καίτοι γὰρ, φησὶν, οὐκ ἠγνοηκὼς, ὅτι πάντων ἔχοι τὴν ἐξουσίαν, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν, τουτέστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς Θεὸν ὑπάγει, τουτέστι, πάλιν ἀνίησιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν διαζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίζειν τοὺς πόδας. ἔχοντες τοίνυν ἐντεῦθεν ἄριστον τῆς εὐλαβείας ὑπογραμμὸν, καὶ τῆς εἰς ἀλλήλους ἀγάπης περιφανεστάτην εἰκόνα, μέτρια μὲν φρονῶμεν, ἀγαπητοὶ, ἡγώμεθα δὲ τοὺς ἀδελφοὺς τὰ μείζω κεκτῆσθαι τῶν ἐν ἡμῖν πλεονεκτημάτων, κἂν ὑπάρχωμεν ἀγαθοί. τοῦτο γὰρ ἡμᾶς ὁ μέγας οὗτος ὑπογραμμὸς ἀναπείθει φρονεῖν τε καὶ βούλεσθαι. <Ἔρχεται οὖν εἰς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.> Θερμότερόν πως ἀεὶ τοῦ Πέτρου τὸ κίνημα, καὶ πολὺ γοργότερον εἰς εὐλάβειαν, θεωρήσαι τις ἂν ἐν ὅλοις, ὡς ἔπος εἰπεῖν, τοῖς συγγράμμασι. τοιγάρτοι καὶ νῦν ἔθει τῷ ἰδίῳ κατακολουθήσας καὶ τρόπῳ, τὸ σεσωσμένον δὴ τοῦτο τῆς εἰς ἄκρον ἡκούσης ταπεινοφροσύνης τε καὶ ἀγάπης παρωθεῖται μάθημα, τίς μὲν αὐτὸς εἴη κατὰ φύσιν ἐννοῶν, τίς δ᾽ αὖ πάλιν ὁ τὸν νιπτῆρα παρακομίζων αὐτῷ, καὶ τὴν οἰκέτου χρείαν ἀποπληροῦν οὐ παραιτούμενος.