακόσιοι· ὃς ἀνῃρέθη, καὶ πάντες ”ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. “μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις ”τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὑτοῦ· κἀκεῖνος “ἀπώλετο, καὶ πάντες οἳ ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.”

ὁρᾷς οὖν ἐν τούτοις ἀνενδοιάστως καὶ σαφῶς, ὡς οὐ περὶ τῶν ἁγίων προφητῶν, ἀλλὰ περὶ τῶν τὴν ἑτέραν ἐχόντων τάξιν τὰ τοιαῦτά φησιν ὁ Χριστὸς, ἵνα καὶ οὐχ ἑκόντας ἀναπείσῃ τοὺς Φαρισαίους μὴ ταῖς ἑαυτῶν ἀπονοίαις ἐπιτρέπειν ἀβούλως τὸ δύνασθαι προξενεῖν αὐτοῖς, καὶ οὐχ ἑκόντος Θεοῦ, τὸ προεστάναι λαῶν, ἀλλὰ νεύματι τῷ θείῳ τὴν ἐφ᾽ ἅπασιν ἐξουσίαν παραχωρεῖν, καὶ διὰ τῆς ὄντως θύρας εἰστρέχειν ἐπείγεσθαι μᾶλλον, ἢ τοῖς συλῶσι παραπλησίως ἀλλαχόθεν ἀναβαίνειν ἐπιχειρεῖν εἰς τὴν τῶν προβάτων αὐλήν. <Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.> Ἀπὸ τοῦ συμβαίνειν εἰωθότος εἰς θεωρίαν πνευματικὴν καθάπερ ἐξ ἱστορίας διαπλάττει τοῦ λόγου τὸ σχῆμα, καὶ μονονουχὶ τὰ ἐν ὀφθαλμοῖς ἡπλωμένα, καὶ οὐδὲν ἔχοντα χαλεπὸν εἰς κατάληψιν, εἰκόνα ποιεῖται τῶν ἀφανεστέρων. οἱ μὲν γὰρ κλέπται, φησὶ, καὶ λῃσταὶ τοῖς τῶν προβάτων σηκοῖς ἀνέδην προσβάλλοντες, διὰ μὲν τῆς θύρας οὐκ εἰσελαύνουσι, καταπηδῶντες δὲ ἀλλαχόθεν, καὶ τῆς αὐλῆς τὸ θριγκίον ὑπεραλλόμενοι, κινδυνεύουσιν. ἁλῶναι γὰρ δήπου καὶ σφόδρα εἰκὸς τὸν οὕτω λῃστεύοντα, καὶ ἀπερισκέπτως κακουργεῖν ᾑρημένον, οἱ δὲ δι᾽ αὐτῆς τῆς θύρας εἰσβαίνοντες, ἀκινδυνοτάτην ποιοῦνται τὴν εἰσδρομὴν, οὐκ ἄσημοι δηλονότι τυγχάνοντες, ἀλλ᾽ οὐδὲ ἄγνωστοι τῷ τῶν προβάτων δεσπότῃ.

εἰστρέχουσι γὰρ ἀνοιγνύντος αὐτοῖς τοῦ ταῖς θύραις ἐφεστηκότος· ἀλλ᾽ οἱ τοιοῦτοι, φησὶ, συνέσονται τοῖς προβάτοις ἐν πολλῇ παῤῥησίᾳ νομιμωτάτην ὥσπερ καὶ ἀκάκουργον, καὶ τῆς ἐπὶ τὸ ληστεύειν ὑποψίας ἀπηλλαγμένην, τὴν εἰσβολὴν ποιησάμενοι.

Οὗτος μὲν οὖν τῆς ἱστορίας ὁ τύπος· μεταβιβάζοντες δὲ τὸ ἐξ αὐτῆς ὑποδηλούμενον εἰς ὠφέλειαν πνευματικὴν ἐκεῖνό φαμεν, ὅτι οἱ μὴ διὰ θείας ἐπιτροπῆς τε καὶ γνώμης εἰς τὸ κατάρχειν λαῶν ἀναβαίνοντες, ὥσπερ εἰς τὸ διὰ θύρας εἰσελθεῖν παραιτούμενοι πάντως δήπου καὶ ἀπολοῦνται, φησὶ, κρῖμα τὸ θεῖον ἐκβιαζόμενοι, κατά γε τῶν ἐγχειρημάτων τὸν λόγον. οἱ δὲ θεόσδοτον λαχόντες ἡγεμονίαν, καὶ διὰ Χριστοῦ πρὸς τοῦτο βαδίζοντες, ἐν πολλῇ παῤῥησίᾳ καὶ χάριτι τῆς ἱερωτάτης κατάρξουσιν αὐλῆς, τοσοῦτον ἀφεστηκότες τῆς ἐπ᾽ ἐκείνοις ὀργῆς, ὡς καὶ τιμὰς ἐντεῦθεν ἐκδέχεσθαι, καὶ στεφάνους ἄνωθεν ἥξοντας ὅσον οὐδέπω καραδοκεῖν, ἐπείπερ σκοπὸς αὐτοῖς διαλυμήνασθαι μὲν τοῖς προβάτοις κατά τι γοῦν οὐδαμῶς, ἐπωφελεῖν δὲ μᾶλλον αὐτὰ, καὶ τῷ τῆς ἀγέλης δεσπότῃ τὰ θυμήρη δρῶντας διὰ παντὸς διασώζεσθαι φιλεῖν τοῖς ὑπ᾽ αὐτῷ γεγονόσι. θορυβεῖ δὲ σφόδρα καὶ διὰ τούτων ὁ Κύριος τοὺς ἀκαμπεῖς Φαρισαίους, ἥκιστα μὲν αὐτοὺς διασωθήσεσθαι λέγων, ἀποπεσεῖσθαι δὲ πάντως τῆς ἐν ᾗπέρ εἰσιν ἀρχῆς, καὶ μάλα δικαίως, ἐπείπερ οὐ διὰ Θεοῦ, διὰ δὲ τῆς σφῶν αὐτῶν κακονοίας παγίως αὐτὴν ἕξειν ὑπολαμβάνουσιν. ἀλλά μοι καὶ διὰ τοῦτο θαυμάζειν ἐπέρχεται τὴν ἀσύγκριτον τοῦ Σωτῆρος φιλανθρωπίαν. “

Οἰκτίρμων γὰρ ὄντως καὶ ἐλεή- ”μων ὁ Κύριος,” προτιθεὶς μὲν ἅπασι τῆς σωτηρίας τὴν ὁδὸν, πολυτρόπως δὲ καλῶν ἐπ᾽ αὐτὴν καὶ τὸ σφόδρα δυσήκοον καὶ ἀπεσκληκότα. ἔσται δέ μοι πάλιν ἀπὸ τοῦ πράγματος ἡ τῶν εἰρημένων ἀπόδειξις. ἐπειδὴ γὰρ οὔτε διὰ θαυμάτων, οὔτε μὴν πόθῳ τῷ πρὸς ἐλπίδα καὶ δόξαν ὁρῶντι τὴν μέλλουσαν, ἀναπείθει τὸν Φαρισαῖον τὸν παρ᾽ αὐτοῦ προσήκασθαι λόγον, ἐπ᾽ ἐκεῖνο βαδίζει γοργῶς, ἐφ᾽ ᾧπερ ἦν μάλιστα θορυβουμένους εἰκὸς, ὡς ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης εἰς εὐπείθειαν ὁρᾶν.

τῆς γὰρ ἐκ τοῦ καθηγεῖσθαι δόξης μεταποιουμένους εἰδὼς, καὶ οὐκ ἐν τοῖς τυχοῦσι τὸ ἐντεῦθεν λογίζεσθαι κέρδος ἐσπουδακότας, ἀπογυμνοῦσθαί φησι, καὶ ἐρήμους ἔσεσθαι παντελῶς τοῦ σφόδρα τετιμημένου, καὶ μετὰ χεῖρας ὄντος αὐτοῖς, εἰ μὴ τὴν ταχίστην ἑαυτοὺς μεταστήσαντες ἐπὶ τὸ θέλειν ὑπακούειν αὐτῷ τῆς παρ᾽ αὐτοῦ φειδοῦς ἀπολαύσειαν. <Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι.> Θύραν ἑαυτὸν εἶναι φάσκοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἐπ᾽ αὐτῷ κεῖσθαι διδάσκοντος τὸ καὶ εἰσκομίζειν οὓς ἂν βούλοιτο τυχὸν, ἔξω τε μένειν ἐᾶν τὸν ἀνεπιτήδειον καὶ πρὸς τὸ ποιμαίνειν ἀτεχνέστατον, ἔτι τε πρὸς τούτοις, καὶ λῃστὰς καὶ κλέπτας ἀποκεκληκότος τοὺς οἵπερ ἦσαν αὐτόμολοι πρὸς τὴν οὐ δοθεῖσαν αὐτοῖς ἄνωθεν χάριν, διελογίζοντο πάλιν οἱ δείλαιοι Φαρισαῖοι τίς ἄρα ὑπάρχων οὑτοσὶ πρὸς τοσαύτην ἄνεισι παῤῥησίαν, ἐκείνοις ὢν τάχα καὶ αὐτὸς ἐναρίθμιος, ὧν καταιτιᾶται τὴν ἄφιξιν· ψευδοποιμένα γὰρ ᾤοντο καὶ ψευδεπιστάτην καὶ αὐτὸν ὡς ἐξ οἰκείας ἀναδεδεῖχθαι γνώμης, οὐχ ὅτι Θεὸς ὢν γέγονεν ἄνθρωπος κατὰ τὸ ἀρχαιότατον κήρυγμα τῆς θεοπνεύστου γραφῆς.

