ἀπεκρίθη αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.> Ὃ λέγει ἡ Μάρθα, τοιοῦτόν ἐστιν Οὐ διὰ τοῦτο, φησὶν, ἀπέθανεν ὁ ἀδελφός μου, ὅτι ὑπόκειται ἡ ἀνθρώπου φύσις τῷ θανάτῳ, ἀλλ᾽ ὅτι σὺ οὐ παρῆς, ὁ τὸν θάνατον νικῆσαι δυνάμενος διὰ τοῦ προστάγματος. ὑπὸ δὲ τῆς λύπης ἔξω τοῦ προσήκοντος πλανωμένη, ἐνόμιζε μηκέτι δύνασθαί τι ποιῆσαι τὸν Κύριον· ὡς παραδραμόντος τοῦ καιροῦ· καὶ ᾤετο αὐτὸν παραγεγονέναι, οὐκ ἐπὶ τῷ ἀναστῆσαι Λάζαρον, ἀλλ᾽ ἵνα παραμυθήσηται αὐτάς. ἠρέμα γὰρ αὐτῷ καὶ ὑπομέμφεται βραδύναντι, καὶ μὴ εὐθὺς ἐλθόντι ὅταν ἠδύνατο βοηθεῖν, ὅτε ἀπέστειλαν λέγουσαι “Κύριε, ἴδε ὃν φιλεῖς ”ἀσθενεῖ.” τὸ δὲ λέγειν Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, ὑπερυθριώσης ἐστὶ φανερῶς αἰτῆσαι ὃ βούλεται· ὅμως σφάλλεται περὶ τὴν ἀλήθειαν, οὐχ ὡς Θεῷ διαλεγομένη, ἀλλ᾽ ὡς ἑνὶ τῶν ἁγίων, διὰ τὴν ὁρωμένην σάρκα οἰομένη ὅτι ὅσα ἂν αἰτήσῃ ὡς ἅγιος, λαμβάνει ἀπὸ Θεοῦ, οὐ μὴν εἰδυῖα ὅτι φύσει Θεὸς ὢν καὶ δύναμις τοῦ Πατρὸς, ἄμαχον ἔχει τὴν ἐπὶ πᾶσιν ἰσχύν. εἰ ᾔδει γὰρ ὅτι Θεὸς ἦν, οὐκ ἂν εἶπεν ὅτι Εἰ ἦς ὧδε· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστιν. ὁ μέντοι Κύριος διὰ τὸ ἀφιλόκομπον, οὐκ εἶπεν Ἐγερῶ τὸν ἀδελφόν σου, ἀλλά Ἀναστήσεται, μονονουχὶ ἠρέμα αὐτὴν ἐλέγχων καὶ λέγων Ἀνίσταται μὲν καθὼς βούλει, πλὴν οὐχ ὡς σὺ νομίζεις.