εἰκὸς δὲ δὴ καὶ συλλέξαντας τὴν ἀληθῆ γνῶσιν περὶ αὐτοῦ καθάπερ τι τῶν δυσαχθῶν ταῖς ἀπειθείαις ἀποφορτίζεσθαι, εἰς μόνα δὲ βλέπειν τὰ καθ᾽ ἡδονὴν αὐτοῖς καὶ τὰ διὰ φροντίδος κείμενα· ταῦτα δὲ ἦν τὸ λαῶν ἡγεῖσθαι καὶ παρ᾽ αὐτὸ χρηματίζεσθαι. ἐπεὶ τοίνυν ἔγνω ταῦτα διενθυμουμένους, ἢ καὶ ἀλλήλοις ψιθυρίζοντας, οὐ περιμείνας τὴν παρ᾽ αὐτῶν ἐμφανεστέραν κατάῤῥησιν, ἀπολογεῖται πρεπόντως, καὶ ἐξ αὐτῶν χρῆναι τῶν πραγμάτων δοκιμάζεσθαι διισχυρίζεται, τίς μὲν ὁ ποιμὴν, τίς δὲ ὁ κλέπτης ἐστὶ, δυσδιάκριτον γεμὴν τὸ τοιοῦτον οὐδαμῶς εἶναί φησιν, ὅταν τις τὸν ἑκάστου περιαθρήσῃ σκοπόν τε καὶ τρόπον. Ὁ μὲν γὰρ κλέπτης ἔρχεται, φησὶν, ἐπὶ λύμῃ θρεμμάτων, τῆς τοῦ λῃστεύειν ἐπιθυμίας ταύτην ἐχούσης ἀναμφιλόγως τὴν ἔκβασιν· ὁ δὲ ἀγαθὸς ὄντως ποιμὴν ἐπ᾽ οὐδενὶ μὲν ἀφίξεται τῶν δεινῶν εἰς τὴν τῶν προβάτων αὐλὴν, κατορθώσων δὲ μᾶλλον αὐτοῖς τὸ λυσιτελοῦν, καὶ ἅπερ ἂν νοοῖτο πρὸς πολλῆς αὐτοῖς ὠφελείας ἔσεσθαι, ταῦτα συντόνως ἐξεργασόμενος.

Ἡκέτω τοιγαροῦν ὡς ἐξ ἑτέρας εἰκόνος ἐπὶ τὸ ἀληθέστερον ἡ τοῦ λόγου δύναμις, καὶ ἀθρείτω πάλιν ὁ Φαρισαῖος, τί μὲν ὡς ψευδοποιμένες καὶ ψευδοδιδάσκαλοι τοῖς παρ᾽ αὐτῶν πεφενακισμένοις προὐξένησαν τότε, τίνα δὲ δώσων ἀφίκετο Χριστὸς, ἢ πρὸς ποίαν ἡμᾶς ἀνοίσων εὐημερίαν. οὐκοῦν οἱ ψευδηγορεῖν οὐ παραιτησάμενοί ποτε, καὶ τὸ ἀπεστάλθαι παρὰ Θεοῦ πλασάμενοι, προφητεύσαντές τε κατὰ τὸ γεγραμμένον “ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ ”στόματος Κυρίου,” καὶ πρὸς τούτοις ἔτι Θευδᾶς τε ἐκεῖνος καὶ ὁ Γαλιλαῖος Ἰούδας ἀποστήσαντες “λαὸν ὀπίσω” αὐτῶν, τοῖς συναπαχθεῖσι συνδιεφθάρησαν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν αἰώνιον ἡμῖν προξενήσων ζωὴν, ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς παραγέγονεν. ὧν δὲ ἐναντίος ὁ σκοπὸς, καὶ ὁ τῆς ἀφίξεως τρόπος τοσοῦτον ἐξηλλαγμένος, πῶς οὐκ ἐναντία καὶ γνώμη καὶ ἐπιτήδευμα; οὐκοῦν ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζεσθαι χρῆναί φησι τίνες μὲν ἂν εἶεν ἐκεῖνοι, τίς δὲ πάλιν αὐτός.

ἦν γὰρ οὕτως ἀναπεῖσαι μηδὲν ἀπηχὲς περὶ αὐτοῦ φρονεῖν ἔτι τοὺς ἡγουμένους, ἕνα τῶν ψευδοποιμένων ὑπάρχειν οἰομένους αὐτὸν, ἢ καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν τῶν προβάτων αὐλὴν, θύραν δὲ μᾶλλον καὶ εἰσαγωγέα καὶ ποιμένα Χριστὸν ἐληλυθέναι γεμὴν, οὐχ ἵνα μόνην ἔχωσι ζωὴν τὰ πρόβατα, φησίν· ἀλλά τι καὶ περιττόν· πρὸς γὰρ τῷ ἀναβιῶναι τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ τὸ ἐν πᾶσιν ἔσεσθαι τοῖς ἀγαθοῖς ἐλπὶς οὐκ ἀμφίλογος. εἰκὸς δὲ ὅτι τὸ περισσὸν καὶ αὐτῆς τῆς ζωῆς, τουτέστι, τὸ πλέον ἤτοι τὸ τιμιώτερον, τὴν τελεωτάτην τοῦ Πνεύματος μέθεξιν εἶναί φησιν, εἰ καὶ σφόδρα περιεσταλμένως. τὸ μὲν γὰρ ἀναβιῶναι κοινὸν ἁγίοις τε καὶ ἁμαρτωλοῖς, Ἕλλησί τε καὶ Ἰουδαίοις καὶ ἡμῖν αὐτοῖς· “Ἀναστήσονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς ”μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ,” κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος ὑπόσχεσιν.

τὸ δὲ ἐν μεθέξει γενέσθαι τοῦ Ἁγίου Πνεύματος, οὐκέτι πᾶσι κοινὸν, ἀλλὰ πρὸς τῇ ζωῇ περιττὸν καὶ ὡς ἐν τάξει πλείονος τοῦ κοινῇ πᾶσιν ὑπάρξαντος, μόνοις ἀπονεμηθήσεται τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις· σημανεῖ δὲ καὶ τοῦτο ὁ θεῖος ἡμῖν Παῦλος λέγων “Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες ”μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, ἐν “ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλ- ”πίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρ- “τοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα·” πάντες μὲν γὰρ ἐκ νεκρῶν ἀναστήσονται, διὰ τὸ πάσῃ δεδόσθαι τῇ φύσει διὰ τὴν τῆς ἀναστάσεως χάριν· καὶ ἐν ἑνὶ τῷ Χριστῷ, τῷ ἐξ ἀρχῆς καὶ πρώτῳ καταλύσαντι τοῦ θανάτου τὸ κράτος, καὶ εἰς ζωὴν ἐνεργηθέντι τὴν διηνεκῆ, ὁ κοινὸς τῆς ἀνθρωπότητος ὅρος καὶ πρὸς ἀφθαρσίαν ἀναμορφούμενος, καθάπερ οὖν ἐν Ἀδὰμ ἐν ἑνὶ πάλιν καὶ πρώτῳ πρὸς θάνατον καὶ φθορὰν καταδικαζόμενος. ἀλλὰ πολλή τις κατ᾽ ἐκεῖνο καιροῦ τῶν ἀνισταμένων ἡ διαφορὰ, καὶ πολύ τι τὸ διαλλάττον εὑρεθήσεται. οἱ μὲν γὰρ ἐν πίστει τῇ εἰς Χριστὸν ἀναπαυσάμενοι, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος κατὰ τὸν καιρὸν τῆς μετὰ σώματος ζωῆς κομισάμενοι τελεωτάτην ἐναποκομιοῦται τὴν χάριν, καὶ ἀλλαγήσονται πρὸς δόξαν κομιζόμενοι τὴν παρὰ Θεοῦ.

οἱ δὲ ἀπειθήσαντες τῷ Υἱῷ καὶ τὴν περίβλεπτον ἀντιμισθίαν παρ᾽ οὐδὲν ποιησάμενοι, διελεγχθήσονται αὐτοῦ πάλιν φωνὴν, μόνον τὸ ἀναβιῶναι τοῖς ἄλλοις συγκληρωσάμενοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ἀποτίσουσι δίκας. κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ ἀνόνητον ἕξουσιν ὑστεροβουλίαν. ἔσται γὰρ, φησὶν, ἐκεῖ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. <Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.> Προεπιδείξας εὖ μάλα καὶ σαφῶς ὅσα τοῖς ἀρχαιοτέροις ἡ τῶν ψευδοπροφητῶν, ἤτοι ψευδοποιμένων, ὑπόκρισις διελυμήνατο, ἐμφανῆ τε καταστήσας τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα, καὶ ἐξ αὐτῆς ἤδη τῆς τῶν προβάτων συγκρίσεως τὴν νικῶσαν ἀπενεγκάμενος, καὶ ταῖς ἐξ ἀληθείας στεφανούμενος ψήφοις, εἰκότως ἀναφθέγγεται τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. μάτην οὖν ἄρα φησὶν ἐκεῖνα κατ᾽ ἐμοῦ διεσκέπτεσθε, ἐγκαλεῖν δὲ οὐκ ἔχοντες ὡς κατά τι γοῦν ὅλως παραχαράττειν ἐθέλοντι τὸ τοῖς προβάτοις λυσιτελὲς, τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπαριθμεῖν οὐ κατεναρκήσατε, τὸν δὲ ἀληθῶς ἀγαθὸν, πονηρὸν εἶναί φατε, καὶ τὸ δύνασθαι κρίνειν ὀρθῶς ἐφ᾽ ἑκάστῳ πράγματι κατὰ τὴν τοῦ νομοθέτου διάταξιν ἐκ τοῦ φιλαυτεῖν ζημιούμενοι. οὐκοῦν ὡς ἀδίκους, ὡς ἀλογήσαντας κομιδῇ τῶν διὰ Μωυσέως, ὡς ἠγνοηκότας τῆς ἐπιδημίας αὐτοῦ τὸν σκοπὸν, ἐλέγχει τοὺς ἡγουμένους, ἵνα δὴ λοιπὸν καὶ ἀληθεύων ἐπ᾽ αὐτοῖς ὁ προφήτης Ἡσαΐας εὑρίσκηται. “

Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ πονηρὸν ”καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν “καὶ τὸ πικρὸν γλυκὺ, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ ”σκότος φῶς.” ἢ γὰρ οὐχὶ τοῦτο δρῶντες ἁλώσονται, τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τιθέντες εἰς σκότος, διὰ τοῦ τὸν ἀγαθὸν ἡμῶν ποιμένα τοῖς ψευδωνύμοις ποιμέσιν οὐ παραιτεῖσθαι συντάττειν, καὶ τάχα τῆς ἐκείνων τιμῆς ὀπίσω πέμπειν ἀποτολμᾶν; τοὺς μὲν γὰρ τὸν θεῖον ἑαυτοῖς ἐπιφημίζοντας λόγον, καὶ τῷ τῆς προφητείας ὀνόματι καταληΐζεσθαι μὲν μελετήσαντας τῶν ἀγελαίων τὸν νοῦν, καὶ ὁδοῦ μὲν τῆς πρὸς ἀλήθειαν ὑπεκκλέπτοντας, ἀποβουκολοῦντας δέ ποι πρὸς τὸ δοκοῦν αὐτοῖς, καὶ οὐχὶ πάντως Θεῷ, διὰ πολλῆς εἶχον αἰδοῦς οἱ καὶ τότε δοκοῦντες κρατεῖν. Σαμέας γοῦν ὁ Σαλαμίτης τοῖς παρὰ Θεοῦ λόγοις τὴν ἐξ ἑαυτοῦ ψευδομυθίαν ἀντιτιθεὶς, τῆς Ἱερεμίου δόξης κατεθρασύνετο. ὁ μὲν γὰρ ἦν ἐν δεσμοῖς, ὁ δὲ τὴν παρὰ Σεδεκίου τιμὴν, γέρας εἶχε τῆς ψευδηγορίας. Φαρισαῖοι δὲ νῦν οἱ δείλαιοι πολὺ τῆς ἐκείνων δυσσεβείας ἰόντες ἐπέκεινα, καὶ ἀσχημονοῦντες νεανικώτερον, οὐδὲ τὸ ὑπάρξαν τοῖς ψευδοδιδασκαλήσασιν ἀπονέμουσι τῷ Χριστῷ. τί γὰρ δὴ καί φασι περὶ αὐτοῦ πρὸς τοὺς ἥδιστα τὸν παρ᾽ αὐτοῦ λόγον ἐπακροωμένους; “Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;”

διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου περὶ αὐτῶν “Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί ”εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, “αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.” καὶ πάλιν “Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾽ ἀπαιδευσίαν ”γλώσσης αὐτῶν.” πῶς γὰρ οὐχ ἁπάσης ἄξιοι δίκης οἱ γλῶτταν οὕτω δριμεῖαν ἀνοήτως ἐπασκήσαντες, ὡς ἐκεῖνα φάναι τολμῆσαι κατὰ Χριστοῦ, ἅπερ ἡμῖν μὲν οὐδαμῶς, μόνοις δὲ ἁρμόσει τοῖς κατ᾽ αὐτοὺς ἀκοῆς τε τῆς σφῶν εἴσω ποιήσασθαι, καὶ ῥιψοκινδύνως εἰπεῖν; <Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.> Ἀντιπαραθεὶς ἐντέχνως ταῖς τινῶν γλωσσαλγίαις καὶ ἀθέσμοις τολμήμασι τὴν ἐκ τῶν ἰδίων ἔργων φαιδρότητα, καὶ λῃστὰς μὲν ἐκείνους καὶ κλέπτας καὶ καταπηδῶντας ἀλλαχόθεν εἰς τὴν τῶν προβάτων αὐλὴν, ἑαυτὸν δὲ ποιμένα τὸν ὄντως ἀγαθὸν, ἀποφήνας τε καὶ ὀνομάσας, ἐπ᾽ αὐτοὺς ἤδη μεταχωρεῖ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καὶ τῆς τῶν Φαρισαίων ἡγεμονίας ἀμείνω δεικνύει τὴν ἑαυτοῦ. ποιεῖται δὲ πάλιν ἀπὸ συγκρίσεως φανερωτάτην αὐτοῖς τὴν ἀπόδειξιν.

ἀντιπαρεξάγει γὰρ ὥσπερ ταῖς παρ᾽ αὐτῶν ῥᾳθυμίαις γρήγορσίν τε καὶ ἀγάπην τὴν ἐξ ἑαυτοῦ, καὶ πεφροντικότας μὲν τῆς ἀγέλης οὐδὲν ἐξελέγχει πάλιν, ἑαυτῷ γεμὴν ἥκειν εἰς τοῦτο τὴν ὑπὲρ αὐτῆς φροντίδα φησὶν, ὡς καὶ τῆς ἅπασι φιλαιτάτης ὑπερφρονῆσαι ψυχῆς. ὁρίζει δὲ ὥσπερ κατὰ τίνα δοκιμάζεσθαι προσήκοι τρόπον ποιμένα τὸν ἀγαθὸν, καὶ αὐτὴν γὰρ χρῆναι μὴ κατοκνεῖν προέσθαι τὴν ψυχὴν διορίζεται τῆς τῶν ποιμνίων σωτηρίας ὑπερμαχόμενον, ὃ δὴ καὶ τετέλεσται διὰ Χριστοῦ. ἀπεσκίρτησε μὲν γὰρ τῆς πρὸς Θεὸν ἀγάπης ὁ ἄνθρωπος, ἀπονεύσας εἰς ἁμαρτίαν, ἐξῳκίσθη διὰ τοῦτο τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, τῶν τοῦ παραδείσου περιβόλων φημὶ, καὶ ταύτην νοσήσας τὴν συμφορὰν τῷ πρὸς ἁμαρτίαν φενακίσαντι διαβόλῳ, καὶ θανάτῳ τῷ ἐξ ἁμαρτίας ἀναβλαστήσαντι, πικροῖς ὄντως καὶ ἀγοητεύτοις κατεσαγηνεύθη λύκοις. ἐπειδὴ δὲ ποιμὴν ἀγαθὸς ἐφ᾽ ἅπαντας ἀνεδείχθη Χριστὸς, ἔθηκεν ὑπὲρ ἡμῶν τὴν ψυχὴν τῇ τῶν ἀτιθάσων θηρίων ξυνωρίδι μαχόμενος, σταυρὸν ὑπέμεινε δι᾽ ἡμᾶς ἵνα θανάτῳ νεκρώσῃ τὸν θάνατον, κατεκρίθη τε δι᾽ ἡμᾶς ἵνα τῆς ἐπὶ τῷ πλημμελεῖν κατακρίσεως πάντας ἐξέληται, καταργήσας διὰ τῆς πίστεως τὴν τυραννήσασαν ἁμαρτίαν, καὶ “προσηλώσας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τῷ ”ἰδίῳ σταυρῷ,” καθὰ γέγραπται. οὐκοῦν ὁ μὲν τῆς ἁμαρτίας πατὴρ ὡς “πρόβατα ἐν ᾅδῃ” ἔθετο θανάτῳ ποιμανεῖν ἡμᾶς ἐπιτρέψας, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον.

ἀπέθανε δὲ δι᾽ ἡμᾶς ὁ ἀγαθὸς ὄντως ποιμὴν, ἵνα τῆς ἀφεγγοῦς τοῦ θανάτου χειᾶς ἐξελὼν τοῖς οὐρανίοις συναγελάζεσθαι παρασκευάσῃ χοροῖς, καὶ ἀντὶ σηκῶν τῶν εἰς πυθμένας ἀβύσσου καὶ μυχοὺς θαλάσσης κειμένων, τὰς ἄνω καὶ παρὰ Πατρὶ χαρίσηται μονάς· διὰ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί “Μὴ φοβοῦ, τὸ ”μικρὸν ποίμνιον, ηὐδόκησε γὰρ ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν “βασιλείαν.” ἀλλ᾽ ἐν τούτοις μὲν τὰ διὰ Χριστοῦ· ἴδωμεν δὲ τὰ ἐκείνων ἐν τίσιν. οὐκοῦν ἕτερον μὲν οὐδὲν ὄντως ἁλώσονται τῷ γε ὄμμασιν ὀρθοῖς τὰ ἐπ᾽ αὐτοῖς διευκρινουμένῳ ἢ μισθωτοὶ καὶ ψευδοποιμένες καὶ δειλοὶ καὶ προδόται καὶ ὀκνηροὶ, λόγον μὲν οὐδένα τῆς τῶν προβάτων ὠφελείας πεποιημένοι πώποτε, τὸ δὲ ἡδύ πως καὶ ἑκάστῳ δοκοῦν πανταχόθεν ἐκπορίζειν σπουδάζοντες. μισθωτοὶ γὰρ ἦσαν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ μισθώσαντος κατὰ τὴν ἀρχὴν, καὶ ἐπὶ τιμαῖς ταῖς ἀνωτάτω χειροτονήσαντος ἐπιστάτας τοῖς Ἰουδαίων λαοῖς τοὺς ἱερουργούς· ἀλλὰ τὴν οὕτω λαμπρὰν καὶ ..... τῆς τῶν θρεμμάτων αὐλῆς ἀφειδήσαντες παντελῶς, προὔδωκαν τῷ λύκῳ τὰ πρόβατα, καὶ ὅπως ἢ τίνα τρόπον ἐροῦμεν ἐπιτομώτερον. ἐν μὲν γὰρ τοῖς ἀρχαιοτέροις καιροῖς, μόνον ἐπεγράφετο βασιλέα τὸν Θεὸν ὁ πολύχους τῶν Ἰουδαίων λαὸς, αὐτῷ τὸ δίδραχμον, αὐτῷ θυσίας ἐτέλει, καὶ ὥσπερ τινὰ δασμὸν, τὴν ἐν νόμῳ προσεκομίζετο πολιτείαν.

ἀλλ᾽ ἦλθεν ἐπ᾽ αὐτὸν καθάπερ τις ἄγριος λύκος ἑτερογενὴς ἄνθρωπος, δουλείας ἐπιθεὶς ὄνομά τε καὶ πρᾶγμα, καὶ βασιλείας ἀνθρωπίνης ἐπιῤῥίπτων ζυγὸν, μετακομίζεσθαί πως ἐπαναγκάζων εἰς ἔκνομόν τε καὶ ἀήθη ζωὴν, φόρους ἐξαιτῶν, τῆς ὑπὸ Θεῷ βασιλείας ἀποσυλῶν. ἦν γὰρ δὴ καὶ ἀνάγκη τοῖς εἰς τοῦτο ταλαιπωρίας κατεῤῥαγμένοις τοῖς τοῦ κρατοῦντος ὑπείκειν θεσμοῖς· ἧκεν ὁ ἀλλογενὴς ἀφιστὰς μὲν ἀρχὴν τὴν παρὰ Θεοῦ, τουτέστι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, ᾗ τὸ κρίνειν καὶ τὸ δικάζειν ἐπετέτραπτο παρὰ Θεοῦ, μετατιθεὶς πάντα καὶ βιαζόμενος, ἑαυτὸν τοῖς νομίσμασιν ἐνσημαίνεσθαι ποιῶν, καὶ πᾶν εἶδος ἐπάγων πλεονεξίας. πρὸς τὴν οὕτως ἀφόρητον ὕβριν οὐκ ἠγρύπνησαν οἱ ποιμένες. εἶδον τὸν λύκον ἐρχόμενον, καὶ τὴν ἀγέλην ἀφέντες ἀπέδρασαν, οὐ γὰρ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, οὐκ ἐκάλεσαν τὸν ἐπαμῦναι δυνάμενον, τὸν διασώσαντα μὲν ἐκ Βαβυλωνίων, ἀνατρέψαντα δὲ τὸν Ἀσσύριον, τὸν ἀνελόντα διὰ χειρὸς ἀγγέλου “ἑκατὸν καὶ ὀγδοήκοντα ”πέντε χιλιάδας” τῶν ἀλλογενῶν. ὅτι δὲ ἠδίκησεν οὐ μικρῶς καὶ παρέλυσεν εἰς εὐλάβειαν τοὺς ἐξ Ἰσραὴλ τὸ παραδέξασθαι τὴν ὀθνείων ἀρχὴν, τὴν ὑπό γε τοῖς ἀλλογενέσι φημὶ, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ πράγματος. Πιλάτου γάρ ποτε τοῖς Ἰουδαίοις τὸ παράλογον ἐξονειδίζοντος θράσος, ὅτε καὶ σταυροῦσθαι παρεκάλουν τὸν Κύριον, καὶ ἀκατακαλύπτως λέγοντος “Τὸν βασιλέα ὑμῶν σταυρώσω;”

τότε δὴ τότε τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσεισάμενοι, καὶ τὰ τῆς ἀρχαίας δεσποτείας διαῤῥηγνύντες δεσμὰ, νέοις ὥσπερ προσεχώρουν ζυγοῖς, ἀνέδην ἀναφωνήσαντες “Οὐκ ἔχομεν ”βασιλέα εἰ μὴ Καίσαρα.” καὶ ταῦτα τοῖς ἡγουμένοις ὀρθῶς ἔχειν ἐδόκει, δρώμενά τε καὶ ἀναφωνούμενα· αὐτοῖς οὖν ἄρα τὰς ἐφ᾽ ἅπασι τοῖς κακοῖς ἀναθετέον αἰτίας. κατακρίνονται δὲ καὶ μάλα εἰκότως ὡς τῶν ποιμνίων προδόται, ὡς δειλοὶ καὶ ἄνανδροι καὶ φιλόμαχοι παντελῶς, καὶ ἀπαυδήσαντες ὁλοκλήρως τὸ ὑπερασπίζειν καὶ ὑπερμάχεσθαι θέλειν τῶν ὑπὸ χεῖρα ποιμνίων. διὰ τοῦτο καὶ Θεὸς αὐτοὺς ἀπαιτιᾶται λέγων “Ὅτι οἱ ποιμένες ηὐφρονεύσαντο, καὶ τὸν ”Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ “νομὴ, καὶ διεσκορπίσθησαν.” ἐξ αὐτῶν τοιγαροῦν ἀποδέδεικται τῶν πραγμάτων, ὅτι ποιμὴν μὲν προβάτων ἀγαθὸς ὄντως ὁ Χριστὸς, οἱ δὲ φθόροι μᾶλλον ἢ ἀγαθοὶ ἐπαίνων τε τῶν ἐπὶ γνησιότητι πολὺ δὴ λίαν ἐξῳκισμένοι. <Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.> Ἀνεσκίρτησε πάλιν ὡς τὴν νικῶσαν εὑρὼν, καὶ τὴν ἐπὶ τὸ χρῆναι προτάττεσθαι τῆς Ἰουδαίων ἀρχῆς ἀποκομισάμενος ψῆφον, οὐ ταῖς τινῶν μαρτυρίαις, ἀλλ᾽ ἐξ αὐτῆς ἤδη τῆς τῶν πραγμάτων συνεξετάσεως ἀναφωνουμένην.

ὅνπερ γὰρ τρόπον ἀντιπαραθεὶς τὰ οἰκεῖα τοῖς διὰ τῶν ψευδοπροφητῶν κακουργήμασι, καὶ ἀμείνω δεικνὺς τῆς ἐκείνων ψευδολογίας τῶν οἰκείων κατορθωμάτων τὴν ἔκβασιν· τοὺς μὲν γὰρ ἐπὶ μόνῳ τῷ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι γενέσθαι φησὶν αὐτομόλους ἐπὶ τὸ ψεύδεσθαι, καὶ ἃ μὴ θέμις εἰπεῖν, ἑαυτὸν γεμὴν ἀφῖχθαι πρὸς τὸ μὴ μόνον ἔχειν ζωὴν, ἀλλὰ καὶ περισσόν τι τὰ πρόβατα· καλῶς τε καὶ ὀρθῶς ἀνεφώνει τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, οὕτω κἀνθάδε τὸν ἀγαθὸν ὄντως ποιμένα διορισάμενος ἐν τῷ καὶ προθνήσκειν ἐπείγεσθαι τῶν προβάτων, καὶ τὴν ψυχὴν προθεῖναι προθύμως ὑπὲρ αὐτῶν, τὸν δὲ μισθωτὸν καὶ ὀθνεῖον ἐπιστάτην καὶ δειλὸν καὶ φυγάδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων προειρηκὼς, ἐπείπερ ἑαυτὸν οἶδε καταθήσοντα τὴν ψυχὴν ὑπὲρ τῶν ποιμνίων, πάλιν εὐλόγως ἀναβοᾷ τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ἔδει γὰρ ἔδει πάντας νικᾶν τὸν ἐν πᾶσι πρωτεύοντα, ἵνα καὶ ἀληθὴς φανῆται πάλιν ὁ μελῳδὸς πρὸς αὐτόν που λέγων “Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ”ἐν τῷ κρίνεσθαί σε.” Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο διασκεπτέον. οἶμαι γὰρ ἔγωγε τὰ πρὸς ὠφελείας ἐσόμενα πολλῆς τοῖς Ἰουδαίων λαοῖς παραθέντα τὸν Κύριον, μὴ μόνον ἐξ οἰκείων ῥημάτων, ἀλλὰ καὶ διὰ τῆς τῶν προφητῶν χρησμῳδίας ἀναπείθειν αὐτοὺς ἐπείγεσθαι τὰ εἰκότα φρονεῖν, καὶ εἰδέναι σαφῶς, ὡς αὐτὸς μέν ἐστιν ὁ ποιμὴν ὁ καλὸς, οἱ δὲ οὐκέτι· πόθεν;

ἦν γὰρ οὐκ ἀπεικὸς ἐννοεῖν ὡς εἰ μὴ τοῖς παρ᾽ αὐτοῦ καταπείθονται λόγοις, ἀλλά γε τοῖς δι᾽ ἐκείνων καὶ οὐχ ἑκόντες ἐνδώσουσι. λέγει τοίνυν τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, εἰς ἀνάμνησιν ὥσπερ τῶν εἰρημένων διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀνακομίζων διάνοιαν. λέγει γὰρ οὕτω περί τε Χριστοῦ καὶ τῶν καθηγεῖσθαι λαχόντων τῆς Ἰουδαίων ἀγέλης “Τάδε λέγει κύριος κύριος Ὦ ποιμένες ”τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ “πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε ”καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ “πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, ”καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντε- “τριμμένον οὐ κατεδήσατε, καὶ τὸ πεπλανημένον οὐκ ”ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ “ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ διεσπάρη τὰ πρό- ”βατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς “κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ διεσπάρη τὰ ”πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, “καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ οὐκ ἦν ὁ ἐκζητῶν ”οὐδὲ ἐπιστρέφων.”

εἷς γὰρ τοῖς Ἰουδαίων καθηγηταῖς ὁ σκοπὸς πρὸς μόνην ὁρᾶν τὴν φιλοκερδίαν, καὶ χρηματίζεσθαι μὲν ταῖς παρὰ τῶν ὑπηκόων προσαγωγαῖς, δασμούς τε συλλέγειν, καὶ τὰ ὑπὲρ νόμον διατάσσειν, τοῦ δέ γε λυσιτελήσειν μέλλοντος, ἢ καὶ τοῦ διασώζειν ἰσχύοντος τοὺς ὑπὸ χεῖρα λαοὺς, μηδένα ποιεῖσθαι λόγον. διὰ τοῦτο πάλιν ἐπ᾽ αὐτοῖς οὕτω φησὶν ὁ καλὸς ὄντως ποιμήν “Τάδε λέγει ”Κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω “τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω ”αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκή- “σουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά ”μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔτι ἔσονται αὐτοῖς “εἰς κατάβρωμα.” καὶ πάλιν μεθ᾽ ἕτερα “Καὶ ἀναστήσω ”ἐπ᾽ αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν “μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν, καὶ ἐγὼ Κύριος ”ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυεὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· “ἐγὼ Κύριος ἐλάλησα. καὶ διαθήσομαι τῷ Δαυεὶδ διαθήκην ”εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ “κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς ”δρυμοῖς. καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου, καὶ “δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας, καὶ τὰ ξύλα τοῦ ”πεδίου δώσουσι τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὸν “καρπὸν αὐτῆς.”

οὐκοῦν ἐν τούτοις εὖ μάλα καὶ σαφῶς, ὅτι μὲν τῆς τῶν Ἰουδαίων ἡγεμονίας ἐκστήσεται τῶν Φαρισαίων ἡ ἀνοσία πληθὺς διαγορεύει Θεὸς, ὅτι δὲ μετ᾽ ἐκείνους ἐπιστατήσει ταῖς λογικαῖς τῶν πιστευόντων ἀγέλαις ὁ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸς ἀναφανδὸν ὡρίσατο. διαθήκην γὰρ εἰρήνης συντέτακται δι᾽ αὐτοῦ, τὸ εὐαγγελικὸν δηλονότι καὶ θεσπέσιον κήρυγμα πρὸς φιλίαν ἡμᾶς ἀναφέρον τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν περιποιοῦν. δι᾽ αὐτοῦ τε πάλιν ὁμοίως ὁ τῆς εὐλογίας ὑετὸς, τουτέστιν, ἡ τοῦ Πνεύματος ἀπαρχὴ καρποφόρον ὥσπερ τινὰ γῆν ἀποτελοῦσα τὴν ἐν ᾗπερ ἂν γένοιτο ψυχήν. ἐπειδὴ δὲ τοῖς μὲν προβάτοις οὐ μετρίως οἱ Φαρισαῖοι διελυμήναντο, καταβόσκοντες μὲν οὐδαμῶς, καταλωβᾶσθαι δὲ μᾶλλον αὐτὰ πολλαχῶς ἐπιτρέποντες, διέσωσε δὲ ὁ Χριστὸς, καὶ τῆς ἄνωθεν εὐλογίας ἐδείχθη καὶ δοτὴρ καὶ πρόξενος, εἰκότως ἀναφαίνεται τοῦθ᾽ ὅπερ ἐστὶν ὁμολογῶν Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.

Σκανδαλιζέσθω δέ μοι μηδεὶς, εἰ δοῦλον ἀπεκάλεσεν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ σπέρματος Δαυεὶδ γενόμενον ἄνθρωπον, καίτοι κατὰ φύσιν ὄντα Θεὸν καὶ Υἱὸν ἀληθινὸν, ἐννοείτω δὲ μᾶλλον, ὅτι τεταπείνωκεν ἑαυτὸν μορφὴν δούλου λαβών. πρεπόντως ἄρα τῇ ληφθείσῃ μορφῇ κέκληται παρὰ τοῦ Θεοῦ καὶ Πατρός. <Καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά· καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα.> Ἀπεριεργότερον μὲν ἐπὶ τούτῳ φαίη τις ἂν ἕτερον οὐδὲν βεβουλῆσθαι κατασημῆναι τὸν Κύριον, ἢ ὅτι σαφὴς μὲν αὐτὸς ἔσται τοῖς ἑαυτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀταλαίπωρον χαριεῖται τὴν περὶ αὐτοῦ γνῶσιν, ἐπιγνώσεται δὲ καὶ αὐτὸς τοὺς ἰδίους, οὐκ ἀνόνητον δηλονότι τὸ γινώσκεσθαι καθιστὰς τοῖς τοῦτο δὴ λαχοῦσι. τί γὰρ ἐροῦμεν τὸ ἄμεινον τοῦ γινώσκεσθαι Θεῷ; ἐπειδὴ δὲ πικροτέραν ἐφ᾽ ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ πως τὸ εἰρημένον διὰ τὸ προσκεῖσθαι μάλιστα Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· φέρε πρὸς τοιαύτην ἴωμεν τοῦ προκειμένου τὴν ἔννοιαν. οὐ γὰρ, οἶμαι, τὶς ἐρεῖ τῶν ἐῤῥωμένον ἐχόντων τὸν νοῦν κατισχύσαι τῶν ὄντων τινὰ τοιαύτην δύνασθαι λαβεῖν περὶ Χριστοῦ τὴν γνῶσιν, ὁποίαπερ ἂν εἴη τυχὸν ἡ ἐν τῷ Θεῷ καὶ Πατρὶ περὶ αὐτοῦ. μόνος γὰρ οἶδεν ὁ Πατὴρ τὸ ἴδιον γέννημα, γινώσκεται δὲ ὑπὸ μόνου τοῦ ἰδίου γεννήματος. “

Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδ᾽ αὖ ”τὸν Πατέρα τις οἶδε τί ἐστιν εἰ μὴ ὁ Υἱὸς,” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὅτι μὲν γὰρ Θεὸς ὁ Πατὴρ καὶ Θεὸς ὁμοίως ἀληθινὸς ὁ Υἱὸς, ἴσμεν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ τί κατ᾽ οὐσίαν ἐστὶν ἡ ἄῤῥητος φύσις, ἀνέφικτον παντελῶς ἡμῖν τε καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι. πῶς οὖν ἰσομέτρως εἰσόμεθα τῷ Πατρὶ τὸν Υἱόν; ἀθρητέον γὰρ ὅπως ἐπιγνώσεσθαι μὲν αὐτὸς ἡμᾶς διισχυρίζεται, ἐπιγνωσθήσεσθαι δὲ παρ᾽ ἡμῶν ὡς οἶδεν αὐτὸς τὸν Πατέρα καὶ ὁ Πατὴρ αὐτόν.

Οὐκοῦν ἐπεξεργαστέον καὶ τίνα τοῖς εἰρημένοις ἐφαρμόσωμεν θεωρίαν, οὐκ ἀπὸ τοῦ προκειμένου φέρουσαν σκοποῦ· ζητητέον δὲ, τό γε ἧκον εἰς νοῦν ἐγὼ μὲν οὐκ ἀποκρύψομαι, τοῖς γεμὴν ἐθέλουσιν ἔστω παραδεκτόν. οἶμαι γὰρ ὅτι τὴν γνῶσιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, δέχεται δὲ μᾶλλον ἀντὶ τῆς οἰκειότητος, ἤτοι τῆς κατὰ γένος καὶ φυσικῆς, ἢ τῆς ὡς ἐν μεθέξει χάριτος καὶ τιμῆς. γνωστοὺς οὖν ἔθος ἀποκαλεῖν τοῖς Ἑλλήνων παισὶν οὐχ ὅπως τοὺς κατὰ τὰ γένους οἰκείους μόνον, ἀλλὰ καὶ ὁμαίμους ἀδελφούς. ὅτι δὲ καὶ ἡ θεία γραφὴ γνῶσιν οἶδε τὴν οἰκειότητα, διὰ τούτων εἰσόμεθα. λέγει γάρ που Χριστὸς περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ “Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ ”τῇ ἡμέρᾳ· τῇ τῆς κρίσεως δηλονότι· Κύριε Κύριε, οὐ τῷ “σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ δαιμόνια ”ἐξεβάλομεν; τότε ὁμολογήσω αὐτοῖς, ὅτι ἀμὴν λέγω ὑμῖν “ὅτι οὐδέποτε ἔγνων ὑμᾶς.” ἀλλ᾽ εἴπερ ἡ γνῶσις μόνην ἡμῖν κατασημαίνει τὴν εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς ὁ πάντα ἔχων “γυμνὰ καὶ τετραχηλισμένα τοῖς ”ὀφθαλμοῖς αὐτοῦ,” καθὰ γέγραπται· ὁ καὶ “πρὶν γενέ- ”σεως τὰ πάντα εἰδώς;” οὐκοῦν ἀνόητον κομιδῇ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον, οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται.

οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἐραστὰς ἀρετῆς, οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ᾽ οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγαθῶν. ἀκολούθως τοῖς ἄνω νοήσεις καὶ ἐπὶ τοῦ πανσόφου Μωυσέως, ὅταν πρὸς αὐτὸν λέγῃ Θεός “Οἶδά σε παρὰ ”πάντας, καὶ χάριν εὗρες παρ᾽ ἐμοῦ,” ἀντὶ τοῦ ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ᾽ ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. καὶ οὐκ ἀναιροῦντες τὸ καὶ εἰς εἰδήσεως δύναμιν τὴν γνῶσιν λαμβάνεσθαι τὰ τοιαῦτά φαμεν, ἀλλὰ τρόπον τοῖς θεωρήμασιν ἐπινοοῦντες τὸν πρεπωδέστερον. οὐκοῦν Γινώσκω φησὶ τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· ἀντὶ τοῦ προσοικειωθήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς, οἰκειωθήσεται δέ μοι τὰ πρόβατα τὰ ἐμὰ, κατὰ τοῦτον τὸν τρόπον καθ᾽ ὃν ἐμοὶ μὲν οἰκεῖός ἐστιν ὁ Πατὴρ, ἐγὼ δὲ αὖ πάλιν οἰκεῖός εἰμι τῷ Πατρί. ὅνπερ γὰρ τρόπον οἶδεν ὁ Θεὸς καὶ Πατὴρ γνησίαν ἔχων ὠδῖνα τὸν ἴδιον Υἱὸν καὶ καρπὸν τῆς οὐσίας αὐτοῦ, οἶδε δὲ πάλιν ὁ Υἱὸς Πατέρα κατὰ ἀλήθειαν ἔχων τὸν Θεὸν, ἅτε δὴ γεννητὸς ὑπάρχων ἐξ αὐτοῦ, κατὰ τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον προσοικειωθέντες αὐτῷ, γένος αὐτοῦ χρηματίζομεν καὶ κεκλήμεθα τέκνα, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ “Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.”

γένος δὲ καὶ γνήσιον ἐσμὲν καὶ χρηματίζομεν τοῦ Υἱοῦ, καὶ δι᾽ αὐτὸν τοῦ Πατρὸς, ἐπείπερ ὑπάρχων ἐκ Θεοῦ Θεὸς Μονογενὴς ἄνθρωπος γέγονε, τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, εἰ καὶ δίχα πάσης ἁμαρτίας. ἐπεὶ πῶς “γένος ἐσμὲν τοῦ Θεοῦ,” κατὰ τίνα δὲ τρόπον “θείας φύσεως κοινωνοί;” οὐ γὰρ ἐν μόνῳ τῷ ἐθελῆσαι Χριστὸν εἰς οἰκειότητα λαβεῖν ἡμᾶς τὸ τῆς καυχήσεως ἔχομεν μέτρον, ἀλλ᾽ ἐπαληθεύεται πᾶσιν ἡμῖν ἡ τοῦ πράγματος δύναμις. θεία μὲν γὰρ φύσις ὁ τοῦ Θεοῦ Λόγος καὶ μετὰ σαρκὸς, ἡμεῖς δὲ γένος αὐτοῦ, καίτοι κατὰ φύσιν ὄντος Θεοῦ, διὰ τὸ τὴν αὐτὴν ἡμῖν σάρκα λαβεῖν. οὐκοῦν ἐμφερὴς ὁ τῆς οἰκειότητος τρόπος. ὡς γὰρ ᾠκείωται μὲν αὐτὸς τῷ Πατρὶ, ᾠκείωται δὲ διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Πατὴρ αὐτῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ καθὸ γέγονεν ἄνθρωπος, καὶ αὐτὸς δὲ ἡμῖν. δι᾽ αὐτοῦ δὲ ὡς διὰ μεσίτου τῷ Πατρὶ συναπτόμεθα. μεθόριον γὰρ ὥσπερ τι θεότητός τε τῆς ἀνωτάτω καὶ ἀνθρωπότητός ἐστιν ὁ Χριστὸς, ἐν ταὐτῷ τε ὢν ἀμφότερα, καὶ οἷον συνέχων ἐν ἑαυτῷ τὰ τοσοῦτον διῳκισμένα, καὶ συνάπτεται μὲν ὡς φύσει Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, ἀνθρώποις δὲ πάλιν ὡς κατ᾽ ἀλήθειαν ἄνθρωπος.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις Οὐχ ὁρᾷς, ὦ οὗτος, ὅποι ποτὲ πάλιν ὁ σὸς ἀποκινδυνεύει λόγος; εἰ γὰρ καθὸ γέγονεν ἄνθρωπος γινώσκειν αὐτὸν οἰησόμεθα τὰ αὐτοῦ, τουτέστιν, ἐλθεῖν εἰς οἰκειότητα τῶν προβάτων αὐτοῦ, τίς ἔξω μένει τῆς ἀγέλης; ἔσονται γὰρ οἰκεῖοι σύμπαντες καθὸ καὶ ἄνθρωποι καθάπερ αὐτός. τί οὖν ἐν τῷ λέγειν ἔτι τὸ περισσόν Τὰ ἐμά; τί δὲ τοῖς ὄντως αὐτοῦ τὸ ἐξαίρετον; εἰ γὰρ πάντες οἰκεῖοι διὰ τὴν ἤδη προειρημένην αἰτίαν, τί τοῖς γνωρίμοις ἔσται τὸ πλεῖον;

Πρὸς τοῦτό φαμεν, ὅτι κοινὸς μὲν ἅπασι καὶ τοῖς ἐγνωκόσιν αὐτὸν καὶ τοῖς ἀγνοήσασιν ὁ τῆς οἰκειότητος τρόπος· γέγονε γὰρ ἄνθρωπος, οὐ χαριζόμενος ἀνὰ μέρος τισὶ, τισὶ δὲ οὐκέτι, ἀλλ᾽ ὅλην πεσοῦσαν ἐποικτείρας τὴν φύσιν. ὀνήσει δὲ οὐδὲν ὁ τῆς οἰκειότητος τρόπος τοὺς διὰ τῆς ἀπειθείας ὑβρίζοντας, ἀπονεμηθήσεται δὲ μᾶλλον καθάπερ γέρας ἐξαίρετον τοῖς ἀγαπῶσιν αὐτόν. ὅνπερ γὰρ τρόπον ὁ τῆς ἀναστάσεως λόγος διήκει μὲν ἐπὶ πάντας, διὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὅλην ἑαυτῷ συνανιστῶντος τὴν ἀνθρώπου φύσιν, ὠφελήσει δὲ οὐδὲν τοὺς φιλαμαρτήμονας· κατοιχήσονται γὰρ εἰς τὸν ᾅδην, ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι τὸ ἀναβιῶναι δεχόμενοι· τοῖς γεμὴν τὸν ἐξαίρετον ἠσκηκόσι βίον πρὸς ὠφελείας ἔσται πολλῆς· ἐπὶ γὰρ μετουσίᾳ τῶν ὑπὲρ νοῦν ἀγαθῶν λήψονται τὴν ἀνάστασιν· κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὸν τῆς οἰκειότητος λόγον ἥκειν μὲν ἐπὶ πάντας πονηρούς τε καὶ ἀγαθοὺς, μὴ μὴν ἐν ἴσῳ πᾶσιν ὑπάρχειν, ἀλλὰ τοῖς μὲν πιστεύουσιν εἰς αὐτὸν συγγενείας ἀληθοῦς καὶ τῶν ταύτῃ χρεωστουμένων ἀφορμὴν, τοῖς δὲ μὴ τοιούτοις ἀχαριστίας τε καὶ ἀνοσιότητος ἔγκλημα χαλεπώτερον. καὶ ταῦτα μὲν ἐπὶ τούτοις ἡμεῖς· διανοείσθω δέ τις τὰ τελεώτερα.

Ἐπιτηρητέον δὲ γεμὴν ὅπως ἐστὶν ἀληθής τε ὁμοῦ καὶ ἀσφαλὴς ὁ λόγος, οὐ γὰρ διαφορήσας περὶ αὐτῶν ὁρᾶται, ἀλλ᾽ ἐν τάξει τῇ οἰκείᾳ καὶ πρεπωδεστάτῃ τῶν πραγμάτων ἕκαστα τιθείς. οὐ γὰρ ἔφη Γινώσκει με τὰ ἐμὰ καὶ γινώσκω τὰ ἐμὰ, ἀλλ᾽ ἑαυτὸν ἐγνωκότα πρότερον εἰσφέρει τὰ ἴδια πρόβατα, εἶθ᾽ οὕτως γνωσθήσεσθαί φησι παρ᾽ αὐτῶν. ἐκληφθείσης δὲ τῆς γνώσεως ἐπὶ μὲν τῆς εἰδήσεως, ὥσπερ οὖν ἐλέγομεν ἐν ἀρχῇ, τοιῶσδέ πως νοήσεις Οὐχ ἡμεῖς αὐτὸν ἐπεγνώκαμεν πρῶτοι, ἐπέγνω δὲ ἡμᾶς πρῶτον αὐτός. καὶ γοῦν ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων τοιοῦτόν τι φησί “Διὸ μνημονεύετε ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ οἱ λεγόμενοι ”ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο- “ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλο- ”τριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν δια- “θηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν ”τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ οἱ ποτὲ ὄντες “μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.” ἐξ ἀμετρήτου γὰρ ἡμερότητος ἑαυτὸν τοῖς ἔθνεσι προσαγήοχεν ὁ Χριστὸς, καὶ προέγνω μᾶλλον ἢ ἐγνώσθη παρ᾽ ἡμῶν.

εἰς δέ γε τὴν οἰκειότητα καὶ συγγένειαν νοουμένης τῆς γνώσεως, πάλιν ἐκεῖνό φαμεν Οὐχ ἡμεῖς ἠρξάμεθα τοῦ πράγματος, ἀλλ᾽ ὁ ἐκ Θεοῦ Θεὸς Μονογενής· οὐ γὰρ ἡμεῖς ἐπεδραξάμεθα τῆς ὑπὲρ φύσιν θεότητος, ἀλλ᾽ αὐτὸς ὁ φύσει Θεὸς σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθά φησιν ὁ Παῦλος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατὰ πάντα, χωρὶς ἁμαρτίας, πρὸς οἰκειότητα λάβῃ τὸν οὐκ ἔχοντα ταύτην ἐξ ἑαυτοῦ, τουτέστι, τὸν ἄνθρωπον. οὐκοῦν ἀναγκαίως αὐτὸς ἡμᾶς προεγνωκέναι φησὶν, εἶθ᾽ οὕτως ἡμᾶς αὐτόν. <Καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.> Ὡς ὑπὲρ οἰκείων ἤδη καὶ συγγενῶν ηὐτρέπισται μὲν εἰς τὸ παντὶ μὲν ὑπερασπίζειν τρόπῳ, καὶ κατεπαγγέλλεται καὶ προκινδυνεύειν μὲν ἑτοίμως, συνιστὰς ἐν ταὐτῷ διὰ τῆς ἐπαναλήψεως ὅτι περ αὐτὸς ὄντως ἐστὶν ὁ ποιμὴν ὁ καλός. οἱ μὲν γὰρ τοῖς λύκοις ἀνέντες τὰ πρόβατα, καὶ δειλοὶ καὶ μισθωτοὶ διὰ τοῦτο καὶ μάλα κατωνομάσθησαν, ὁ δὲ ἐπείπερ ἔγνω τοσοῦτον αὐτῶν ὑπεραγωνίσασθαι δεῖν, ὡς μηδὲ αὐτὸν καταναρκῆσαι τὸν θάνατον, εὐλόγως ἂν δὴ νοοῖτο ποιμὴν ὁ καλός.

λέγων δὲ ὅτι τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ἐπείπερ εἰμὶ ὁ ποιμὴν ὁ καλὸς, ὑποπλήττει τὸν Φαρισαῖον, καὶ δίδωσί πως ἐννοεῖν ὅτι τοσοῦτον ἐμπαροινήσει ποτὲ, καὶ εἰς τοῦτο μανίας τῆς ἐπ᾽ αὐτῷ κληθήσεται, ὡς θανάτῳ περιβαλεῖν ὃν ἥκιστα μὲν τοῦτο πάσχειν ἐχρῆν, ἐπαίνου δὲ μᾶλλον παντὸς ἀξιοῦσθαι καὶ θαύματος αὐτῶν τε ὧν εἰργάζετο χάριν, καὶ τῆς ἐν τῷ ποιμαίνειν εὐτεχνοῦς ἐπιστήμης.

Σημειωτέον γεμὴν ὅτι τὸν ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς θάνατον οὐκ ἀκούσιον ὑπέμεινεν ὁ Χριστὸς, ἐθελοντὴς δὲ πρὸς τοῦτο βαδίζων ὁρᾶται, καίτοι ῥᾷστα τὸ πάσχειν διαδράναι δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν. οὐκοῦν τὸ τῆς εἰς ἡμᾶς ἀγαπήσεως κάλλος καὶ τὸ τῆς ἡμερότητος ὑπερφυὲς, ἐν τῷ καὶ ἑκόντα παθεῖν ὑπὲρ ἡμῶν ὀψόμεθα. <Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.> Πολυτρόπως τὸν ἄτακτον περικροτεῖ Φαρισαῖον· ὅτι μὲν γὰρ τῆς τῶν προβάτων ἐπιστασίας ὅσον οὐδέπω παρωσθήσεται, κατάρξει δὲ μᾶλλον αὐτὸς καὶ καθηγήσεται, διὰ πολλῶν ὑπεμφαίνει λόγων. ὑποσημαίνει δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ εὐγνωμονεστέροις τὰς ἐκ τῶν ἐθνῶν ἀναμίξας ἀγέλας, οὐ μόνης ἡγεμονεύσει τῆς Ἰουδαίων, ἀλλ᾽ ἤδη καὶ εἰς ὅλην διατενεῖ τὴν γῆν τῆς ἑαυτοῦ δόξης τὸ φῶς, καὶ καλέσει πρὸς θεογνωσίαν τοὺς ἁπανταχόσε λαοὺς, οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς εἶναι καταδεχόμενος, ὥσπερ οὖν ἐν ἀρχαῖς, ἁπάσῃ δὲ μᾶλλον τῇ ὑπ᾽ οὐρανὸν προτιθεὶς εἰς ἀπόλαυσιν τῆς ἀληθοῦς θεογνωσίας τὴν ἐπιστήμην.

ὅτι δὲ παιδαγωγὸς εἰς εὐσέβειαν τοῖς ἔθνεσιν ἀνεδείχθη Χριστὸς, ἐκμάθοι τις ἂν καὶ λίαν εὐκόλως· μεστὴ γὰρ ἡ θεόπνευστος γραφὴ τῶν ἐπὶ τούτῳ μαρτυριῶν, καὶ ἦν μὲν ὡς ἔοικε παρατρέχειν οὐκ ἀπεικὸς ἀνέντα τοῖς εὐμαθεστέροις τὴν ἐπὶ τούτῳ ζήτησιν· παραθεὶς δ᾽ οὖν ὅμως δύο τῶν προφητῶν ἢ τρεῖς περὶ τούτου λόγους ἐρῶ πάλιν τὰ ἐφεξῆς. φησί που τοίνυν ὁ Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ “Ἰδοὺ μαρτύριον ἔθνεσι ”δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.” διεμαρτύρατο γὰρ τοῖς ἔθνεσιν ὁ Χριστὸς μάθημα δοὺς τὸ σωτήριον, καὶ δι᾽ ὧν ἀνασώζεσθαι χρῆν ἀνυποστόλως εἰπών. μελῳδὸς δὲ ὁ θεῖος καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλῶν, καὶ πρὸς οὐράνιον ἑορτὴν συναγείρεσθαι τὴν ὑφ᾽ ἡλίῳ κελεύων “Πάντα τὰ ἔθνη, φησὶ, κροτήσατε χεῖρας, ”ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.” ἀλλ᾽ εἴ τῳ δοκοίη καὶ τῆς οὕτω λαμπρᾶς καὶ ἀοιδίμου πανηγύρεως πολυπραγμονεῖν τὴν αἰτίαν, εὑρήσει λέγοντα σαφῶς “Ὅτι ”βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλετε συνετῶς, ἐβασί- “λευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη.” καὶ αὐτὸν δέ που τὸν Κύριον ἐν ἰδίοις λόγοις εἰσαγήοχε πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν περιαγγέλλοντα κήρυγμα· ἐν γὰρ τῷ ὀγδόῳ καὶ τεσσαρακοστῷ λέγει ψαλμῷ “Ἀκούσατε πάντα τὰ ἔθνη, ”ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε “γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος ”καὶ πένης.

τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη “τῆς καρδίας μου σύνεσιν.” τί γὰρ ἐρεῖ τις τῶν εὐαγγελικῶν παιδευμάτων εἶναί τι σοφώτερον, τί δὲ οὕτως ἐν συνέσει λαληθὲν εὑρήσομεν ὡς μάθημα τὸ διὰ Χριστοῦ; οὐκοῦν· ἐπανήξει γὰρ ὁ λόγος εἰς τὸ ἀπ᾽ ἀρχῆς· ὅτι τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι συναγελασθήσεται τῶν ἐθνῶν ἡ πληθὺς, προαγορεύει σαφῶς. ἀλλὰ τοῦ δὴ χάριν, φαίη τις ἂν τὴν ἐν τῷ προκειμένῳ διάνοιαν πικρότερον ἐρευνῶν, τοῖς Ἰουδαίων ἡγουμένοις προσδιαλεγόμενος [ὁ Σωτὴρ], καὶ πρὸς ἄνδρας μίσει καὶ φθόνῳ διακεκαυμένην ἔχοντας τὴν καρδίαν λαλῶν, ἀποκαλύπτει μυστήρια; τί γὰρ, εἰπέ μοι, τοὺς τοιούτους ἐχρῆν ὅτι τῶν ἐθνῶν κατάρξει μαθεῖν, καὶ ὅτι τὰ ἔξω τῆς Ἰουδαίας πρόβατα ταῖς ἰδίαις αὐλαῖς ἐνσηκιεῖ; τί οὖν ἐροῦμεν πρὸς τοῦτο, τί δὲ ἀπολογισόμεθα; οὐχ ὡς φίλοις ἀνακοινοῦται μυστήρια, ἀλλ᾽ οὐδὲ εἰκαίαν αὐτοῖς ποιεῖται τὴν ἐπὶ τούτοις ἐξήγησιν· ἀλλ᾽ ἐπείπερ ὠφελήσων ἠπίστατο, ὅσον ἐφ᾽ ἑαυτῷ· τοῦτο γὰρ ἦν τὸ προκείμενον, εἰ καὶ τῶν ἀκροωμένων δυσάλωτος κομιδῇ καὶ πρὸς εὐπείθειαν οὐκ εὐχερὴς ὑπάρχων ὁ νοῦς διέμεινεν ἀκαμπής.

ἐπειδὴ δὲ τήν τε Μωυσέως συγγραφὴν καὶ τὰ τῶν ἁγίων προφητῶν μηνύματα διεγνωκότας ἠπίστατο, πολὺς δὲ καὶ μακρὸς παρὰ τοῖς προφήταις ὁ λόγος, ὅτι καὶ τὰ ἔθνη πρὸς θεογνωσίαν σαγηνεύσει Χριστὸς, διὰ τοῦτο σημεῖον αὐτοῖς ὥσπερ τὸ πρᾶγμα τιθεὶς ἐναργέστατον ὡς αὐτὸς εἴη σαφῶς ὁ προηγγελμένος, ὅτι καλέσει καὶ τὰ οὐκ ὄντα ἐκ τῆς Ἰουδαίων αὐλῆς πρόβατα διαῤῥήδην διισχυρίσατο, ἵνα λοιπὸν, ὥσπερ οὖν ἐλέγομεν ἀρτίως, αὐτὸν ὄντως ἐκεῖνον εἶναι πιστεύσειαν, ὃν καὶ ὁ τῶν ἁγίων ἀνδρῶν προεχρησμῴδει χορός. <Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι τίθημι τὴν ψυχὴν ἵνα πάλιν λάβω αὐτήν.> Ὑπαντᾷ πολλάκις οὐ μόνον τοῖς ἤδη διὰ γλώττης ἐκπεφωνημένοις, ἀλλὰ καὶ τοῖς ἐν τῷ βάθει λογισμοῖς· Θεὸς γὰρ ὑπάρχων ἀληθινὸς, πάντων ἔχει σαφῆ τὴν ἐπίγνωσιν. διαγελώντων τοιγαροῦν τῶν ἀνοσίων Ἰουδαίων τὸν παρ᾽ αὐτοῦ λόγον, καὶ ἐπείπερ εἰς τοσοῦτον τοῖς ἰδίοις προβάτοις συναθλήσειν κατεπηγγέλλετο, καὶ σφόδρα προθύμως, ὡς καὶ προτεθνάναι λίαν ἑτοίμως ἔχειν, ληρεῖν οἰομένων ἤδη καὶ μαίνεσθαι δοκούντων αὐτὸν, ἀναγκαίως ἤδη λοιπὸν ἐξ ἀπαιδευσίας ὁμοῦ καὶ δυσσεβείας ἀμέτρου τῆς ἐνούσης αὐτοῖς διαγελῶντας ἐπιδεικνύει λόγοις τε καὶ πράγμασιν ἐπιτιμᾶν ἑλομένους ἃ πολλῆς οἶδε τιμῆς ἀξιοῦν ὁ Θεὸς καὶ Πατήρ. ἀγαπᾷ γάρ με διὰ τοῦτο, φησὶν, ὃ διὰ πολλὴν ἀσυνεσίαν πεποίησθε παρ᾽ οὐδέν.

πῶς οὖν οὐκ ἀλαζόνες καὶ δυσσεβείας ἁπάσης ἐντὸς, οἳ καταγέλαστον εἶναί φατε τὸ τῷ Θεῷ θυμηρέστατον; δίδωσι δέ πως αὐτοῖς καὶ διὰ τούτων ἐννοεῖν, ὅτι μεμίσηνται σφόδρα παρὰ Θεοῦ. εἰ γὰρ ἀγαπᾷ τὸν τιθέντα τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τῆς ἐγχειρισθείσης ἀγέλης, ἀνάγκη δὴ πᾶσα νοεῖν, ὅτι βδελυρὸν ἡγήσεται τὸν θεωροῦντα τὸν λύκον ἐρχόμενον, καὶ ἀνέντα μὲν τὴν ἀγέλην ἐπιπηδῶντι καὶ μαινομένῳ, τρεπόμενον δὲ πρὸς φυγὴν, ὁ δὴ καὶ δρῶντας ἐξήλεγχε τοὺς ἄρχειν λαχόντας τοῦ Ἰουδαίων λαοῦ, ἤτοι αὐλῆς. ἐν ταὐτῷ τοιγαροῦν καὶ θεομισεῖς καὶ ἀσεβοῦντας ἐλέγχει διὰ τοῦ μὴ καταφρίξαι γελᾶν τὸ παρὰ τῷ Θεῷ τιμιώτατον. ἠγαπῆσθαι γεμὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς διισχυρίζεται Χριστὸς, οὐχ ὅτι μόνον τίθησι τὴν ψυχὴν, ἀλλ᾽ ὅτι τίθησιν ἵνα καὶ λάβῃ· ἐν γὰρ δή τοι μάλιστα τούτῳ τῶν εἰς ἡμᾶς κατωρθωμένων ἀγαθῶν διαλάμπει τὸ μέγεθος. εἰ γὰρ ἐτεθνήκει μὲν μόνον, μὴ ἐγήγερτο δὲ, τί τὸ πλέον ἦν ἔτι; κατὰ τί δ᾽ ἂν τὴν φύσιν ὀνήσας ἐφάνη νεκρὸς σὺν ἡμῖν ἀπομείνας, ὑπὸ τὰ τοῦ θανάτου δεσμὰ καὶ ὑπὸ τῆς ἐπεισάκτου φθορᾶς ἀναμὶξ τοῖς ἄλλοις τυραννούμενος; ἐπειδὴ δὲ τέθεικεν Ἵνα καὶ λάβῃ, διέσωσεν ὅλην κατὰ τοῦτο τὴν φύσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος, καὶ κτίσιν ἡμᾶς ἀναδείξει καινήν.

Ἀγαπᾶται τοιγαροῦν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ᾽ ἡμᾶς· ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος. βαδιούμεθα δὲ πρὸς τὴν τοῦ λεγομένου κατάληψιν· τὰ φύσει προσόντα τισὶν, ἢ καὶ καθ᾽ ἕξιν συμβαίνοντα, τότε δὴ μάλιστα χαριεστάτην ἔχει τὴν ἔκφανσιν, ὅταν ἄγηται πρὸς ἐνέργειαν. οἷον, τὸ πῦρ ἔχει φυσικῶς τὴν ἰδίαν ἐν ἑαυτῷ θερμότητα, ἀλλ᾽ ὅταν ἐνεργῇ τι περὶ τὰς ὕλας, τότε δὴ μάλιστα πόση τις αὐτῷ καὶ ποία δύναμις ἐνυπάρχει διαγινώσκομεν. ὁμοίως ὁ γραμματικῆς τυχὸν, ἤγουν ἑτέρας τοιαύτης τινὸς ἐπιλαβόμενος ἐπιστήμης, οὐκ ἂν, οἶμαι, θαυμάζοιτο σιωπῶν, προτιθεὶς δὲ μᾶλλον εἰς γνῶσιν ἑτέροις τὸ τῆς ἐνούσης αὐτῷ μαθήσεως κάλλος. οὕτω τοιγαροῦν ἡ θεία τε καὶ ἄῤῥητος φύσις ὅταν ἐνεργῇ τι τῶν ἰδίως ἀνακειμένων αὐτῇ, καὶ προσεῖναι πεφυκότων, τότε δὴ μάλιστα καὶ αὐτὴ παρ᾽ ἑαυτῇ χαριεστέρα φαίνεται, ὁρᾶται δὲ οὕτω καὶ παρ᾽ ἡμῖν. καὶ γοῦν ἡ σοφία φησὶν ἐν βιβλίῳ παροιμιῶν “Ἐγὼ ἤμην ᾗ ”προσέχαιρε, καθ᾽ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ “αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην ”συντελέσας, καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.” καίτοι τὸ χαρεῖν ἀεὶ πρόσεστι τῷ Θεῷ, καὶ τὸ ἀτελεύτητον ἐν θυμηδίαις· τὸ γὰρ λυποῦν ὅλως οὐδὲν τὸν ἁπάντων ἔχοντα τὴν ἐξουσίαν, ἀλλὰ προσέχαιρε τῇ ἰδίᾳ σοφίᾳ συντελέσας τὴν οἰκουμένην.

εἰς ἔργον γὰρ ἐνεχθεῖσαν ὁρῶν τῆς ἑαυτοῦ σοφίας τὴν ἐνέργειαν, τότε δὴ μάλιστα χαίρειν ᾤετο δεῖν πλουσιώτερον. οὕτω τοιγαροῦν κἀνθάδε νοήσωμεν. ἀγάπη γὰρ ὑπάρχων ὁ Θεὸς καὶ Πατὴρ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐκ ἀγαθὸς ἁπλῶς, αὐτὸ δὲ μᾶλλον τὸ ἀγαθὸν, ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν ὑπὲρ ἡμῶν τιθέντα διὰ τῆς εἰς ἡμᾶς ἀγάπης καὶ ἀσυγκρίτου χρηστότητος τῆς ἑαυτοῦ φύσεως ἀκριβεῖς ἀποσώζοντα τοὺς χαρακτῆρας, ἠγάπησεν εἰκότως, οὐ μισθὸν ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων τὴν ἀγάπην αὐτῷ δωρούμενος, ἀλλ᾽, ὥσπερ εἰρήκαμεν, τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις τε καὶ ἀπαραιτήτοις ὁλκοῖς πρὸς τοῦτο καλούμενος. ὥσπερ οὖν εἴ τις καὶ τῶν καθ᾽ ἡμᾶς ἐν ἰδίῳ τέκνῳ τυχὸν τῆς οἰκείας μορφῆς ἀκριβῆ τὸν χαρακτῆρα καταθεώμενος, αἴρεται πρὸς ἐπίτασιν ἀγάπης ὅτε μάλιστα βλέπει· κατὰ τοῦτον οἶμαι τὸν τρόπον ὁ Θεὸς καὶ Πατὴρ ἀγαπῆσαι λέγεται τὸν ἴδιον Υἱὸν ὑπὲρ ἡμῶν τιθέντα τὴν ἰδίαν ψυχὴν καὶ αὖθις λαμβάνοντα. ἀγάπης γὰρ ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τὴν τινῶν σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον καὶ τὴν ἀπὸ τῆς φθορᾶς ἐλάσῃ κατήφειαν.

ἀγαπητὸς οὖν ὑπάρχων ἀεὶ διὰ τὴν φύσιν, ἠγαπῆσθαι νοηθήσεται καὶ διὰ τῆς εἰς ἡμᾶς ἀγάπης καλῶν εἰς θυμηδίαν τὸν ἑαυτοῦ γεννήτορα· ἐπείπερ ἦν αὐτῷ κἀντεῦθεν ὁρᾶν ἀθόλωτον παντελῶς καὶ ἀπαραποιήτως ἐκλάμπουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα.